Ancient Greek · ~13 min
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 2.6.1
Not analysed yet
Δεικνὺς τοίνυν ὁ προφήτης, ὅτι καὶ πρὸ τῆς ἀντιδόσεως καὶ πρὸ τῆς ἀμοιβῆς, ἐν αὐτῷ τῷ πληροῦσθαι τὴν ἀμοιβὴν παρέχουσιν ἡμῖν αἱ ἐντολαί, φῶς αὐτὰς ἐκάλεσεν. Ὥσπερ γὰρ ὀφθαλμὸς ἐν αὐτῷ τῷ φωτίζεσθαι κερδαίνει, οὕτω καὶ ψυχὴ ἐν αὐτῷ τῷ πείθεσθαι τῷ νόμῳ τὰ μέγιστα καρποῦται, ἐκκαθαιρομένη καὶ κακίας ἀπαλλαττομένη καὶ πρὸς αὐτὴν ἀναβᾶσα τὴν ἀρετήν· ὥσπερ οὖν τοὐναντίον οἱ παραβαίνοντες καὶ πρὸ τῆς κολάσεως ἐν αὐτῷ τῷ παραβαίνειν δίκην διδόασι, τῶν ἐν σκότει καθημένων ἀθλιώτερον διακείμενοι, φόβου καὶ τρόμου καὶ πονηροῦ γέμοντες συνειδότος καὶ ἐν μεσημβρίᾳ μέσῃ δεδοικότες καὶ τρέμοντες ἅπαντας, τοὺς συνειδότας, τοὺς οὐδὲν συνειδότας. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ· τουτέστιν, εἴασεν, ἀφῆκεν, παρεῖδεν, τῆς αὐτοῦ προνοίας ἐγύμνωσεν. Εἶτα φοβήσας, λέγει καὶ τὴν αἰτίαν, ὥστε αὐτοὺς διορθῶσαι τὰ γεγενημένα. Τίς οὖν ἐστιν ἡ αἰτία; Ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν κλῃδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Ἔμπροσθεν μὲν γὰρ καπηλείαν αὐτοῖς καὶ φιλαργυρίαν καὶ τὴν τῶν χηρῶν ὑπεροψίαν ἐνεκάλει· ἐνταῦθα δὲ καὶ δογμάτων πονηρῶν, καὶ ἀσεβείας λείψανα, κατὰ μικρὸν αὐτοὺς ὑποσύροντα πρὸς τὴν τῶν δαιμόνων πλάνην. Εἶτα καθικνούμενος αὐτῶν, οὐκ εἶπεν ὅτι κλῃδονίζονται ἁπλῶς, ἀλλ' ὅτι Ἐνεπλήσθη ἡ χώρα αὐτῶν. Μετὰ πολλῆς ὑπερβολῆς ἡ κακία αὐτῶν πάλιν ηὔξετο, φησίν. Ὥσπερ ἀνωτέρω ἔλεγε· Λαός, οὐχ ἁπλῶς ἁμαρτωλός, ἀλλά· Πλήρης ἁμαρτιῶν, οὕτω καὶ ἐνταῦθα· Ἐνεπλήσθη. Εἶτα πάλιν ἐπιτείνων τὸ ὄνειδος προσέθηκεν· Ὡς τὸ ἀπ' ἀρχῆς. Ἀπ' ἀρχῆς, πότε; Ὅτε Θεὸν οὐκ ἐγνώκεισαν, ὅτε νόμον οὐκ εἰλήφεισαν, ὅτε τῆς εὐεργεσίας αὐτοῦ πεῖραν εἰληφότες οὐκ ἦσαν, ὅτε μετὰ τῶν ἐθνῶν ἔζων, ὅπερ ἐσχάτης καταγνώσεως ἦν, μηδὲν ἄμεινον διακεῖσθαι νῦν, μετὰ τὴν τοσαύτην πρόνοιάν τε καὶ ἐπιμέλειαν, τῶν μηδενὸς τούτων ἀπολελαυκότων. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καταπλήττων αὐτοὺς πάλιν προστέθεικεν· Ὡς ἡ τῶν ἀλλοφύλων· τῇ συγκρίσει τοῦ προσώπου τὴν κατηγορίαν χαλεπωτέραν ποιῶν. Ὃ καὶ Παῦλος εἴωθεν ἐργάζεσθαι συνεχῶς· ὡς ὅταν λέγῃ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· καὶ πάλιν· Εἰδέναι ἕκαστον τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. Καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ προστέθεικε λέγων· Καθὼς καὶ τὰ λοιπὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Μάλιστα γὰρ οὗτος ὁ λόγος δάκνειν εἴωθε καὶ τοὺς σφόδρα ἀναπεπτωκότας. Εἰ δὲ Ἰουδαῖοι ταῦτα ἐγκαλοῦνται, τίνος ἂν τύχοιμεν συγγνώμης ἡμεῖς, ποίας ἀπολογίας, οἱ μετὰ χάριν τοσαύτην καὶ τιμὴν ἄφατον καὶ τὰς ἀθανάτους ἐλπίδας, πρὸς τὴν αὐτὴν ἐκείνοις καταπίπτοντες πλάνην; Καὶ γὰρ πολλοὶ καὶ νῦν εἰσι τῷ νοσήματι κεχρημένοι τούτῳ καὶ τὸν ἑαυτῶν διαφθείροντες βίον, οἳ τῇ τῶν κλῃδόνων ἀλογίᾳ ἐκδιδόντες ἑαυτούς, μετὰ τοῦ τῷ Θεῷ προσκρούειν, καὶ περιττὰς καρποῦνται λύπας, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλύονται πόνους. Καὶ γὰρ ἐσπούδακεν ὁ διάβολος διὰ πάντων τοῦτο πεῖσαι τοὺς ἀνοητοτέρους, ὅτι οὐκ ἐπ' αὐτοῖς τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας, οὐδὲ ἐλευθερίᾳ τινὶ προαιρέσεώς εἰσι τετιμημένοι, δύο δὲ ταῦτα τὰ αἴσχιστα κατορθῶσαι βουλόμενος, †καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλῦσαι πόνους καὶ τὸ μέγιστον τῆς ἐλευθερίας ἀφελέσθαι δῶρον. Τοῦτο διὰ κλῃδόνων, τοῦτο διὰ συμβόλων, τοῦτο διὰ παρατηρήσεως ἡμερῶν, τοῦτο διὰ τοῦ πονηροῦ τῆς εἱμαρμένης δόγματος, τοῦτο δι' ἑτέρων πολλῶν εἰς τὸν βίον εἰσήγαγε τὸ χαλεπὸν νόσημα, πάντα ἄνω καὶ κάτω ποιῶν. Δι' ὃ δὴ καὶ ὁ προφήτης σφοδρῶς ἔστη κατηγορῶν, ὥστε πρόρριζον ἀνασπάσαι τὸ πάθος.