Ancient Greek · ~16 min
Chapter 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 5.2.1
Not analysed yet
Οὐ μὴν ἵσταται μέχρι τούτου, ἀλλὰ καὶ τὰ ἕτερα ἀπαριθμεῖται εὐεργετήματα· καὶ πρότερον ἀπὸ τῆς θέσεως τοῦ τόπου τοῦτο ποιεῖ· τὸ γάρ· ἐν κέρατι, ἐν τόπῳ πίονι, τὸ μὲν τὴν φύσιν τῆς γῆς ἐπαινῶν ἔλεγε, τὸ δὲ τὴν θέσιν· ὅπερ καὶ ὁ Δαυῒδ ψάλλων ἔφησεν, ὅτι Ἱερουσαλήμ, ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ἐτείχισε μὲν γὰρ αὐτήν, φησί, καὶ τῇ θέσει τοῦ τόπου· πλὴν οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ τὸ μέγιστον τεῖχος αὐτὸς αὐτῇ γέγονεν· ὃ δὴ καὶ οὗτος αἰνίττεται λέγων· Ἐν κέρατι, τό τε ἀχείρωτον καὶ τὸ ἀκαταγώνιστον τοῦ τόπου καὶ πρὸ τούτου τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν δηλῶν ἀπὸ μεταφορᾶς τοῦ κέρως τοῦ βοός. Καὶ γὰρ καὶ παροιμία τοιαύτη δημώδης ἐξενήνεκται περὶ τῶν εἰς ἀσφαλές τι χωρίον καταφευγόντων. Ἐπειδὴ γὰρ ἰσχυρότατον πάντων ὁ ταῦρος, αὐτοῦ δὲ τοῦ ζώου τὸ ἰσχυρότερον τὸ κέρας· ὅπλῳ γὰρ αὐτῷ κέχρηται· διὰ τὸ δυσχείρωτον, τοῦτο εἰώθασι λέγειν οἱ πολλοί· καὶ ἡ Γραφὴ δὲ πολλάκις κέρας μονοκέρωτος καλεῖ τοὺς ἐν ἀσφαλείᾳ ὄντας. Ἐν κέρατι οὖν ἐνταῦθά φησιν, ἐν ἀσφαλείᾳ, ἐν ὕψει, ὅπερ ἀρχόμενος ἔλεγεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Ἐν τόπῳ πίονι· ὅπερ ὁ Μωϋσῆς εἶπεν· Γῆν ῥέουσαν γάλα καὶ μέλι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα. Φραγμὸν ἢ τὸ τεῖχός φησιν ἢ τὸν νόμον, ἢ τὴν αὐτοῦ πρόνοιαν. Καὶ γὰρ ὁ νόμος τείχους ἀσφαλέστερον αὐτοῖς περιέκειτο. Καὶ ἐχαράκωσα, τουτέστιν, ἰσχυρὰν τὴν ἀσφάλειαν ἐποιησάμην. Ἐπειδὴ γὰρ πολλάκις φραγμὸς εὐεπιχείρητον καὶ ἑτέραν, φησί, περιέβαλον αὐτοῖς συμμαχίαν. Καὶ ἐφύτευσα ἄμπελον Σωρήχ. Ἐπιμένει τῇ μεταφορᾷ, ἣν οὐ δεῖ κατὰ λέξιν ἑρμηνεύειν, ἀλλὰ τὸν σκοπὸν εἰδότας ἀρκεῖσθαι τούτῳ. Σωρὴχ δὲ ἐνταῦθα ἀληθινήν φησιν, εὐγενῆ, οὐχὶ τῶν φαύλων φυτῶν, οὐδὲ τῶν καταδεεστέρων, ἀλλὰ τῶν δοκίμων καὶ πρώτων. Πολλὰ γὰρ ἀμπέλων γένη. Καὶ ᾠκοδόμησα πύργον καὶ προλήνιον ἐν μέσῳ αὐτοῦ. Τινὲς <πύργον> τὸν ναόν φασι καὶ προλήνιον τὸ θυσιαστήριον, ἅτε τῶν καρπῶν ἐκεῖ συναγομένων τῆς ἀρετῆς τῆς ἑκάστου καὶ τῶν προσφορῶν καὶ τῶν θυσιῶν ἁπασῶν· ἐγὼ μέντοι τοῦτο, ὅπερ ἔφθην εἰπὼν καὶ νῦν ἐρῶ, ὅτι τῷ σκοπῷ δεῖ προσέχειν τῆς μεταφορᾶς. Διὰ γὰρ πάντων τοῦτο βούλεται εἰπεῖν, ὅτι τὰ παρ' ἐμαυτοῦ πάντα ἐπλήρωσα, πᾶσαν ἐπιμέλειαν ἐπεδειξάμην. Οὐ κατέτεινα καμάτοις, οὐ συνέτριψα πόνοις, οὐκ αὐτοὺς οἰκοδομῆσαι ἐκέλευσα, οὐκ αὐτοὺς σκάψαι, οὐκ αὐτοὺς φυτεῦσαι, ἀλλ' ἀπηρτισμένον τὸ ἔργον παρέδωκα. Καὶ οὐδὲ μέχρι τούτου τὰ τῆς φιλανθρωπίας ἔστησα μόνον, ἀλλά· Καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἀνέμεινα τὸν προσήκοντα καιρὸν τῆς καρποφορίας, μακροθυμίᾳ πολλῇ χρησάμενος. Τὸ γάρ· Ἔμεινα, τοῦτο δηλοῖ. Ἐποίησε δὲ ἀκάνθας. Τὸν ἄκαρπον αὐτῶν βίον ἐνδείκνυται, τὸν τραχύν, τὸν σκληρόν. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι μετὰ τοσαύτην ἐπιμέλειαν τούτους ἀποδόντες τῷ γεωργῷ τοὺς καρπούς; Καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ κρίνατε ἐν ἐμοὶ καὶ ἀνάμεσον τοῦ ἀμπελῶνός μου. Πολλὴ ἄρα τῶν δικαιωμάτων ἡ περιουσία, ὅταν αὐτοὺς τοὺς ὑπευθύνους δικαστὰς καθίζῃ τοῖς ὑπ' αὐτοῦ γεγενημένοις, καὶ τοῖς ὑπ' ἐκείνων. Καὶ νῦν. Οὐ λέγω τὰ παλαιά, φησίν, ἀλλὰ καὶ σήμερον ἕτοιμός εἰμι δικάζεσθαι. Οὕτως οὐδέποτε διαλείπω τὰ ἐμαυτοῦ πληρῶν, ὡς οὐδὲ ὑμεῖς τὰ ἑαυτῶν πληροῦτε. Τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Ἃ μὲν ἐποίησα, ταῦτά ἐστι, φησί, πλὴν οὐκ ἀρκοῦμαι τοῖς γεγενημένοις, οὐδὲ λέγω ὅτι πολλὰ εὐηργέτησα, ἀλλ' εἰ μὴ πάντα εὐηργέτησα, εἰ μὴ πάντα ἐποίησα, μεθ' ἃ ποιῆσαι λοιπὸν οὐδὲν ἦν, τοῦτο ὑμᾶς εἰπεῖν ἀπαιτῶ, ὑμᾶς τοὺς ἀπολελαυκότας καὶ μάρτυρας τῶν γεγενημένων ὄντας καὶ τῇ πείρᾳ ταῦτα μαθόντας, οὐκ ἀλλοτρίους τινὰς καὶ ξένους· διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Ἡ συνθήκη δοκεῖ ἀσαφεστέρα εἶναι, διόπερ αὐτὴν σαφεστέραν ἀνάγκη ποιῆσαι. Ὃ γὰρ λέγει, τοῦτό ἐστι· Τί ἔδει με ποιῆσαι καὶ οὐκ ἐποίησα; ὅτι τοιαῦτα ἥμαρτον, τί ἔχοντες αἰτιᾶσθαι ἢ ὥς τινων παραλελειμμένων τοιαῦτα ἐπλημμέλησαν; Νῦν οὖν ἀναγγελῶ ὑμῖν, τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου. Ἐπειδὴ τὴν νίκην ᾔρατο καὶ τὴν ἀγνωμοσύνην ἔδειξε τὴν ἐκείνων, τότε λοιπὸν ἐπάγει καὶ τὴν ψῆφον καὶ λέγει ταῦτα ἃ μέλλει ποιεῖν οὐχ ἵνα καταδικάσῃ, ἀλλ' ἵνα τῷ φόβῳ τῆς ἀπειλῆς ἐπιεικεστέρους ποιήσῃ. Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.