Ancient Greek · ~16 min
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 2.5.1
Not analysed yet
Καὶ ταῦτα δηλοῖ μὲν ἡ τῶν Βασιλειῶν ἱστορία σαφῶς, ὅλη δι' ὅλης ἐκ πολέμων ὑφαινομένη· δηλοῦσι δὲ οἱ προφῆται πάντες, τὰ γενόμενα ἀπαγγέλλοντες ταῦτα, καὶ πρὶν ἢ γενέσθαι προαναφωνοῦντες· καὶ ἐξ αὐτῆς, ὡς εἰπεῖν, τῆς ἡμέρας, ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων τυραννίδος, ἐν πολέμοις τὸν ἅπαντα χρόνον ἐβίωσαν. Ἀλλ' οὐχὶ νῦν οὕτως, ἀλλὰ πολλὴ κατὰ τὴν οἰκουμένην εἰρήνη. Εἰ δέ τινες γίνονται πόλεμοι, ἀλλ' οὐχ ὁμοίως ὡς πρότερον. Τότε μὲν γὰρ καὶ πόλεις πόλεσι καὶ χῶραι χώραις καὶ δῆμοι συνερρήγνυντο δήμοις καὶ ἔθνος ἓν εἰς πολλὰ διετέμνετο μέρη. Καὶ τοῦ Ἰησοῦ τὸ βιβλίον τις ἀναγνοὺς καὶ τῶν Κριτῶν εἴσεται πόσους ἡ Παλαιστίνη ἐν βραχεῖ πολέμους τότε ἐδέξατο καιρῷ. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπόν, ἀλλ' ὅτι πάντας ὅπλα αἱρεῖσθαι ὁ νόμος ἐκέλευσε, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουργίας ἦν. Καὶ οὐ παρὰ Ἰουδαίοις μόνον οὗτος ὁ νόμος ἐκράτει, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης· ὅπου γε καὶ ῥήτορες καὶ φιλόσοφοι ἐξωμίδος πλέον οὐδὲν ἔχοντες, πολέμου καλοῦντος, καὶ ἀσπίδα μετεχειρίζοντο καὶ ἐπὶ παρατάξεως ἵσταντο. Ὁ γοῦν παρ' Ἀθηναίοις μάλιστα λάμψας ἀπραγμοσύνης ἕνεκεν καὶ φιλοσοφίας Σωκράτης ὁ Σωφρονίσκου καὶ ἅπαξ καὶ δὶς ἐπὶ παρατάξεως ἔστη. Καὶ τῶν ῥητόρων τῶν παρ' αὐτοῖς τὸ κεφάλαιον Δημοσθένης ἀπὸ τοῦ βήματος ἐπὶ τὸν πόλεμον ἐξῄει πολλάκις. Εἰ δὲ ῥήτορας καὶ φιλοσόφους οὐδεὶς ἐξῄρητο νόμος τοῦ πολεμεῖν, σχολῇ γἂν ἕτερός τις τοῦ δήμου ταύτης ἀπήλαυσε τῆς ἀτελείας. Ἀλλ' οὐχὶ τούτων οὐδὲν νῦν γινόμενον ἴδοι τις ἄν. Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἔλαμψεν ἥλιος, καὶ πόλεις καὶ δῆμοι καὶ ἔθνη πάντα τοσοῦτον ἀπέχουσι τοῦ ζῇν ἐν κινδύνοις τοιούτοις, ὅτι οὐδὲ μεταχειρίζεσθαί τι τῶν πολεμικῶν ἴσασιν, ἀλλ' εἴσω πόλεων καὶ τειχῶν καθήμενοι, πόρρω τὰ τῶν πολέμων μανθάνουσι πράγματα, καὶ δῆμος ἅπας ἐν ἐλευθερίᾳ ζῇ καὶ ἀτελείᾳ τῆς πικροτάτης ταύτης λειτουργίας. Εἰ δέ που καὶ νῦν γίγνονται πόλεμοι, πόρρω που καὶ πρὸς τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, οὐ κατὰ πόλιν καὶ χώρας, ὡς ἔμπροσθεν. Τότε μὲν γάρ, ὡς ἔφθην εἰπών, καὶ ἐν ἑνὶ ἔθνει μυρίαι συνεχῶς ἐπαναστάσεις ἐγίγνοντο, καὶ πολυπρόσωποι πόλεμοι· νυνὶ δὲ ὅσην ἥλιος ἐφορᾷ γῆν ἀπὸ τοῦ Τίγρητος ἐπὶ τὰς Βρεττανικὰς νήσους, αὐτὴ πᾶσα, καὶ μετὰ ταύτης Λιβύη καὶ Αἴγυπτος καὶ Παλαιστινῶν ἔθνος, μᾶλλον δὲ ἅπαν τὸ ὑπὸ τὴν Ῥωμαίων· ἀρχὴν κείμενον. ἴστε δὲ ὡς αὗται αἱ πόλεις ἀδείας ἀπολαύουσι πάσης, ἀκοῇ τοὺς πολέμους μανθάνουσαι μόνον. Ἠδύνατο μὲν γὰρ καὶ τὰ λείψανα καθελεῖν ὁ Χριστός, ἀλλ' ἀφῆκε σωφρονισμοῦ τινος ὑπόθεσιν τοῖς ῥᾳθυμοῦσι καὶ ὑπὸ τῆς εἰρήνης χαυνοτέροις γινομένοις, τῶν βαρβάρων εἶναι τὰς ἐπιδρομάς. Καὶ ὁ προφήτης δὲ τοῖς δυναμένοις ἀκριβῶς συνιδεῖν αὐτὸ δὴ τοῦτο ᾐνίξατο, ὅπερ ἔφθην εἰπών, τὸ μηκέτι τὰς δι' ὀλίγου γίγνεσθαι ἐπαναστάσεις. Οὐ γὰρ εἶπεν, οὐκ ἔσται πόλεμος παντελῶς, ἀλλὰ τί; Οὐ μὴ ἄρῃ ἔθνος ἐπ' ἔθνος μάχαιραν· καὶ τὴν τῶν δήμων ἐλευθερίαν προστέθεικεν εἰπών, Οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν, οὔκουν ἴσμεν πολεμεῖν πλὴν ὀλίγων τῶν εἰς τοῦτο ἀποτεταγμένων στρατιωτῶν. Καὶ νῦν σύ, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ. Ἀπαρτίσας τὴν περὶ τῆς Ἐκκλησίας προφητείαν, πάλιν ἐπὶ τὴν ἱστορίαν μεταβαίνει, ὡς δὴ τῶν ἀκολούθων ἐχόμενος ῥημάτων. Τοιοῦτον γὰρ ἔθος τοῖς προφήταις, μὴ τῇ τῶν εἰρημένων ἀσαφείᾳ μόνον, ἀλλὰ καὶ τῷ σχήματι τῆς ἀκολουθίας συσκιάζειν τὴν προφητείαν. Διόπερ οὐδὲ ἀπηρτισμένον ποιεῖ τὸν λόγον ἀλλὰ ὡς μίαν τινὰ ἕλκων σειράν, οὕτω πρὸς τὴν τῶν Ἰουδαίων νουθεσίαν μεταβαίνει πάλιν, καί φησι· Καὶ νῦν σύ, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου· τουτέστι, ταῖς ἐντολαῖς αὐτοῦ, τῷ νόμῳ αὐτοῦ· Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς καὶ ζωὴ καὶ ἔλεγχος καὶ παιδεία· καὶ ὁ Δαυῒδ πάλιν φησίν· Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς· καί· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Καὶ πανταχοῦ οὕτω τὸν νόμον καλούμενον κατίδοι τις ἄν. Οὕτω καὶ Παῦλός φησι· Πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων. Οὐ γὰρ οὕτως αἱ τοῦ ἡλίου ἀκτῖνες χειραγωγοῦσιν ἡμῶν τοῦ σώματος τοὺς ὀφθαλμούς, ὡς αἱ τοῦ νόμου ἐντολαὶ καταυγάζουσι τὰ τῆς ψυχῆς ὄμματα.