Ancient Greek · ~12 min
Section 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur 12.1
Not analysed yet
Οὕτω πανταχοῦ οὐ μέτρα οὐσίας, ἀλλὰ μέτρα διανοίας ζητεῖται. Ὁ μεγαλόψυχος καὶ τῇ διανοίᾳ πλούσιος, κἂν ἁπάντων ἀνθρώπων πενέστερος ἐν χρήμασιν ᾖ, πάντας ὑπερβῆναι δυνήσεται καὶ φιλοξενίᾳ καὶ ἐλεημοσύνῃ, καὶ τῇ λοιπῇ πάσῃ φιλοφροσύνῃ· ὁ μικρολόγος καὶ πτωχὸς τὴν διάνοιαν, καὶ χαμαὶ ἕρπων, κἂν ἁπάντων εὐπορώτερος ᾖ, πάντων ἐστὶ πτωχότερος καὶ ἀπορώτερος· διὰ τοῦτο πρὸς τὰ τοιαῦτα ἅπαντα ὀκνεῖ καὶ ἀναδύεται. Καὶ ὥσπερ οὐδὲν ἐπὶ τοῦ πένητος ἡ πενία γένοιτ' ἂν κώλυμα πρὸς ἐλεημοσύνην διὰ τὸν τῆς διανοίας πλοῦτον· οὕτως οὐδὲν ἐπὶ τοῦ πλουτοῦντος ἡ εὐπορία συμπρᾶξαι δυνήσεται πρὸς τὴν φιλοφροσύνην διὰ τὴν τῆς διανοίας πενίαν. Καὶ τὰ παραδείγματα ἐγγύθεν· ἡ μὲν γὰρ χήρα καὶ ἐν ἀλεύρῳ μικρῷ τὸν προφήτην ἐδέξατο· ὁ δὲ Ἀχαὰβ τοσοῦτον κεκτημένος πλοῦτον, καὶ τῶν ἀλλοτρίων ἐπεθύμησεν. Οὕτως οὐκ ἔστι χρημάτων πλοῦτος, ἀλλὰ πλοῦτος διανοίας ὁ παρέχων ἡμῖν εὐκολίαν περὶ τὴν ἐλεημοσύνην· ἐπεὶ καὶ ἡ χήρα ἐκείνη διὰ δύο μόνον ὀβολῶν μυρίους πλουσίους ὑπερηκόντισε, καὶ οὐκ ἐγένετο κώλυμα ἡ πενία. Αὕτη μὲν οὖν ἡ πενία μείζονα τὴν ἐλεημοσύνην εἰργάσατο· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν, Ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τοῦτο χρὴ σκοπεῖν, ὅτι δύο κατέβαλεν ὀβολοὺς, ἀλλ' ὅτι μόνους ἔχουσα τούτους, οὐκ ἐφείσατο, ἀλλ' ὁλόκληρον τὴν οὐσίαν εἰσήνεγκε, θαυμάζειν αὐτὴν χρὴ καὶ στεφανοῦν. Οὐ τοίνυν περιουσίας, ἀλλὰ προθυμίας ἡμῖν δεῖ, ὅταν ὑποδεχώμεθα ξένους. Ὥσπερ γὰρ ταύτης παρούσης οὐδὲν βλάβος γένοιτ' ἂν ἀπὸ πενίας, οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ' ἂν ἐξ εὐπορίας. Τί λέγεις; Παιδίων ἐπιμελεῖται ἡ χήρα καὶ διὰ τοῦτο οὐκ ἂν δύναιτο θεραπεύειν ξένους; Δι' αὐτὸ μὲν οὖν τοῦτο εὐκολώτερον τοῦτο ἐργάσεται, κοινωνοὺς ἔχουσα τῆς θεραπείας τοὺς υἱοὺς, συναντιλαμβανομένους καὶ συνεφαπτομένους αὐτῇ τῆς καλῆς ταύτης πραγματείας. Ὥστε οὐ κώλυμα, ἀλλὰ βοήθεια τῆς φιλοξενίας ἔσται τῶν παίδων τὸ πλῆθος, καὶ ἡ πολυχειρία πολλὴν τῇ διακονίᾳ παρέξει τὴν εὐκολίαν. Μὴ γάρ μοι πολυτελῆ τράπεζαν εἴπῃς· ἂν εἰς τὴν οἰκίαν δέξηται τὸν ξένον, ἂν τὰ ὄντα παραθῇ, ἂν πολλὴν ἐπιδείξηται τὴν φιλοφροσύνην, ἀπήρτισται τῆς ξενοδοχίας ὁ καρπὸς ἅπας. Εἰ γὰρ ποτήριον ψυχροῦ μόνον βασιλείαν οὐρανῶν προξενεῖ, τὸ καὶ ὁμωρόφιον ποιῆσαι, καὶ τραπέζης κοινωνὸν, καὶ ἀναπαῦσαι, πόσον οἴσει τὸν καρπὸν, εἰπέ μοι; Σκόπει δή μοι Παύλου τὴν ἀκρίβειαν. Οὐ γὰρ ἁπλῶς ξενοδοχίαν ἐνταῦθα ἀπαιτεῖ, ἀλλὰ τὴν μετὰ προθυμίας καὶ ζεούσης ψυχῆς καὶ διανοίας θερμῆς. Εἰπὼν γὰρ, Εἰ ἐξενοδόχησεν, ἐπήγαγεν, Εἰ ἁγίων πόδας ἔνιψεν. Οὐ θεραπαινίσιν ἐπιτρέπειν χρὴ αὐτὴν μετὰ τύφου καθημένην τοῦ ξένου τὴν θεραπείαν, ἀλλ' αὐτουργὸν γενέσθαι, καὶ τὸν καρπὸν ἁρπάζειν, καὶ μηδενὶ παραχωρεῖν τοῦ καλοῦ τούτου θησαυροῦ. Καὶ πῶ, τοῦτο γένοιτ' ἂν, φησίν; εἰ γὰρ εὐγενὴς εἴη καὶ περιφανὴς καὶ λαμπρὰ καὶ ἐπίσημος ἐκ προγόνων. αὐτὴ τοῦ ξένου νίψει τοὺς πόδας; καὶ πῶς οὐκ αἰσχρόν; Αἰσχρὸν μὲν οὖν τὸ μὴ νίπτειν, ἄνθρωπε. Κἂν γὰρ μυριάκις αὐτῆς τὴν εὐγένειαν ἐπάρῃς καὶ τὴν περιφάνειαν, καὶ τὴν λαμπρότητα, τῆς αὐτῆς μετέχει τῷ νιπτομένῳ φύσεως, καὶ σύνδουλός ἐστι τοῦ θεραπευομένου καὶ ὁμότιμος.