Ancient Greek · ~13 min
Chapter 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 2.9.1
Not analysed yet
Ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· ὅτι πᾶς ἰσχυρός, πᾶς δυνάστης, πᾶς στρατηγός, πᾶς περιβεβλημένος πλοῦτον, πᾶσα, ὡς εἰπεῖν, τῶν ἀνθρώπων ἡ εὐπρέπεια καὶ ἰσχὺς τότε οἰχήσεται καὶ διαλυθήσεται· καὶ οὐδὲν αὔτως προστήσεται πρὸς τὸ διαφυγεῖν τοῦ Θεοῦ τὴν ὀργήν, οὐκ ἰσχὺς σώματος, οὐκ ἐμπειρία πολέμου, οὐ χρημάτων περιουσία, οὐ δυναστείας περιβολή, οὐ στρατοπέδου πλῆθος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Κέδρους δὲ Λιβάνου διὰ τοῦτό φησι, διὰ τὸ αὐτόθι τοῦτο μάλιστα φύεσθαι τὸ δένδρον ἢ διὰ τὸ πλησίον τὰ πράγματα γίνεσθαι· θέαν δὲ κάλλους πλοίων, τὴν εὐπρέπειαν τῶν στρατηγῶν τῶν ἀπὸ πλούτου καὶ ὅπλων καὶ δορυφόρων κεκαλλωπισμένων. Δοκεῖ δέ μοι καὶ τὴν διὰ μακροῦ γενομένην ἀποδημίαν τῶν βαρβάρων αἰνίττεσθαι. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Τοσοῦτον γὰρ ἀφέξουσιν αὐτῶν, φησίν, οἱ θεοὶ παρασχεῖν τινα συμμαχίαν, ὅτι καὶ τῆς παρὰ τῶν ἀνθρώπων δεήσονται βοηθείας καὶ τόπων ἀσφαλείας, ὥστε μὴ ἁλῶναι· Ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἵνα γὰρ μή τις τῇ τῶν βαρβάρων ἐφόδῳ ταῦτα λογίζηται, μηδὲ τῆς ἰσχύος τῆς ἐκείνων εἶναι νομίζῃ τὸν φόβον, ἀνάγει τὸν λόγον ἐπὶ τὸν τῶν ὅλων Θεόν, λέγων ὅτι αὐτὸς τοῦ πολέμου στρατηγεῖ τούτου, καὶ παρ' ἐκείνου δύναμις †ἐν τοσούτῳ κινδύνῳ τῶν ἤδη πεπλημμελημένων †. Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτοῖς εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις αὐτῶν καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς στερεὰς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἱκανῶς αὐτοὺς ἐκωμῴδησε, δεικνὺς μετὰ τῶν θεῶν κρυπτομένους καὶ εἰς τὴν γῆν καταδυομένους καὶ οὐδὲ τὴν πολυτέλειαν τῆς ὕλης ἀρκέσαι τι δυναμένην πρὸς τὴν ἐπικειμένην συμφοράν. Νυκτερίδας δὲ ἐκάλεσε τὰ εἴδωλα, ἢ διὰ τὴν ἀσθένειαν ἢ διὰ τὸ τῆς πλάνης ἐσκοτισμένον, καὶ τὸ πάντα λάθρα παρὰ τῶν δαιμόνων πράττεσθαι. Ὥσπερ γὰρ ταῖς νυκτερίσιν ὁ μὲν ἥλιος πολέμιον καὶ τὸ φῶς, ἡ δὲ νὺξ καὶ τὸ σκότος φίλον· οὕτω καὶ τοῖς δαίμοσι καὶ τοῖς ὑπ' ἐκείνων πλανωμένοις ἡ πονηρία μὲν καὶ τὰ παράνομα ἅπαντα συνήθη καὶ φίλα, ἐχθρὰ δὲ ἡ ἀρετὴ καὶ τὰ τοῦ φωτὸς ἔργα, καὶ λαμψάντων αὐτῶν, εὐθέως σκοτίζονται, οὐ δεομένου τοῦ ἐν ἀρετῇ ζῶντος πόνου τινὸς καὶ καμάτου. Ἀρκεῖ γὰρ φανῆναι μόνον καὶ πάντα καταλύει ἐκεῖνα. Παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, οὗ ἐστιν ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὗτος; Ἐνταῦθά μοι δοκεῖ τὸν Ἐζεχίαν αἰνίττεσθαι, ἐκ τοῦ δέους καὶ τῆς πολλῆς ἀγωνίας πρὸς ἐσχάτας ὄντα ἀναπνοάς. Ἐπεὶ οὖν ὥσπερ ἐν δικτύοις αὐτὸν λαβόντες οἱ βάρβαροι, ἕτοιμον ἐνόμιζον θήραν ἔχειν, καὶ οὐδὲ πόνου δεῖσθαι εἰς τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν αἰχμαλωσίαν τὴν ἐκείνου, συνέβη τοὐναντίον τοῖς βαρβάροις. Διὰ τοῦτό φησι· Παύσασθε ἀπὸ τοῦ ἀνθρώπου, οὗ ἐστιν ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὗτος; Τουτέστιν, ὅτι ἐν οὐδενὶ ἐλογίσθη. Καὶ γὰρ ὡς ἐξ ἐπιδρομῆς πάντα ἤλπισαν ἀναιρήσεσθαι· ἐξέβη δὲ τοὐναντίον ἅπαν· καὶ ὁ μηδὲν εἶναι νομιζόμενος παρ' ὑμῖν, ἀλλ' εὐκαταφρόνητος καὶ εὐκαταγώνιστος, οὗτος λαμπρότερος πάντων φανεῖται, τῆς παρὰ τοῦ Θεοῦ ἀπολαύων ῥοπῆς.