Ancient Greek · ~16 min
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 6.2.1
Not analysed yet
Τούτους καὶ αὐτὸς μιμούμενος παρέστησεν αὑτῷ τὰ Σεραφὶμ καὶ ἐφ' ὑψηλοῦ κάθηται θρόνου καὶ οὕτω τὴν ἀπόφασιν ταύτην ἐκφέρει. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ὑποψία τὸ πρᾶγμα, ἀλλὰ τοῦτο ἔθος αὐτῷ, καὶ ἐξ ἑτέρου προφήτου τοῦτο πειράσομαι ποιῆσαι φανερόν. Καὶ γὰρ ἐπὶ τοῦ Δανιήλ, ἐπειδὴ καὶ ἐκεῖ ψῆφόν τινα μεγάλην ἐκφέρειν ἔμελλε περὶ κολάσεων καὶ τιμωριῶν Ἰουδαϊκῶν καὶ τῶν ἀγαθῶν τῶν μελλόντων τῇ οἰκουμένῃ δίδοσθαι, κἀκεῖ θρόνος φαίνεται λαμπρὸς καὶ περιφανὴς καὶ δῆμος ἀγγέλων παρεστηκώς, καὶ ἔθνη ἀρχαγγέλων καὶ ὁ Μονογενὴς συγκαθήμενος καὶ βίβλοι ἀνοίγονται καὶ ποταμοὶ πυρὸς ἕλκονται καὶ πάντοθεν σχῆμα δικαστηρίου συνίσταται. Καὶ ἔστι κἀκεῖνα συγγενῆ τοῖς ἐνταῦθα λεγομένοις ἅπαντα ἢ καὶ σαφέστερον ἐκεῖνος αὐτὰ ἀπαγγέλλει, ἅτε τῶν χρόνων ἐγγύτερον γινομένων καὶ πρὸς αὐτὰς λοιπὸν τὰς θύρας τῆς προφητείας ἀφικνουμένης. Ἀλλὰ ταῦτα τοῖς φιλοπόνοις ἀφέντες συναγαγεῖν καὶ παρατιθέναι καὶ τὴν ἑκατέρας τῆς προφητείας κοινωνίαν καταμανθάνειν, ὅπερ ἔφην, τῆς προκειμένης ἡμεῖς ἁψώμεθα μετὰ ἀκριβείας, ὡς ἂν οἷόν τε ᾖ ῥῆσιν ἑκάστην ἐξηγούμενοι. Οὕτω γὰρ καὶ ἡμῖν καὶ ὑμῖν σαφέστερα ἔσται τὰ εἰρημένα. Τί οὖν φησιν; Εἶδον τὸν Κύριον καθήμενον. Τὸ καθῆσθαι ἐπὶ θρόνου σύμβολον ἀεὶ κρίσεώς ἐστιν, ὥσπερ ὁ Δαυΐδ φησιν· Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην· καὶ ὁ Δανιήλ· Θρόνοι ἐτέθησαν καὶ κριτήριον ἐκάθισε. Τὸ δὲ ἁπλῶς καθῆσθαι ἑτέρου σύμβολον εἶναί φησιν ὁ προφήτης. Τίνος δὴ τούτου; Τοῦ παγίου, τοῦ μονίμου, τοῦ βεβηκότος, τοῦ ἀτρέπτου, τοῦ ἀτελευτήτου, τῆς ζωῆς τῆς ἀπεράντου. Διὰ τοῦτό φησι· Σὺ καθήμενος εἰς τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι εἰς τὸν αἰῶνα. Σύ, φησί, μένων, ὤν, ζῶν, ἀεὶ ὡσαύτως ὤν. Ὅτι γὰρ οὐ περὶ καθέδρας ἔλεγεν, ἡ ἀντιδιαστολὴ δῆλον ἐποίησεν. Οὐ γὰρ εἶπεν, ἡμεῖς ἑστῶτες <καὶ σὺ καθήμενος,> ἀλλὰ <σὺ καθήμενος καὶ ἡμεῖς> ἀπολλύμενοι. Τὸ δὲ ἐπὶ θρόνου καθῆσθαι τὸ κρίνειν ἐστί. Διὰ τοῦτο αὐτὸν οὕτως ὁρᾷ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου ἢ ἕτερον μὲν τοῦτο, ἕτερον δὲ ἐκεῖνο αἰνίττεται. Καὶ γὰρ ὑψηλὸς ἦν ὁ θρόνος, τουτέστι, μέγας καὶ ὑπερμήκης· καὶ ἐπῃρμένος, τουτέστι, καὶ ἐν ὕψει φαινόμενος ἀφάτῳ καὶ μετέωρος. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Ποῖος οἶκος; εἰπέ μοι. Ὁ ναός. Ἐπειδὴ γὰρ ἐκεῖθεν ἔχρα εἰκότως καὶ ἐν τῇ ὄψει τῇ θαυμασίᾳ ταύτῃ ἐκεῖ καθήμενος φαίνεται. Δόξαν δὲ ἐνταῦθά φησι λαμπρότητα, φῶς ἀπόρρητον· ὅπερ ἑρμηνεῦσαι τῷ λόγῳ μὴ δυνάμενος, δόξαν ἐκάλεσε καὶ οὐχ ἁπλῶς δόξαν, ἀλλὰ Θεοῦ δόξαν. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Τίνα λέγει ταῦτα τὰ Σεραφίμ; Δυνάμεις ἀσώματοι τῶν ἄνω δήμων, ὧν τὴν ἀρετὴν καὶ τὴν μακαριότητα καὶ ἀπὸ τῆς προσηγορίας ἔστιν ἰδεῖν. Τῇ γὰρ Ἑβραίων γλώττῃ ἔμπυρα στόματα ἑρμηνεύεται τὰ Σεραφίμ. Τί οὖν ἐκ τούτου μανθάνομεν; Τὸ καθαρὸν τῆς οὐσίας, τὸ ἄγρυπνον, τὸ διεγηγερμένον, τὸ γοργόν, τὸ ἐνεργητικόν, τὸ ἀκηλίδωτον. Οὕτω γοῦν καὶ ὁ προφήτης Δαυῒδ τῶν ἄνω δυνάμεων τὴν ἀπαραπόδιστον διακονίαν βουλόμενος ἡμῖν ἐνδείξασθαι καὶ τὸ ταχὺ τῆς ὑπηρεσίας καὶ σφόδρα ἐνεργές, ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· τὸ ταχύ, τὸ κοῦφον, τὸ δραστήριον ἡμῖν διὰ τῶν στοιχείων τούτων ἐνδεικνύμενος. Τοιαῦτα καὶ αἱ δυνάμεις αὗται, καθαροῖς στόμασιν ἀνυμνοῦσαι τὸν Δεσπότην, ἔργον τοῦτο ἔχουσαι διηνεκῶς, εὐφημίας ἀναφέρουσαι, λειτουργίαν ἀδιάλειπτον. Δείκνυσι δὲ αὐτῶν τὸ ἀξίωμα καὶ τὸ πλησίον εἶναι τοῦ θρόνου. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων τῶν ἐπὶ γῆς οἱ ἐν μείζοσιν ἀξιώμασιν ὄντες, παρ' αὐτὸν ἑστήκασι τὸν θρόνον τὸν βασιλικόν· οὕτω δὴ καὶ αὗται αἱ δυνάμεις διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν τὸν ἄνω θρόνον κυκλοῦσι, τῆς ἀπορρήτου μακαριότητος ἀπολαύουσαι διηνεκῶς καὶ ἐντρυφῶσαι τῇ μακαρίᾳ λήξει τῆς λειτουργίας ταύτης. Ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας ἑαυτῶν, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ. Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Τί βούλεται ἡμῖν ταῦτα τὰ πτερὰ καὶ τί αἰνίττονται ἡμῖν αἱ πτέρυγες; Οὐ γὰρ δὴ πτερὰ ἐπὶ τὰς ἀσωμάτους δυνάμεις ἐκείνας· ἀλλὰ πάλιν διὰ παχυτέρων σχημάτων ἀπόρρητά τινα ἡμῖν ὁ προφήτης παραδηλοῖ, συγκαταβαίνων μὲν τῇ ἀσθενείᾳ τῶν τότε ἀκροωμένων, ὅμως δὲ καὶ διὰ τῆς συγκαταβάσεως πᾶσαν διάνοιαν ὑπερβαίνοντα νοήματα μετὰ ἀκριβείας ἡμῖν ἐνδεικνύμενος.