Ancient Greek · ~13 min
Section 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur 13.1
Not analysed yet
Ἐννόησον τίς τῶν μαθητῶν τοὺς πόδας ἔνιψε, καὶ παῦσαί μοι περὶ εὐγενείας διαλεγόμενος. Ὁ κοινὸς τῆς οἰκουμένης Δεσπότης, ὁ τῶν ἀγγέλων βασιλεὺς καὶ ἔνιψε καὶ λέντιον περιεζώσατο, καὶ οὐχὶ τῶν μαθητῶν μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ προδότου. Εἶδες πόσον τὸ μέσον τοῦ νίπτοντος καὶ τῶν νιπτομένων; Ἀλλ' ὅμως τὸ μέσον ἅπαν τοῦτο κατέβη, καὶ ὁ Δεσπότης τὸν δοῦλον ἔνιψεν, ἵνα ἡ δούλη τὸν σύνδουλον μὴ ἐπαισχύνηται. Διὰ τοῦτο καὶ τοῦ προδότου, ἵνα μὴ μέλλῃς λέγειν, ὅτι εὐτελὴς καὶ εὐκαταφρόνητος ὁ μέλλων ἀπολαύειν τῆς θεραπείας. Εἰ γὰρ καὶ εὐτελὴς καὶ εὐκαταφρόνητος, ἀλλ' οὔπω κατὰ τὸν Ἰούδαν ἐστὶν, οὐδὲ τοιαῦτά σοι διέθηκεν, οἷα τὸν Δεσπότην ἐκεῖνος, μετὰ τὰς μυρίας εὐεργεσίας ἐπὶ προδοσίαν ἐλθών. Ἀλλ' ὅμως ἅπαντα ταῦτα προειδὼς ἔνιψεν, ἡμῖν νόμους τιθεὶς, ἵνα κἂν ἁπάντων ὦμεν ὑψηλότεροι, κἂν ἁπάντων λαμπρότεροι καὶ περιφανέστεροι, κἂν ἁπάντων χείρους οἱ μέλλοντες πρὸς ἡμᾶς κατάγεσθαι, μὴ διὰ τοῦτο αὐτῶν φεύγωμεν τὴν θεραπείαν, μηδὲ τὴν εὐτέλειαν ἐπαισχυνώμεθα. Σὺ δὲ, ὦ γύναι, ἐὰν μέν τινα ἴδῃς ἐν τοῖς βιωτικοῖς σοι βοηθοῦντα πράγμασιν, ἢ ἐν δικαστηρίῳ συμπράττοντα, ἢ ἐν ἄλλῳ τινὶ τοιούτῳ, καὶ ἀπαντᾷς, καὶ μετὰ πολλῆς δέχῃ τῆς εὐνοίας, καὶ χεῖρας καταφιλεῖς, καὶ ἀργύριον καταβάλλεις, καὶ τὰ τῶν θεραπαινίδων ποιεῖς· ἂν δὲ τὸν Χριστὸν εἰσελθόντα ἴδῃς, ὀκνεῖς καὶ καταδύῃ πρὸς τὴν αὐτοῦ θεραπείαν; Εἰ μὴ ὡς τὸν Χριστὸν δέχῃ τὸν ξένον, μὴ δέξῃ· εἰ δὲ ὡς τὸν Χριστὸν δέχῃ, μὴ ἐπαισχυνθῇς τοῦ Χριστοῦ νίψαι τοὺς πόδας. Οὐχ ὁρᾷς πόσοι τῶν ἐπηρεαζομένων εἰς ἀνδριάντων κατέφυγον πόδας; Καίτοι γε ἀναίσθητος ἡ ὕλη, καὶ ἄψυχος ὁ χαλκός· ἀλλ' ὅμως ἐπειδὴ βασιλέων εἰσὶν εἰκόνες, προσεδόκησάν τινα καρπώσασθαι παρὰ τῶν ποδῶν ἐκείνων ὠφέλειαν. Σὺ δὲ οὐκ ἀναισθήτους πόδας, οὐδὲ ἄψυχον ὕλην, ἀλλ' εἰκόνα ἔνδον ἔχουσαν τὸν βασιλέα θεωροῦσα πρὸς σὲ εἰσιοῦσαν, οὐ προστρέχεις, εἰπέ μοι, καὶ τοὺς πόδας κατέχεις, καὶ παντὶ θεραπεύῃ τρόπῳ; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; πόσης δὲ οὐκ ἂν εἴη τοῦτο αἰσχύνης; Ἐννόησον τίνι κοινωνεῖς φυσωμένη, καὶ πρὸς ἀλαζονείαν ἐπαιρομένη, καὶ τοῦ ξένου τὴν θεραπείαν αἰσχυνομένη. Τῷ διαβόλῳ δηλονότι· ἐκείνου γὰρ ἡ ὑπερηφανία νόσημα. Ἂν δὲ προσδράμῃς, ἐννόησον τίνα μιμῇ. Τὸν Δεσπότην τὸν σὸν, καὶ τὸ τοῦ Χριστοῦ ποιεῖς ἔργον. Ποία τοίνυν αἰσχύνη, ἢ ποῖον ὄνειδος τῷ Δεσπότῃ κοινωνεῖν, εἰπέ μοι; Αἰσχύνη μὲν οὖν τὸ ταῦτα ἐπαισχύνεσθαι, καὶ νομίζειν ὄνειδος εἶναι, ὅπερ ἐποίησεν ὁ Χριστός· μεγάλα δύνανται πόδες ἁγίων εἰς οἰκίαν εἰσιόντες· αὐτὸ τὸ ἔδαφος ἁγιάζουσι, θησαυρὸν μυρίων εἰσάγουσιν ἀγαθῶν, φύσιν πεπηρωμένην διορθοῦνται, λιμὸν λύουσι, πολλὴν εἰσάγουσι τὴν εὐπορίαν. Οὕτω καὶ οἱ πόδες τοῦ Ἠλίου εἰς τὴν οἰκίαν τῆς χήρας εἰςελθόντες καινόν τινα καὶ παράδοξον εὐετηρίας ἐπεδείξαντο τρόπον. Ἄρουραν τὴν οἰκίαν τῆς χήρας ἐποίησε, καὶ τὴν ὑδρίαν ἅλωνα. Καινός τις τρόπος σπόρου καὶ ἀμητοῦ ἐγίνετο τότε· ἔσπειρεν εἰς τὸ τοῦ δικαίου στόμα, καὶ τὰ καταβληθέντα μετὰ πολλῆς τῆς ἀφθονίας ἐκ τῆς ὑδρίας ἐθέριζεν· ἔσπειρεν ἄλευρον, καὶ ἐθέριζεν ἄλευρον· οὐκ ἐδεήθη βοῶν, καὶ ζεύγους, καὶ ἀρότρου, καὶ αὔλακος, οὐδὲ ὑετοῦ καὶ ἀέρος καὶ δρεπάνης, οὐδὲ ἅλωνος καὶ δραγμάτων, οὐδὲ ἀνέμων διακρινόντων ἀπὸ τοῦ καρποῦ τὰ ἄχυρα, οὐδὲ μύλης τριβούσης· ἀλλὰ ἐν μιᾷ καιροῦ ῥοπῇ τούτων ἁπάντων τὸ τέλος εὗρεν ἐπὶ τῆς ὑδρίας· καὶ δύο πηγὰς, τὴν μὲν ἀλεύρου, τὴν δὲ ἐλαίου διηνεκῶς ἀνῆκεν ἡ τοῦ προφήτου φωνή.