Ancient Greek
Chapter 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 1.8.1
Not analysed yet
Τούτων γοῦν ἀμελουμένων καὶ πόλεις πολλάκις ἀνετράπησαν καὶ ἀπὸ θρόνων ἄρχοντες κατηνέχθησαν καὶ πόλεμος ἄσπονδος γέγονεν· ὥσπερ κατορθουμένων εἰρήνη πολλὴ καὶ εὐνομία καὶ ἀσφάλεια πρὸς ἀρετὴν χειραγωγοῦσα. Οἱ ἄρχοντές σου ἀπειθοῦσιν. Μεγίστης νόσου καὶ διαστροφῆς σημεῖον, ὅταν οἱ ἰατροὶ τὰς νόσους ἐπιτρίβωσιν. Ἀρχόντων γὰρ τοῦ δήμου τὰς ἀταξίας καταστέλλειν καὶ πρὸς τὸ δέον ῥυθμίζειν καὶ τῷ νόμῳ ποιεῖν καταπειθεῖς· ὅταν δὲ αὐτοὶ πρῶτοι τοὺς νόμους παραβαίνωσι, πῶς ἂν ἑτέροις γένοιντο διδάσκαλοι; Τὸ γὰρ Ἀπειθοῦσιν, τουτέστιν, οὐ πείθονται τῷ νόμῳ, οὐκ ἀνέχονται τῶν ἐντολῶν· ὃ καὶ Παῦλος ἐγκαλεῖ λέγων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὅταν οὖν ἡ ῥίζα διεφθαρμένη ᾖ, τί χρηστόν ἐστι περὶ τῶν κλάδων ὑποπτεύειν; Κοινωνοὶ κλεπτῶν. Προσθήκη κατηγορίας, ὅτι οὐ μόνον οὐ καταστέλλουσι τὰ δεινά, ἀλλὰ καὶ ἀντιτείνουσιν· οὐ μόνον οὐ πολεμοῦσι τοῖς κλέπταις, ἀλλὰ καὶ συμπράττουσιν, ἐκ διαμέτρου τῆς προσηκούσης ἀρετῆς ἄρχοντι τὴν κακίαν μετιόντες. Ἀγαπῶντες δῶρα. Ἕτερον φιλοχρηματίας εἶδος χαλεπόν, εὐπρόσωπον μὲν ὑπόθεσιν ἔχον, ἐν προσχήματι δὲ φιλοφροσύνης τὴν ἐσχάτην πλεονεξίαν ἐπιδεικνύμενον. Διώκοντες ἀνταπόδομα. Μνησικακοῦντες τοῖς ἐχθροῖς, ἀνταποδοῦναι σπουδάζοντες τοῖς λελυπηκόσιν, ὅπερ μέγιστον κακίας εἶδος. Δι' ὃ οὐκ ἐν τῇ Καινῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ μετὰ πολλῆς εἴργεται τῆς σπουδῆς. Κακίαν γὰρ ἕκαστος, φησί, τοῦ πλησίον αὐτοῦ μὴ μνησικακεῖτε ἐν ταῖς καρδίαις ὑμῶν. Μάλιστα μὲν γὰρ καὶ τὸ δημοτικόν, πολλῷ δὲ μᾶλλον τὸν ἄρχοντα ταύτης δεῖ καθαρεύειν τῆς κακίας καὶ τοῦ πρὸς ἀπέχθειαν ψηφίζεσθαι τοῖς κρινομένοις ἀπηλλάχθαι, ἵνα μὴ ὁ λιμὴν σκόπελος γένηται. Ὀρφανοῖς οὐ κρίνοντες. Τουτέστιν, οὐ προϊστάμενοι, ὥστε τῶν δικαίων τυχεῖν. Καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Παρατηρητέον ὅτι οὐ τὸ κακοποιεῖν, ἀλλ' ὅτι καὶ τὸ ἀγαθὸν μὴ ἐργάζεσθαι ἐν τάξει κεῖται πονηρίας, καθάπερ οὖν καὶ ἐν τῇ Καινῇ. Οἱ γὰρ πεινῶντα μὴ θρέψαντες οὐχ ὅτι τὰ ἀλλότρια ἥρπασαν, ἀλλ' ὅτι τὰ αὐτῶν οὐ προήκαντο τοῖς δεομένοις, εἰς τὸ τῆς γεέννης πέμπονται πῦρ· ὥσπερ οὖν καὶ οὗτοι νῦν ἐγκαλοῦνται, οὐχ ὅτι πλεονεκτοῦσιν, οὐδ' ὅτι καταδυναστεύουσιν, ἀλλ' ὅτι καὶ τοῖς δεομένοις τῆς αὐτῶν βοηθείας οὐκ ὀρέγουσι χεῖρα. Διὰ τοῦτο τάδε λέγει ὁ Δεσπότης Κύριος Σαβαώθ, ὁ δυνάστης τοῦ Ἰσραήλ· τουτέστι, τοῦ λαοῦ. Οὐχ ἁπλῶς δὲ τέθεικεν τὸ δυνάστης, ἀλλὰ ἀναμιμνῄσκων αὐτοὺς καὶ τῶν παρ' ἐλπίδας εὐεργεσιῶν καὶ τῶν χαλεπῶν κολάσεων ἃς ὑπέμειναν. Ἐπειδὴ γὰρ πολλὰ πολλάκις ἁμαρτάνοντες καὶ πολλῆς ἀπολαύοντες τῆς μακροθυμίας εἰς ῥᾳθυμίαν ἐνέπιπτον, τοῦτο ἐνδείξασθαι βούλεται, ὅτι δυνατὸν ὅτε βούλεται ἐπεξελθεῖν, καὶ οὐ δεῖται καιρῶν, οὐδὲ χρόνων, ἀλλ' ἕτοιμα αὐτῷ πάντα καὶ παρεσκευασμένα. Οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἰσραήλ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις μου. Τί γὰρ ἀθλιώτερον τῶν τὸν Θεὸν πολέμιον ἐχόντων; Οὐ παύσεται δὲ ἔλεγεν, οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐμβάλῃ, ἀλλ' ἵνα αὐξήσας τὸν φόβον εἰς μετάνοιαν καλέσῃ. Τοῦ γάρ· Οὐ παύσεται ὁ θυμός, φοβερώτερον τό· Ἐν τοῖς ὑπεναντίοις μου. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν παροξύνειν εἴωθεν, ὡς ἡ κατὰ τῶν πενήτων ἀδικία κατ' αὐτοὺς γινομένη. Οὐαὶ δὲ τοῖς ἰσχύουσιν ἔλεγεν, οὐχ ἁπλῶς τὴν δύναμιν διαβάλλων, ἀλλὰ τὴν ἐπὶ κακῷ δύναμιν. Ἰσχὺν δὲ ἐνταῦθα οὐ τὴν τοῦ σώματός φησιν, ἀλλὰ τὴν ἀπὸ τῆς τῶν πραγμάτων περιβολῆς δυναστείαν. Καὶ κρίσιν ποιήσω ἐκ τῶν ἐχθρῶν μου. Κολάσω τοὺς ἐχθρούς μου, ἐχθροὺς αὐτοῦ λέγων τοὺς τῶν πενήτων ἐχθροὺς διὰ τὸ ἐπηρεάζειν ὄντας· τοῦτο δὲ ἔλεγεν, ἵνα μάθῃς τῆς ἀδικίας τὸ μέγεθος. Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν. Ἵνα μάθῃς, ὅτι οἵα ἂν ᾖ ἡ ὀργὴ τοῦ Θεοῦ καὶ ἡ τιμωρία, οὐκ ἐπὶ κακῷ καὶ τῷ δοῦναι δίκην γίνεται μόνον, ἀλλ' ἐπὶ τῷ βελτίους γενέσθαι καὶ αὐτοὺς τοὺς κολαζομένους. Καὶ πυρώσω σε, φησίν, εἰς καθαρόν. Οὐ τοίνυν ὅταν κολαζώμεθα, ἀλλ' ὅταν ἁμαρτάνωμεν, τότε ἀλγεῖν δίκαιον· τὸ μὲν γὰρ ῥύπον, τὸ δὲ καθαρμὸν ἐργάζεται. Τί δέ ἐστιν; Εἰς καθαρόν; Ὡς μηδὲ ἴχνος εἶναι παρὰ σοὶ κηλῖδος. Ὅπερ γάρ ἐστι τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο τοῖς ῥᾳθύμοις ἡ τιμωρία. Τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω. Οἱ μὲν γὰρ ἀνίατα νοσοῦντες, φησί, καὶ οὐδὲ τιμωρίαις εἴκοντες ἀπολοῦνται. Τί γὰρ ὄφελος τῆς τούτων ζωῆς, ὅταν καὶ ἑαυτοῖς καὶ ἑτέροις ἐπιβουλεύωσιν ἐν τῷ ζῇν; Οἱ δὲ ἐκ τῆς ἐκείνων τιμωρίας δυνάμενοι βελτίους γενέσθαι μενοῦσιν. Δοκεῖ δέ μοι ἐνταῦθα καὶ τὴν αἰχμαλωσίαν αἰνίττεσθαι.