Ancient Greek · ~9 min
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur 6
Not analysed yet
Ἀλλ' οὐ μέχρι τούτου τὸ δεινόν· ἀλλὰ κἂν γένωνται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γένωνται, πόλεμος πάλιν καὶ μάχη. Μὴ γενομένων μὲν γὰρ ὀδυνᾶται μειζόνως, καὶ διὰ τοῦτο, καθάπερ πολεμίους καὶ τὰ μέγιστα ἠδικηκότας τοὺς τῆς προτέρας ὁρᾷ, διὰ τῆς ἐκείνων ζωῆς τῆς οἰκείας ἀπαιδίας σαφεστέραν λαμβάνουσα αἴσθησιν. Ἂν δὲ γένωνται, πάλιν οὐκ ἔλαττον τὸ δεινόν. Ὁ μὲν γὰρ ἀνὴρ πολλάκις φιλοστόργως πρὸς τὴν ἀπελθοῦσαν διακείμενος ἀντέχεται τούτων, φιλῶν τε ὁμοῦ καὶ ἐλεῶν τῆς ὀρφανίας αὐτούς· ἐκείνη δὲ πανταχοῦ τοὺς αὐτῆς προτιμᾶσθαι βούλεται, καὶ οὐδὲ ἐν ἀδελφῶν τάξει, ἀλλ' ἐν οἰκετῶν ἀπεῤῥιμμένων εἶναι βούλεται τούτους· ἅπερ ἅπαντα οἰκίαν ἀνατρέψαι δύναιτ' ἂν, καὶ τῷ γεγαμηκότι ποιῆσαι τὸν βίον ἀβίωτον. Διὰ ταῦτα παραινοῦμεν, εἰ δυνατὸν, σωφρονεῖν, στέργειν τῷ προτέρῳ γάμῳ, καὶ μήτε νυμφίους τὰς γυναῖκας, μήτε γυναῖκας τοὺς ἄνδρας ἐπεισάγειν, ὥστε μὴ τὴν οἰκίαν ἀνατρέπεσθαι πᾶσαν. Τίνος δὲ ἕνεκεν περὶ χηρείας διαλεγόμενος, οὐκ ἠρκέσθη τῷ προτέρῳ μόνῳ, τῷ εἰπεῖν, Ἑνὸς ἀνδρὸς γυνή; Ἵνα μάθῃς, ὅτι χήραν ποιεῖ οὐ τὸ μὴ γαμῆσαι δεύτερον μόνον ἁπλῶς, ἀλλὰ τὸ κομᾷν ἐν ἔργοις ἀγαθοῖς, ἐν ἐλεημοσύνῃ καὶ φιλανθρωπίᾳ, καὶ ταῖς τῶν ξένων θεραπείαις. Εἰ γὰρ τὰς παρθένους οὐδὲν ὠφέλησεν ἡ παρθενία (καίτοι πολλῷ μείζων χηρείας ἡ παρθενία), ἀλλ' ἀπῆλθον, σβεσθέντος αὐταῖς τοῦ πυρὸς τῶν λαμπάδων, ἠτιμωμέναι, ἐπειδὴ τὸν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἐλεημοσύνης οὐκ ἔσχον ἐπιδεῖξαι καρπὸν, πολλῷ μᾶλλον αἱ χῆραι. Ἐκείνης γοῦν ἀκούσας τῆς παραβολῆς ὁ Παῦλος, καὶ φοβούμενος ὑπὲρ τούτων, πολλὴν ὑπὲρ τοῦ πράγματος ποιεῖται τὴν ἀκριβολογίαν, ἵνα μὴ τῇ μονογαμίᾳ θαῤῥοῦσαι τῆς λοιπῆς ἀρετῆς καταμελήσωσι· διὰ τοῦτό φησιν, Ἐν ἔργοις καλοῖς μαρτυρουμένη· ὥσπερ γὰρ καλὸν ἡ παρθενία, χωρὶς δὲ τῶν λοιπῶν ἄκαρπος γέγονε, καὶ τοῦ νυμφῶνος ἀπέκλεισεν· οὕτω καλὸν ἡ χηρεία, χωρὶς δὲ τῆς λοιπῆς ἀρετῆς μάταιόν ἐστι καὶ περιττόν. Διὰ τοῦτο οὐ μέχρι τοῦ μὴ δεύτερον ἐπεισάγειν ἄνδρα τὴν παραίνεσιν ἔστησεν ὁ Παῦλος, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείονα καὶ μείζονα ἀπαιτεῖ παρὰ τῆς χήρας. Καὶ καθάπερ οἱ τοὺς στρατιώτας καταλέγοντες σώματος ζητοῦσιν εὐεξίαν, οὕτω καὶ οὗτος εἰς τὸ τοῦ Χριστοῦ στρατόπεδον αὐτὴν καταλέγων, ψυχῆς εὐεξίαν ἐζήτησε καὶ εὐτονίαν καὶ τὴν ἐν ἅπασι τοῖς ἀγαθοῖς ἔργοις σπουδὴν, οὕτω λέγων· Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν. εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τούτων γὰρ ἕκαστον δοκεῖ μὲν εἶναι ῥῆμα ψιλὸν, πολλὴν δὲ ἐν ἑαυτῷ συνέχει τὴν ζωήν.