Ancient Greek · ~12 min
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 2.8.1
Not analysed yet
Διὰ δὴ τοῦτο πρὶν ἢ τὸν πόλεμον εἰπεῖν, τὰ ἐξ αὐτοῦ συμβησόμενα λέγει, κελεύων εἰς πέτρας εἰσιέναι καὶ ὑπ' αὐτὴν καταδῦναι τὴν γῆν, οὐχ ἵνα τοῦτο ποιήσωσιν, ἀλλ' ἵνα ἐκ τούτων μάθωσιν, ὡς ἀφόρητός ἐστιν ἡ παρὰ τοῦ Θεοῦ τότε φερομένη ὀργή. Κρύπτεσθε γάρ, φησίν, εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οὐκ εἶπεν ἁπλῶς ἀπὸ τῆς ἰσχύος, ἀλλά· Ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Τοιαῦτα γὰρ αὐτοῦ τὰ κατορθώματα, τοιαῦτα τὰ τρόπαια, πολλὴν ἔχοντα τὴν περιφάνειαν καὶ τὴν λαμπρότητα. Ἐνταῦθά μοι δοκεῖ τὴν νίκην τὴν ἐπὶ τοῦ Ἐζεχίου σημαίνειν, γῆν τὸ πλῆθος τῶν ἀνθρώπων καλῶν καὶ θραῦσιν τὴν κατάπτωσιν, ἀνάστασιν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν ἀντίληψιν ἔξοδον. Ἐπεὶ καὶ ὁ Δαυῒδ οὕτω φησίν· Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ πάλιν· Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν· ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας χαρακτηρίζων. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός. Εἶτα ἵνα μηδεὶς τῶν ἀκουόντων τότε ἀπιστῇ τοῖς λεγομένοις (πολὺ γὰρ παρ' ἐλπίδας τὸ συμβησόμενον καὶ προσδοκίας ἁπάσης ἀνώτερον), κατέφυγεν ἐπὶ τὴν δύναμιν τοῦ ποιοῦντος καὶ τὴν εὐτέλειαν τῶν πασχόντων. Οὔτε γὰρ Θεοῦ, φησίν, ὑψηλότερόν τί ἐστιν, οὔτε ἀνθρώπων εὐτελέστερον. Μὴ τοίνυν ἀπόρει, εἰ ὁ μέγας οὗτος καὶ ἰσχυρὸς τοὺς εὐτελεῖς ἀθρόον οὕτω ταπεινῶσαι δυνήσεται. Καὶ καλῶς εἶπεν· Οἱ ὀφθαλμοὶ Κυρίου ὑψηλοί. Οὐκ εἶπεν· Ἡ δύναμις, ἀλλ'· Οἱ ὀφθαλμοὶ Κυρίου, ὡς ἀρκούσης καὶ τῆς ὄψεως μόνης ἅπαντα τὰ ἐναντιούμενα καθελεῖν· ὅπερ καὶ ὁ Δαυῒδ ἑτέρωθι ἔλεγεν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· καὶ ἕτερος πάλιν προφήτης· Ἐπιβλέψομαι πρὸς αὐτὸν καὶ δυνήσομαι αὐτῷ. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τῆς γὰρ παραδόξου γενομένης νίκης καὶ τῶν λαμπρῶν καὶ θαυμαστῶν τροπαίων ἐκείνων, καὶ δαίμονες ἠλέγχθησαν καὶ εἴδωλα ἠτιμώθη καὶ ψευδοπροφῆται ἐπεστομίσθησαν καὶ τῶν βαρβάρων ἡ τυραννὶς κατελύθη, καὶ πᾶν τῷ Θεῷ στόμα ἐναντιούμενον ἐνεφράγη. Διὰ τοῦτό φησιν· Ὑψωθήσεται Κυρίος μόνος. Οὐδεὶς ἔσται λοιπὸν ὁ ἀντερῶν, οὐδὲ ἀμφιβάλλων περὶ τῆς τοῦ Θεοῦ δυνάμεως, τῆς τῶν πραγμάτων ἀποδείξεως οὕτω σαφεστάτης γεγενημένης. Τὸ μὲν γὰρ τῆς φύσεως ὕψος ἔχει διηνεκές, οὐδέποτε ἀρξάμενον, ἀλλὰ ἀεὶ ὄν· ὑψοῦσθαι δὲ λέγεται ἐν τῇ διανοίᾳ τῶν ἀνθρώπων, ὅταν οἱ ἀντιλέγοντες καὶ ἐναντιούμενοι, ἀπ' αὐτῆς τῶν πραγμάτων πεισθέντες τῆς ἀποδείξεως, ὑποκύψωσι, καὶ τὴν προσήκουσαν ἀνενέγκωσιν εὐφημίαν. Ἡμέρα γὰρ Κυρίου Σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασᾶν. Καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν. Καὶ ἐπὶ πάντα πύργον ὑψηλόν. Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τεῖχος ἐνταῦθα καὶ κέδρον καὶ βουνὸν καὶ δρῦν τοὺς δυνάστας ἀνθρώπους φησί, τῷ ὕψει τῶν δένδρων τούτων μεταφορικῶς τὴν δυναστείαν αὐτῶν ἐνδεικνύμενος· καὶ πλοῖον καὶ θέαν κάλλους πλοίων λέγων, τοὺς εὐπορωτέρους αὐτῶν αἰνίττεται.