Ancient Greek · ~18 min
Chapter 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 5.3.1
Not analysed yet
Ἀποστήσω, φησί, τὴν ἐμὴν συμμαχίαν, γυμνώσω μου τῆς βοηθείας, ἐρήμους καταστήσω τῆς τοσαύτης προνοίας καὶ εἴσονται διὰ τῶν ἐναντίων ὧν ἀπήλαυον ἔμπροσθεν, ὅταν ὦσι πᾶσιν εἰς ἁρπαγὴν προκείμενοι. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ. Πάλιν λέγω ὅτι τῇ μεταφορᾷ κέχρηται. Εἰ δέ τις καὶ θερμότερον ἐξετάζειν βούλοιτο, τὴν ἀπὸ τῆς διδασκαλίας, τὴν ἀπὸ τῶν ἐντολῶν ἐπιμέλειάν φησιν. Οὐ γὰρ ἀπολαύσονται τῶν αὐτῶν, ὧν καὶ ἔμπροσθεν, οὐ διδασκάλους ἕξουσιν, οὐκ ἄρχοντας, οὐ προφήτας ὁμοίως τοὺς διορθουμένους αὐτούς, τοὺς ἐπιμελουμένους αὐτῶν. Ὥσπερ γὰρ οἱ τὴν ἄμπελον θεραπεύοντες σκάπτουσιν, τέμνουσιν, οὕτως οἱ ψυχὰς διορθούμενοι ἀπειλοῦσιν, φοβοῦσιν, διδάσκουσιν, ἐγκαλοῦσιν· ἀλλ' ἐν ἐρημίᾳ τούτων ἔσονται, φησίν, εἰς τὴν ἀλλοτρίαν ἀπενεχθέντες. Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἢ τὴν ἐρημίαν τῆς πόλεώς φησιν, ἢ τὴν ἐρημίαν τὴν αὐτῶν καὶ τῆς ἑκάστου ψυχῆς· νεφέλας δὲ ἐνταῦθα τοὺς προφήτας τινὲς λέγουσιν, ἅτε ἄνωθεν τὸν ὑετὸν δεχομένους καὶ παραπέμποντας τῷ δήμῳ τὰ λεγόμενα. Ἀλλ' οὐδὲ οὗτοι, φησί, τὰ συνήθη ποιήσουσιν. Εἰ γὰρ καὶ εἷς που καὶ δεύτερος συναπῆλθεν, ἀλλ' ὁ δῆμος τῶν προφητῶν τότε ἐσίγα. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐπειδὴ πολλῇ τῇ μεταφορᾷ διὰ τῶν ὀνομάτων ἐχρήσατο, ἀμπελῶνα καὶ πύργον καὶ προλήνιον καὶ φραγμὸν καὶ σκαφητὸν καὶ τμῆσιν ἀμπέλου λέγων, ἵνα μὴ περὶ ἀμπελῶνός τις τῶν τότε ἀνοήτως νομίσῃ εἶναι τὰ λεγόμενα, ταχέως πρὸς τῷ τέλει τὸ πᾶν ἡρμήνευσεν. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν. Οὐ γὰρ περὶ φυτῶν ὁ λόγος μοι, φησίν, οὐδὲ περὶ γῆς ἀψύχου, οὐδὲ περὶ λίθων καὶ τοίχων, ἀλλὰ περὶ δήμου τοῦ ὑμετέρου. Διὸ καὶ ἐπήγαγε· Καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἐπειδὴ πλέον τι εἶχε τῶν δέκα φυλῶν καὶ ὁ ναὸς αὐτόθι πλησίον ἦν καὶ ἡ λοιπὴ θεραπεία καὶ τῶν ἄλλων μᾶλλον ἤνθει καὶ βασιλικωτέρα ἦν ἡ φυλὴ καὶ δυνατωτέρα. Ἠγαπημένον δὲ εἶπε, πάλιν αὐτῶν καθαπτόμενος, ὅτι περὶ τὸν σφοδρὸν ἐραστὴν τοιοῦτοι γεγόνασι. Τοιοῦτος γὰρ τῶν φιλούντων ὁ νόμος, μηδὲ ἐν αὐτοῖς τοῖς ἐγκλήμασι κρύπτειν τῆς οἰκείας ἀγάπης τὴν ὑπερβολήν. Ἐντεῦθεν οὐ μικρὸν καὶ ἕτερον μανθάνομεν. Ποῖον δὴ τοῦτο; Τὸ πότε καὶ τίνα ἀλληγορεῖν χρὴ τῶν Γραφῶν· καὶ ὡς οὔκ ἐσμεν κύριοι τῶν νόμων τούτων αὐτοί, ἀλλὰ δεῖ αὐτῇ τῇ διανοίᾳ τῆς Γραφῆς ἑπομένους, οὕτω τῷ τῆς ἀλληγορίας κεχρῆσθαι τρόπῳ. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. Εἶπεν ἀμπελῶνα νῦν ἡ Γραφή, φραγμόν, προλήνιον· οὐκ ἀφῆκε κύριον γενέσθαι τὸν ἀκροατὴν ἁρμόσαι τὰ εἰρημένα οἷς ἐβούλετο πράγμασιν ἢ προσώποις, ἀλλὰ προϊοῦσα ἑαυτὴν ἡρμήνευσεν, εἰποῦσα· Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι. Καὶ ὁ Ἰεζεκιὴλ δὲ πάλιν ἀετὸν καλῶν μέγαν καὶ μεγαλοπτέρυγον εἰσιόντα εἰς τὸν Λίβανον καὶ ἀποκνίζοντα τὸ ἄκρον τῆς κέδρου, οὐδὲ ἐκεῖνος ἀφίησιν ἐπὶ τῇ γνώμῃ τῶν ἀκροατῶν κεῖσθαι τῆς ἀλληγορίας τὴν ἑρμηνείαν, ἀλλὰ καὶ αὐτὸς λέγει, τίνα μὲν τὸν ἀετόν φησι, τίνα δὲ τὴν κέδρον. Καὶ οὗτος δὲ πάλιν προϊών, ποταμόν τινα σφοδρὸν ἀνάγει, λέγων, ἐπὶ τὴν Ἰουδαίαν, ἵνα μὴ ἐξῇ τῷ ἀκούοντι κατὰ τὴν οἰκείαν γνώμην ἁρμόζειν τὸ εἰρημένον προσώπῳ ᾧ βούλεται, εἶπε καὶ τὸν βασιλέα τοῦτον, ὃν ποταμὸν ἐκάλεσε. Καὶ πανταχοῦ τῆς Γραφῆς οὗτος ὁ νόμος, ἐπειδὰν ἀλληγορῇ, λέγειν καὶ τῆς ἀλληγορίας τὴν ἑρμηνείαν, ὥστε μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε τὴν ἀκόλαστον ἐπιθυμίαν τῶν ἀλληγορεῖν βουλομένων πλανᾶσθαι καὶ πανταχοῦ φέρεσθαι. Καὶ τί θαυμάζεις, εἰ οἱ προφῆται; Καὶ ὁ Παροιμιαστὴς δὲ οὕτω ποιεῖ. Εἰπὼν γάρ· Ἔλαφος φιλίας, καὶ πῶλος χαρίτων ὁμιλείτω σοι· καὶ ἡ πηγὴ τοῦ ὕδατος ἔστω σοι μόνῳ. ἡρμήνευσε τίνος ἕνεκεν ταῦτα ἔλεγεν ὅτι περὶ γυναικὸς ἐννόμου καὶ ἐλευθέρας, ἀποτρέπων πόρνης καὶ ἀλλοτρίας ἅπτεσθαι. Οὕτω δὴ καὶ οὗτος ἐνταῦθα εἶπε τίνα ἔφησε τὸν ἀμπελῶνα εἶναι· Εἶτα ἐπειδὴ εἶπεν αὐτῶν τὰ ἐγκλήματα, εἶπε τὰς τιμωρίας· πάλιν πρὸς τῷ τέλει τὴν ἀπολογίαν τίθησι λέγων· Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ὅτι δικαίως, φησίν, ἀπαιτῶ δίκην. Ἀνέμεινα γάρ, Ἵνα ποιήσῃ κρίσιν, τουτέστι, δικαιοσύνην· αὐτοὶ δὲ τὰ ἐναντία ἐπεδείξαντο ἀνομίαν <καὶ> ἀδικίαν καὶ κραυγήν. Κραυγὴν ἐνταῦθα τὴν πλεονεξίαν λέγει, τὸν ἄδικον θυμόν, τὴν ὀργὴν τὴν ἀλόγιστον, τὰς μάχας, τὰς φιλονεικίας. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Εἰπὼν ὅτι κραυγὴν ἐποίησε, τουτέστι πλεονεξίαν, ἁρπαγάς, λέγει καὶ τὸ εἶδος τῆς ἀδικίας πολλῆς ἐμπεπλησμένον τῆς κακουργίας. Καὶ πάλιν ἀπὸ θρήνων ἄρχεται, τὸ μέγεθος τῶν ἁμαρτημάτων ἐνδεικνύμενος καὶ τοὺς τὰ ἀνίατα νοσοῦντας ἐμφαίνων.