Ancient Greek · ~10 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur 3
Not analysed yet
Καθάπερ γάρ εἰσι παρθένων χοροὶ, οὕτω καὶ χηρῶν τὸ παλαιὸν ἦσαν χοροὶ, καὶ οὐκ ἐξῆν αὐταῖς ἁπλῶς εἰς τὰς χήρας ἐγγράφεσθαι. Οὐ περὶ ἐκείνης οὖν λέγει τῆς ἐν πενίᾳ ζώσης καὶ δεομένης βοηθείας, ἀλλὰ περὶ ταύτης τῆς ἑλομένης χηρείαν. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ ταύτης ἀπαιτεῖ χρόνον; Οἶδεν ὅτι πυρά τίς ἐστιν ἡ νεότης, καὶ πέλαγος κυμάτων γέμον καὶ πολλὰς ἔχον ἐπαναστάσεις. Ἐπειδὰν οὖν μέλλωσιν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχειν, καὶ ὥσπερ ἐν λιμένι διατρίβωσι τῷ γήρᾳ, τῶν ἐπιθυμιῶν αὐταῖς σβεσθεισῶν, μετὰ ἀδείας αὐτὰς εἰς τὸν χορὸν εἰσάγει τοῦτον. Τί οὖν, οὐχὶ πολλαὶ, φησὶ, καὶ μετὰ εἰκοστὸν ἔτος ἀρξάμεναι μέχρι τέλους διέλαμψαν, καὶ τὸν ζυγὸν ἤνεγκαν, καὶ ἀποστολικὸν ἐπεδείξαντο βίον; κωλύσομεν οὖν ἐκείνας, εἰπέ μοι, καὶ βουλομένας ἐν χηρείᾳ ζῇν ἀναγκάσομεν δευτέροις ὁμιλῆσαι γάμοις; καὶ ποῦ τοῦτο ἄξιον ἀποστολικῆς γνώμης; τί οὖν ἐστι τὸ λεγόμενον; Προσέχετε μετὰ ἀκριβείας, ἀγαπητοὶ, αὐτῇ τῇ σημασίᾳ τῆς λέξεως. Οὐ γὰρ εἶπε, Χήρα γινέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα, ἀλλὰ, Χήρα καταλεγέσθω· καὶ πάλιν οὐκ εἶπε, Χῆραι νεώτεραι μὴ καταλεγέσθωσαν, ἀλλὰ, Τὰς νεωτέρας δὲ χήρας παραιτοῦ· πρὸς γὰρ τὸν Τιμόθεον ταῦτα διαλέγεται. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων εὐχείρωτοι περὶ κακηγορίας εἰσὶ, καὶ τὰς γλώττας κατὰ τῶν τῆς Ἐκκλησίας προεστώτων ἠκονήκασι, βουλόμενος ἐξαρπάσαι τὸν ἄρχοντα τῶν ἐγκλημάτων, τούτους τίθησι τοὺς νόμους, καί φησι· Σὺ παραιτοῦ, καὶ σὺ μὴ κατάλεγε. Ἂν αὐτὴ βούληται οἴκοθεν καὶ παρ' ἑαυτῆς αἱρεῖσθαι ταῦτα, ποιείτω· σὺ μέντοι μὴ καταδέξῃ μηδέπω, ἵνα μὴ λέγωσιν ὅτι Νεωτέραν οὖσαν, γήμασθαι βουλομένην, οἰκίας προστῆναι, ὁ δεῖνα κατηνάγκασε· διὰ τοῦτο ἔπεσε, καὶ ὑπεσκελίσθη. Σὺ μὴ καταλέξῃς αὐτὴν, ἵνα, κἂν πέσῃ, τῶν ἐγκλημάτων ᾖς ἀπηλλαγμένος· κἂν μὴ πέσῃ, μετὰ πλείονος ἀσφαλείας τῷ προσήκοντι καιρῷ καταλέξῃς. Εἰ δὲ λέγει, Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, ἄκουσον ποίας φησὶ νεωτέρας, τὰς μετὰ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ βουλομένας γαμεῖν, τὰς φλυάρους, τὰς περιέργους, τὰς περιερχομένας τὰς οἰκίας, τὰς λαλούσας τὰ μὴ δέοντα, τὰς ἐκτραπείσας ὀπίσω τοῦ Σατανᾶ. Οὐ γὰρ εἰπὼν ἁπλῶς, Βούλομαι νεωτέρας γαμεῖν, ἐσίγησεν, ἀλλὰ λέγει καὶ ποίας νεωτέρας, καὶ τὰ πτώματα αὐτῶν ἔπεισι. Ποῖα πτώματα; Ὅταν καταστρηνιάσωσι, φησὶ, τοῦ Χριστοῦ, γαμεῖσθαι θέλουσι, καὶ ἀργαὶ μανθάνουσι, καὶ περίεργοι, περιερχόμεναι τὰς οἰκίας, λαλοῦσαι τὰ μὴ δέοντα, καὶ ἐξετράπησαν. Τίνος ὀπίσω; Τοῦ Σατανᾶ. Ἐπεὶ οὖν μετὰ τὸ χηρείαν ἑλέσθαι, καὶ ταύτην πᾶσαν ὑπομεῖναι τὴν ἀσχημοσύνην, βούλονται γαμῆσαι πάλιν, βέλτιον πρὶν ἔχεσθαι, καὶ τὰς πρὸς τὸν Χριστὸν καταπατῆσαι συνθήκας, ἐπὶ τοῦτο ἐλθεῖν· ὡς εἰ μή τις εἴη τοιαύτη, οὐκ ἐπιτίθησιν ἀνάγκην γάμου δευτέρου.