Ancient Greek
Chapter 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 1.9.1
Not analysed yet
Καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχῆς. Ἐνταῦθα τὴν ἐπάνοδόν φησι. Τῶν τε γὰρ ἀνίατα νοσούντων ἀναιρεθέντων, τῶν τε ἐπιμέλειαν δέξασθαι δυναμένων διορθωθέντων, εὐκαίρως καὶ τὸ λοιπὸν τῆς θεραπείας εἶδος προστίθεται, δοκίμων ἀρχόντων ἐπιστασίᾳ καὶ συμβούλων ἀγαθῶν φορᾷ, ἵνα καὶ τοῦ σώματος εἴκοντος τοῖς φαρμάκοις καὶ τῶν ἰατρῶν ἀρίστων ὄντων, πανταχόθεν πρὸς ὑγίειαν ἐπανίῃ τὰ τῆς πόλεως μέρη. Οὐ γὰρ μικρὸν εὐεργεσίας εἶδος ἀρχόντων ἐπιτυγχάνειν ἀγαθῶν. Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. Καίτοι γε οὐδαμοῦ τοῦτο εὑρίσκομεν τὸ ὄνομα τῇ πόλει τῶν Ἱεροσολύμων ἐπιτεθέν. Τί οὖν ἂν εἴποιμεν; Ὅτι τὴν ἀπὸ τῶν πραγμάτων προσηγορίαν ἐνταῦθά φησι. Τοῦτο δὲ ἡμῖν οὐ μικρὸν συμβαλεῖται, ὅταν ἀπαιτῶσιν ἡμᾶς Ἰουδαῖοι τοῦ Ἐμμανουὴλ τὴν ἑρμηνείαν. Ἐπειδὴ γὰρ Ἡσαΐας ἔφησε τὸν Χριστὸν οὕτως ὀνομασθήσεσθαι, οὐδαμοῦ δὲ ὠνόμασται, εἴποιμεν ἂν πρὸς αὐτοὺς ὅτι τὴν ἀπὸ τῶν πραγμάτων σημασίαν ἔφησεν ὄνομα εἶναι· ὥσπερ οὖν καὶ ἐνταῦθα. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης. Μετὰ κρίματος, τουτέστι, μετὰ δίκης καὶ κολάσεως καὶ τιμωρίας τῶν πολεμίων. Μετὰ ἐλεημοσύνης, τουτέστι, πολλῆς τῆς φιλανθρωπίας. Δύο ἐνταῦθα ἐπαγγέλλεται μέγιστα αὐτοῖς δῶρα, τό τε δίκην δοῦναι τοὺς ἀπαγαγόντας τό τε αὐτοὺς πολλῆς ἀπολαῦσαι τῆς εὐημερίας, ὧν ἕκαστον καὶ καθ' ἑαυτὸ μεγίστην ἱκανὸν παρασχεῖν ἡδονήν· ὅταν δὲ καὶ ἀμφότερα συνδράμῃ, ἄφατος γένοιτ' ἂν ἡ εὐφροσύνη. Ἄλλως τε καὶ δεῖξαι βουλόμενος, ὅτι καὶ μετὰ τὴν μακρὰν αἰχμαλωσίαν οὐ διὰ τὸ δοῦναι δίκην ἀξίαν καὶ τὸ τὰ ἁμαρτήματα ἀποκείρασθαι, ἀλλὰ διὰ τὴν φιλανθρωπίαν τὴν αὐτοῦ πρὸς τὴν οἰκείαν ἐπανάγονται καὶ ἐλέου μᾶλλόν ἐστιν ἡ σωτηρία ἢ ἀντιδόσεως καὶ ἀμοιβῆς, ἐπήγαγε· Καὶ μετ' ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Τρίτον καὶ τοῦτο εὐεργεσίας εἶδος, τὸ μηδένα εἶναι τὸν παρασύροντα καὶ πρὸς ἀπάτην ἕλκοντα, ἀλλ' ἐκποδὼν γίνεσθαι τοὺς τῆς πονηρίας διδασκάλους. Καὶ οἱ ἐγκαταλείποντες τὸν Κύριον συντελεσθήσονται. Οἱ δὲ ἀσεβεῖς, φησίν, ἀπολοῦνται. Διότι νῦν αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἐφ' οἷς αὐτοὶ ἐβούλοντο. Τινὲς μὲν καὶ κατὰ τὸν παρόντα καιρὸν τὰ εἰρημένα ἁρμόζειν ἐπιχειροῦσιν· ἀλλ' ἡμεῖς οὔτε ἐκείνους αἰτιασόμεθα καὶ τῇ ἀκολουθίᾳ ἑψόμεθα. Ταῦτα γάρ ἐστιν, ἃ συμβήσεσθαί φησιν ἐπὶ τῆς τῶν πολεμίων ἐφόδου. Ὅταν γὰρ τοῦ βαρβάρου τὴν χώραν κατατρέχοντος καὶ τὴν πόλιν περικαθημένου καὶ πάντας ὡς ἐν δικτύοις μέσους ἔχοντος, μηδεὶς ὁ ἀμύνων ᾖ καὶ τὸ νέφος ἐκεῖνο διακρουόμενος διὰ τὴν ἐγκατάλειψιν τοῦ Θεοῦ, εἰκότως καὶ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς πείρας πολλὴ κατασκεδασθήσεται τῶν τὰ εἴδωλα θεραπευόντων ἡ αἰσχύνη. Ἐφ' οἷς αὐτοὶ ἐβούλοντο, περὶ ἃ ἐσπουδάκεισαν, φησί. Καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν, ἐφ' οἷς αὐτοὶ ἐποίησαν. Ἐν τάξει διηγήσεως τὴν κατηγορίαν τίθησιν. Ἤρκει γάρ, φησί, καὶ πρὸ τῆς τῶν τραυμάτων ἐκβάσεως, καὶ αὐτὸς τῆς τοιαύτης εἰδωλοποιίας ὁ τρόπος αὐτοὺς καταισχῦναι. Τί γὰρ αἰσχρότερον τοῦ θεόν τινα ἑαυτῷ ποιεῖν; Καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν, ἐφ' οἷς ἐπεθύμησαν. Οὐ γὰρ δὴ ξόανα προσεκύνουν μόνον, ἀλλὰ καὶ δένδρα ἐν κήποις ἐθεράπευον. Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα. Ἤτοι τὰ εἴδωλα ἢ αὐτοὶ οἱ τὴν πόλιν οἰκοῦντες. Τὴν δὲ εἰκόνα τοῦ δένδρου τούτου παρήγαγε, διά τε τὸ ἐγχώριον εἶναι μάλιστα τὸ φυτὸν καὶ πολὺ παρ' αὐτοῖς καὶ διὰ τὸ σφόδρα ἀνθεῖν καὶ τεθηλέναι, ἡνίκα ἂν ἀκμάζῃ, καὶ ἐσχάτην ἀμορφίαν ἐνδείκνυσθαι, ἐπειδὰν ἀποβάλλῃ τὰ φύλλα. Καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἡ δευτέρα εἰκὼν τῆς προτέρας σαφεστέρα καὶ πιστουμένη τὸν ἐπὶ τῇ προτέρᾳ λόγον εἰρημένον. Οὔτε γὰρ παραδείσου θάλλοντος τερπνότερον οὔτε ἐρημωθέντος ἀτερπέστερον, ἅπερ ἀμφότερα γέγονεν ἐπὶ τῆς μητροπόλεως ἐκείνης. Πάντοτε γὰρ ἦν ἀμείνων καὶ λαμπροτέρα, μυρίοις καλλωπιζομένη κόσμοις· καὶ πάντων εὐτελεστέρα γέγονε καὶ αἰσχροτέρα, τοσοῦτον ἀθρόον εὐκοσμίας ἀποβαλοῦσα πλοῦτον. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου. Αἱ πρότεραι μὲν εἰκόνες εἰς τὸ ἀτερπὲς παρελήφθησαν, αὕτη δὲ εἰς τὸ ἀσθενές· πᾶσαι δὲ σφόδρα ἐναργεῖς καὶ πολὺ τὸ σαφὲς καὶ ἐμφαντικὸν ἔχουσαι. Ὡς καλάμη στυππείου, τουτέστιν, ἀσθενεῖς. Καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθὴρ πυρός. Ἐνταῦθα δείκνυσιν ὅτι οἴκοθεν τὰ κακὰ καὶ αὐτοὶ τὴν αἰχμαλωσίαν ἔτεκον καὶ τὴν κάμινον ἀνῆψαν. Ὥσπερ γὰρ σπινθῆρες ἐμπίπτοντες πῦρ ἀνεγείρουσιν, οὕτω τὰ ἁμαρτήματα τούτων συναχθέντα τοῦ Θεοῦ τὴν ὀργὴν ἀνῆψεν. Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Πάλιν ἀπαγορεύει τὴν σωτηρίαν διὰ τὴν αὐτὴν πάλιν αἰτίαν οὐχ ἵνα ἀπογνῶσιν, ἀλλ' ἵνα ταύτῃ γοῦν ἀκμάζοντα τὸν φόβον δεξάμενοι, τὴν πολλὴν ἀποτινάξωνται ῥᾳθυμίαν. Καὶ ἕτερον δέ τι ἐνταῦθα αἰνίττεται, τὸ ἄμαχον αὐτοῦ τῆς δυνάμεως, καὶ ὅτι κολάζοντος αὐτοῦ καὶ τιμωρουμένου, οὐδεὶς ἀντιστῆναι καὶ καταλῦσαι δυνήσεται τὰ δεινά.