Ancient Greek · ~11 min
Section 14
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur 14
Not analysed yet
Τοιαῦτα τῶν ἁγίων τὰ δῶρα, καὶ δαψίλειαν καὶ εὐκολίαν ἔχει πολλήν. Τὰ μὲν γὰρ ἀπὸ τῆς γῆς δρεπόμενα δαπανᾶται, ἐκεῖναι δὲ αἱ πηγαὶ ἀντλούμεναι καθημέραν οὐκ ἐκενώθησαν, ἀλλ' ἦν ἰσοστάσιος πρὸς τὴν ἐκκένωσιν τῆς ἐπιῤῥοῆς ἡ μάχη. Τοιαῦτα χαρίζονται πόδες ἁγίων, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τούτων· καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς. Ἀλλ' ὥσπερ τιμώμενοι τοιαῦτα φέρουσι δῶρα, οὕτως ἀτιμαζόμενοι μεγάλην ἐπάγουσι κόλασιν καὶ πῦρ ἀπαραίτητον. Πόθεν τοῦτο δῆλον; Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Εἰς ἣν ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιός ἐστιν ἐν αὐτῇ, κἀκεῖ μείνατε, καὶ εἰσερχόμενοι λέγετε· Εἰρήνη τῇ οἰκίᾳ ταύτῃ. Ἵνα γὰρ μὴ λέγῃς, Δαπανῶ τὰ χρήματα, ἀναλίσκω τὴν οὐσίαν, τράπεζαν παρατιθεῖσα τοῖς ξένοις, αὐτὸν πρότερον τὸν εἰσιόντα παρασκευάζει σοι κομίσαι ξένια καὶ δῶρα πᾶσαν ὑπερβαίνοντα περιουσίαν. Ποῖα δὴ ταῦτα; Τῆς εἰρήνης τὴν χορηγίαν. Ταύτης γὰρ ἴσον οὐδέν. Ὁρᾷς μεθ' ὅσης εὐπορίας ὁ ἅγιος εἰσέρχεται εἰς τὴν οἰκίαν; Τὸ ῥῆμα τοῦτο ψιλὸν μέν ἐστι, μυρίων δὲ ἀγαθῶν ὑπόθεσις. Τί γὰρ ἀσφαλέστερον οἰκίας γένοιτ' ἂν εἰρήνης ἀπολαυούσης; Εἰρήνην δὲ ἐπεύχονται οἱ ἅγιοι τοῖς ὑποδεχομένοις, οὐ τὴν πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ τὴν πρὸς ἡμᾶς αὐτούς. Πολλάκις γοῦν πόλεμον ἐν τοῖς λογισμοῖς ἔχομεν, καὶ μηδενὸς ἐνοχλοῦντος ταραττόμεθα, καὶ ἐπιθυμίαι πονηραὶ συνεχῶς ἡμῖν ἐπανίστανται. Καὶ ταύτην οὖν καταστέλλει τὴν μάχην ἐκεῖνο τῶν ἁγίων τὸ ῥῆμα, καὶ πολλὴν ἔνδον ποιεῖ γαλήνην. Ὁμοῦ τε γὰρ ἐκεῖνος ἐφθέγξατο, καὶ πᾶσα ἐνθύμησις διαβολικὴ καὶ λογισμὸς ἄτοπος ἐδραπέτευσεν ἐκ τῆς ἡμετέρας ψυχῆς· ὥστε μείζονα λαμβάνεις ἢ δίδως. Κἂν μὲν δέξωνται, φησὶν, ὑμᾶς, ἐλθέτω ἡ εἰρήνη ἐπ' αὐτούς· ἐὰν δὲ μὴ δέξωνται, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν, λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἢ τῇ πόλει ἐκείνῃ. Ὁρᾷς ὅτι ἀτιμαζόμενοι πόδες ἁγίων πόσον ἐπάγουσι πῦρ; Διὰ τοῦτο κελεύει νίπτειν αὐτοὺς, ἵνα θεραπευόμενοι πολλὴν ἡμῖν προξενήσωσι παρὰ τῷ Θεῷ τὴν παῤῥησίαν· ὁμοῦ δὲ καὶ ἐκεῖνο διὰ ταύτης ἡμᾶς παιδεύει τῆς παραινέσεως, τὰ τῆς φιλοξενίας ἔργα δι' ἑαυτῶν ἅπαντα ἐπιτελεῖν. Μίμησαι τὸν Ἀβραὰμ, γενοῦ θυγάτηρ ἐκείνου, ὃς τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων οἰκογενεῖς, αὐτὸς μετὰ τῆς γυναικὸς διενείματο τῆς φιλοξενίας τὸν καρπόν· καὶ ὁ μὲν δάμαλιν ἔφερεν, ἡ δὲ ἐφύρασεν ἄλευρον. Τούτους καὶ σὺ ζήλωσον· οὐ γὰρ τὸ δοῦναι χρήματα μόνον, ἀλλὰ καὶ τὸ διακονῆσαι τοῖς δεομένοις πολὺν ἔχει τὸν μισθόν. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι τοὺς ἑπτὰ ἐκείνους τοὺς περὶ Στέφανον ἐπέστησαν τῇ τοιαύτῃ διακονίᾳ. Καίτοι γε οὐδὲν οἴκοθεν ἐκεῖνοι παρεῖχον τοῖς πένησιν, ἀλλὰ τὰ παρ' ἑτέρων διδόμενα ᾠκονόμουν καλῶς· ἀλλ' ὅμως μέγαν ἀπηνέγκαντο τὸν μισθὸν, ὅτι τὰ παρ' ἑτέρων διδόμενα καλῶς καὶ μετὰ ἀκριβείας ᾠκονόμουν ἁπάσης.