Ancient Greek · ~7 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur 5
Not analysed yet
Ταῦτα δὲ λέγομεν οὐχὶ νομοθετοῦντες δεύτερον ἀποστρέφεσθαι γάμον, ἀλλὰ παραινοῦντες καὶ συμβουλεύοντες μετὰ σωφροσύνης ἀρκεῖσθαι τῷ προτέρῳ. Ἕτερόν ἐστιν παραινεῖν καὶ συμβουλεύειν, ἕτερον νομοθετεῖν. Ὁ μὲν γὰρ παραινῶν καὶ συμβουλεύων, κύριον ἀφίησι τὸν ἀκούοντα τῆς τῶν συμβουλευομένων αἱρέσεως εἶναι· ὁ δὲ νομοθετῶν, ταύτην παραιτεῖται τὴν ἐξουσίαν αὐτῶν. Ἀλλ' ἡ Ἐκκλησία οὐ νομοθετεῖ ταῦτα, ἀλλὰ παραινεῖ μόνον· καὶ γὰρ καὶ δεύτερον ἐπέτρεψε γάμον ὁ Παῦλος, οὕτως εἰπών· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ. Ὥσπερ οὖν καλὸν μὲν ὁ γάμος, κρείσσων δὲ ἡ παρθενία· οὕτω καλὸν μὲν καὶ ὁ δεύτερος γάμος, κρείσσων δὲ αὐτοῦ ὁ πρῶτος καὶ μόνος. Οὐ τοίνυν ἐκβάλλομεν δεύτερον γάμον, οὐδὲ νομοθετοῦμεν ταῦτα, ἀλλὰ παραινοῦμεν, εἴ τις δύναιτο σωφρονεῖν, ἐπὶ τῷ προτέρῳ μένειν. Παραινοῦμεν δὲ καὶ συμβουλεύομεν καὶ δι' αὐτὴν τῆς οἰκίας τὴν ἀσφάλειαν· μάχης γὰρ πολλάκις καὶ πολέμων καθημερινῶν ὁ δεύτερος γάμος ἀρχὴ καὶ πρόφασις γέγονε. Πολλάκις γοῦν ἀνὴρ ἐπὶ τραπέζης καθήμενος, τῆς προτέρας γυναικὸς ἀναμνησθεὶς ἐπὶ τῆς δευτέρας, ἐδάκρυσεν ἠρέμα· ἡ δὲ εὐθέως ἠγρίανε, καὶ καθάπερ θηρίον ἐπεπήδησε, τῆς φιλοστοργίας αὐτὸν τῆς πρὸς ἐκείνην ἀπαιτοῦσα δίκην· κἂν ἐπαινέσαι τὴν ἀπελθοῦσαν θελήσῃ, γίνεται πολέμου καὶ μάχης πρόφασις ἡ τῶν ἐγκωμίων ὑπόθεσις. Καὶ πρὸς μὲν τοὺς ἐχθροὺς ἀπελθόντας σπενδόμεθα, καὶ μετὰ τῆς ζωῆς αὐτῶν καὶ τὴν πρὸς αὐτοὺς καταλύομεν ἔχθραν· ἐπὶ δὲ τῶν γυναικῶν τοὐναντίον ἅπαν. Ἣν γὰρ οὐκ εἶδεν, ἧς οὐκ ἤκουσε, παρ' ἧς οὐδὲν ἔπαθε δεινὸν, ταύτην μισεῖ καὶ ἀποστρέφεται, καὶ οὐδὲ ὁ θάνατος τὸ μῖσος σβέννυσι. Τίς εἶδε, τίς ἤκουσε ζηλοτυπουμένην κόνιν, καὶ πολεμουμένην τέφραν;