Ancient Greek · ~11 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur 2.1
Not analysed yet
Βούλει μαθεῖν ὅσον ἐστὶ χήρα; πῶς ἐστι τιμία τῷ Θεῷ, καὶ ἐπέραστος καὶ συνήγορος μεγίστη, καὶ τοὺς καταδικασθέντας, καὶ τοὺς ἀπεγνωσμένους, καὶ τοὺς παῤῥησίαν οὐκ ἔχοντας, καὶ τοὺς ἐκπεπολεμωμένους τῷ Θεῷ καὶ πάσης ἐστερημένους ἀπολογίας φανεῖσα ἐξαρπάζει καὶ καταλλάττει, καὶ οὐχὶ συγγνώμην αὐτοῖς κομίζει μόνον, οὐδὲ ἀπαλλαγὴν τιμωρίας, ἀλλὰ καὶ πολλὴν τὴν παῤῥησίαν καὶ τὴν λαμπρότητα, καὶ τῶν ἡλιακῶν ἀκτίνων καθαρωτέρους ἐργάζεται, κἂν ἁπάντων ὦσι κατεῤῥυπωμένοι μᾶλλον ἀνθρώπων; Ἄκουσον αὐτοῦ τοῦ Θεοῦ λέγοντος πρὸς Ἰουδαίους· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· ἂν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλ' ὅμως τούτοις τοῖς μιαροῖς, τοῖς ἀνδροφόνοις, τοῖς ἀπαῤῥησιάστοις, τοῖς ἠτιμωμένοις ἐπαγγέλλεται καταλλάττεσθαι, εἰ βοηθήσειαν ἀδικουμέναις χήραις. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἀποστρέψω τοὺς ὀφθαλμούς μου, καὶ οὐκ εἰσακούσομαι, φησί· Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν· καὶ ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Εἶδες πόσην ἔχει δύναμιν ἡ χήρα; ποῦ τὴν προστασίαν ἐπιδείκνυται τὴν ἑαυτῆς, οὐ παρὰ ἄρχοντι καὶ βασιλεῖ τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ παρ' αὐτῷ τῷ τῶν οὐρανῶν βασιλεῖ; πόσην δύναται καταλῦσαι ὀργὴν, καταλλάξαι τὸν Δεσπότην τοῖς ἀνίατα νενοσηκόσιν, ἐξαρπάσαι τιμωρίας ἀφορήτου, ψυχὴν βαφεῖσαν τῷ τῶν ἁμαρτημάτων ῥύπῳ τῆς κηλῖδος ἐκπλῦναι ἐκείνης, καὶ πρὸς τὴν ἄκραν ἀγαγεῖν καθαρότητα; Μὴ τοίνυν καταφρονῶμεν χήρας γυναικὸς, ἀλλὰ πᾶσαν περὶ αὐτὴν ἐπιμέλειαν ἐπιδείξωμεν. Προστάτις ἡμῶν ἐστιν ἡ ὄντως χήρα. Ἄξιον δὲ ἐπιστάντας ἰδεῖν, περὶ ποίας ἐνταῦθα χήρας φησί. Καὶ γὰρ καὶ ἐκεῖναι χῆραι λέγονται, αἱ εἰς εὐτέλειαν ἐσχάτην καταπεσοῦσαι, καὶ ἐγγεγραμμέναι, καὶ ἐκ τῶν ἐκκλησιαστικῶν τρεφόμεναι χρημάτων, καθάπερ οὖν ἐπὶ τῶν ἀποστόλων. Ἐγένετο γὰρ, φησὶ, γογγυσμὸς μεταξὺ τῶν Ἑλληνιστῶν, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Οὐχ αὗται δὲ μόνον χῆραι λέγονται, ἀλλὰ κἀκεῖναι, αἱ μηδενὸς μὲν δεόμεναι, ἀλλ' εὐπορίας ἀπολαύουσαι, καὶ οἰκίας προεστῶσαι, τὸν δὲ ἄνδρα ἀποβαλοῦσαι μόνον. Ἴδωμεν οὖν περὶ ποίας χήρας ἐνταῦθά φησι λέγων· Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα· ἆρα περὶ τῆς δεομένης βοηθείας καὶ χρείαν ἐχούσης ἐξ ἐκκλησιαστικῶν τρέφεσθαι χρημάτων, ἢ περὶ τῆς ἀνενδεοῦς καὶ ἐν εὐπορίᾳ ζώσης; Εὔδηλον ὅτι περὶ ταύτης. Περὶ μὲν γὰρ ἐκείνης ὅταν λέγῃ, τῆς λιμῷ διαφθειρομένης, οὐ χρόνον τίθησιν, οὐκ ἀκρίβειαν ἀπαιτεῖ τρόπων· ἀλλ' ἁπλῶς, Εἴ τις πιστὸς ἢ πιστὴ, φησὶ, χήρας ἔχει, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία. Οὐκ εἶπεν, Ὅταν ἑξήκοντα ἐτῶν γένηται· οὐκ εἶπεν, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε· καὶ μάλα εἰκότως. Ἔνθα μὲν γὰρ ἂν πενίαν διορθῶσαι δέοι, οὐκ ἀναμένει χρόνον. Τί γὰρ εἰ πεντήκοντα ἐτῶν οὖσα λιμῷ διαφθείροιτο; τί δὲ ἐὰν ἐν νεότητι τὸ σῶμα ἀνάπηρος οὖσα τύχοι; καθευδεῖται ἀναμένουσα τὸ ἑξηκοστὸν ἔτος; Ἀλλ' ἀπανθρωπίας τοῦτο ἐσχάτης. Διὰ τοῦτο, ὅταν μὲν λιμὸν παραμυθήσασθαι δέοι, οὐδὲν περὶ χρόνων καὶ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀκριβολογεῖται· ὅταν δὲ μὴ ᾖ διορθώσασθαι πενίαν, ἀλλὰ τιμὴν κατ' ἀξίαν χαρίσασθαι, εἰκότως τοσαύτην ποιεῖται τρόπων ἐξέτασιν.