Ancient Greek
Chapter 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 5.4.1
Not analysed yet
Ταῦτα δὲ καὶ νῦν τολμώμενα ἴδοι τις ἂν παρὰ τῶν κακῶς τῷ πλούτῳ κεχρημένων, οἳ τὰς γειτνιάσεις ἐπινοοῦσιν οὐκ εἰς ἀσφάλειαν, ἀλλ' εἰς ἐπιβουλὴν τῶν πλησίον, καθάπερ πῦρ ὁδῷ βαδίζον, οὕτω τοὺς ἐκ γειτόνων πάντας ἐπινεμόμενοι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Δείκνυσιν τοίνυν ἀνόνητα κάμνοντας καὶ εἰκῆ καὶ μάτην. Ἐπειδὴ γὰρ οὐχ οὕτως αἱ κολάσεις καὶ αἱ τιμωρίαι τοὺς τοιούτους ἀπάγειν εἰώθασιν, ὡς τὸ μαθεῖν ἀκριβῶς ὅτι οὐκ ἀπολαύσονται τῆς ἁρπαγῆς, ταύτην αὐτοῖς ἐπάγει τὴν ἀπειλήν, λέγων ὅτι καμοῦνται μὲν καὶ ταλαιπωρήσουσι καὶ τὴν ἁμαρτίαν καρπώσονται, τῆς δὲ ἀπολαύσεως ἐκπεσοῦνται. Οὐκ ἐφησυχάζει γάρ, φησί, τοῖς γινομένοις ὁ ἀκοίμητος ὀφθαλμός. Τὸ δέ Ἠκούσθη νῦν, οὐχ ὡς τότε τῶν πραγμάτων γνωρίμων γενομένων αὐτῷ ταῦτά φησιν, ἀλλ' ὡς τῆς δίκης κατὰ πόδας ἰούσης λοιπὸν καὶ τῆς ἀνταποδόσεως γινομένης. Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαὶ καὶ οὐκ ἔσονται οἱ κατοικοῦντες ἐν αὐταῖς. Τοιοῦτον γὰρ ἡ πλεονεξία· ὅταν πλείονα περιβάλῃ τοῖς ἔχουσι, καὶ τῶν προτέρων αὐτοὺς ἐξήγαγεν. Ὃ δὴ καὶ ἐνταῦθα αἰνίττεται λέγων ὅτι ὅταν οἰκοδομήσητε λαμπρῶς καὶ τὰ πάντων ὑμῶν αὐτῶν ποιήσησθε, τότε καὶ τῶν προτέρων ἀποστήσεσθε. Καὶ στήσονται αἱ οἰκίαι οἰκήτορας μὲν οὐκ ἔχουσαι, σάλπιγγος δὲ πάσης λαμπροτέραν ἀφιεῖσαι φωνὴν κατὰ τῶν παρὰ τὴν ἀρχὴν ἡρπακότων αὐτάς, τῆς ἐρημώσεως τῆς ἐπιτεταμένης ἀντὶ τροπαίου τινὸς φαινομένης. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἕξ, ποιήσει μέτρα τρία. Ἀπὸ τῆς πόλεως ἐπὶ τὴν τῆς χώρας ἐρημίαν ἐξάγει τὸν λόγον, ὥστε πάντοθεν καταπλῆξαι τὸν ἀκροατήν. Οὔτε γὰρ αἱ οἰκίαι, φησί, καθέξουσι τοὺς ἐνοικοῦντας, οὔτε ἡ γῆ τὴν αὐτῆς ἐπιδείξεται δύναμιν. Καὶ γὰρ ἐξ ἀρχῆς διὰ τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν ἀκάνθας καὶ τριβόλους ἐξήνεγκε· καὶ μετ' ἐκεῖνον διὰ τὴν τοῦ Κάϊν παρανομίαν ἐλάττονα πολλῷ τῶν πόνων τῶν ἐκείνου καὶ τῆς οἰκείας ἰσχύος τὴν φορὰν ἐπεδείκνυτο. Καὶ πολλαχοῦ δὲ ἀλλαχοῦ ἴδοι τις ἂν διὰ τὰς τῶν ἀνθρώπων ἁμαρτίας αὐτὴν κολαζομένην. Καὶ τί θαυμάζεις, εἰ πηροῖ τὰς γονὰς αὐτῆς καὶ τὰς ὠδῖνας τῶν ἀνθρώπων ἡ παρανομία, ὅπου γε καὶ φθαρτὴ δι' ἡμᾶς ἐγένετο, καὶ ἄφθαρτος πάλιν δι' ἡμᾶς γίνεται; Ἐπειδὴ γὰρ ὅλως τὸ εἶναι δι' ἡμᾶς ἔλαβε καὶ τὴν ἡμετέραν διακονίαν, καὶ τὸ οὕτως ἢ ἐκείνως εἶναι πάλιν ἐντεῦθεν λαμβάνει τὴν ἀρχὴν καὶ τὴν ῥίζαν. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ Νῶε. Ἐπειδὴ πρὸς κακίαν ἐσχάτην ἐξώκειλε τῶν ἀνθρώπων ἡ φύσις, πάντα ἐφύρετο τὰ πράγματα καὶ σπέρματα καὶ φυτὰ καὶ ἀλόγων γένη καὶ γῆ καὶ θάλαττα καὶ ἀὴρ καὶ ὄρη καὶ νάπαι καὶ βουνοὶ καὶ πόλεις καὶ τείχη καὶ οἰκίαι καὶ πύργοι· καὶ πάντα ἁπλῶς ἐκείνῳ τῷ φοβερῷ τότε ἐκρύπτετο πελάγει. Καὶ ἐπειδὴ πάλιν ἐπιδοῦναι τὸ γένος ἔδει, τὴν οἰκείαν εὐταξίαν ἀπελάμβανεν ἡ γῆ καὶ εἰς τὴν προτέραν εὐμορφίαν ἐπανῄει πάλιν. Ἴδοι δ' ἄν τις τοῦτο καὶ ἐπὶ μέρους γινόμενον διὰ τὴν εἰς ἀνθρώπους τιμήν. Καὶ γὰρ πέλαγος ἠφανίσθη καὶ πάλιν ἐφάνη καὶ ἥλιος ἐχαλινώθη μετὰ σελήνης καὶ τὸν οἰκεῖον δρόμον ἐπέλιπε καὶ πῦρ τὰ ὕδατος ἐπεδείξατο καὶ γῆ τὰ πελάγους καὶ πέλαγος τὰ τῆς γῆς· καὶ πάντα, ὡς εἰπεῖν ἁπλῶς, πρὸς τὴν τῶν ἀνθρώπων μετασχηματίζεται λυσιτέλειαν. Καὶ ἐπειδὴ πάντων τιμιώτερος ἄνθρωπος καὶ δι' αὐτὸν τὰ γενόμενα ἅπαντα, διά τοι τοῦτο καὶ νῦν, ἐπειδὴ ἥμαρτεν ὁ τῶν Ἰουδαίων δῆμος, ἐπέχει τῆς γῆς τὰς ὠδῖνας ὁ Θεὸς καὶ μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας οὐκ ἀφίησι τὰς ἐκείνης λαγόνας τὴν εἰωθυῖαν φορὰν ἐνεγκεῖν, ἵνα κἀντεῦθεν μάθωσιν ὅτι οὐ γεωργικῶν χειρῶν τέχνη, οὐδὲ βόες καὶ ἄροτρον, οὐδὲ γῆς φύσις, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλ' ὁ τούτων ἁπάντων Δεσπότης οὗτός ἐστιν, ὁ καὶ δαψιλεῖ τῇ χειρὶ πάντα ἐκχέων καὶ πάλιν, ἐπειδὰν βούληται, συστέλλων ἅπαντα. Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Κατηγορήσας αὐτῶν πλεονεξίαν πολλήν, καὶ τὴν ῥίζαν τοῦ κακοῦ τίθησιν. Αὕτη δὲ ἦν ἡ μέθη, μυρίων γινομένη κακῶν ὑπόθεσις, καὶ μάλιστα ὅταν μετὰ τοσαύτης τολμᾶται τῆς ὑπερβολῆς.