Ancient Greek
Chapter 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 6.3.1
Not analysed yet
Τί οὖν αἰνίττονται αἱ πτέρυγες; Τὸ ὑψηλὸν καὶ μετάρσιον τῶν δυνάμεων τούτων. Οὕτω καὶ ὁ Γαβριὴλ πετόμενος καὶ ἐκ τῶν οὐρανῶν καταβαίνων φαίνεται, ἵνα μάθῃς τὸ ταχὺ καὶ κοῦφον. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τῶν λειτουργικῶν δυνάμεων ταύταις ταῖς λέξεσι κέχρηται, ὅπου γε καὶ ἐπ' αὐτοῦ τοῦ τῶν ὅλων Θεοῦ οὐ παρῃτήσατο ταύτην μεταχειρίσασθαι τὴν συγκατάβασιν; Βουλόμενος γὰρ αὐτοῦ δεῖξαι ἢ τὸ ἀσώματον ἢ τὸ ταχὺ τῆς πανταχοῦ παρουσίας, φησὶν ὁ Δαυΐδ· Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Καίτοι γε οὔτε ἄνεμοι πτέρυγας ἔχουσιν, οὔτε αὐτὸς ἐπὶ πτερύγων περιπατεῖ. Πῶς γὰρ ὁ πανταχοῦ παρών; Ἀλλ' ὅπερ ἔφθην εἰπών, τῇ ἀσθενείᾳ τῶν ἀκουόντων συγκαταβαίνων, ἀπὸ τῶν ἐγχωρούντων ἀνῆγεν αὐτῶν τὴν διάνοιαν. Καὶ πάλιν τὴν βοήθειαν αὐτοῦ βουλόμενος καὶ τὴν ἐκ ταύτης ἀσφάλειαν ἐνδείξασθαι, ταῖς αὐταῖς κέχρηται λέξεσιν, οὕτω λέγων· Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με. Ἐνταῦθα μέντοι οὐ τὸ μετάρσιον καὶ κοῦφον ἡμῖν αἰνίττεται μόνον ὁ προφήτης διὰ τῶν πτερύγων τούτων, ἀλλὰ καὶ ἕτερόν τι φρικῶδες. Δείκνυσι γὰρ ὅτι εἰ καὶ συγκατάβασις ἦν τὸ ὁρώμενον, ὥσπερ οὖν καὶ ἦν, οὐδὲ αἱ ἄνω δυνάμεις πρὸς τὸ μέτρον τοῦτο χωρῆσαι ἠδύναντο. Τὸ γὰρ καλύπτειν τοὺς πόδας καὶ τὰ πρόσωπα καὶ τὰ νῶτα, ἐκπληττομένων ἦν, τρεμουσῶν [τὴν ἀστραπήν], οὐ φερουσῶν τὴν ἀπὸ τοῦ θρόνου πηδῶσαν ἀστραπήν. Διὰ τοῦτο, καθάπερ τινὶ τειχίῳ, τῇ τῶν πτερύγων προβολῇ συνεσκίαζον τὰς ἑαυτῶν ὄψεις· καὶ ὅπερ ἡμεῖς πάσχειν εἰώθαμεν, ἢ βροντῶν καταρρηγνυμένων ἢ ἀστραπῶν, ἐπὶ τὸ ἔδαφος κλινόμενοι, τοῦτο δὴ καὶ ἐκεῖναι ἔπασχον. Εἰ δὲ τὰ Σεραφίμ, αἱ μεγάλαι καὶ θαυμάσιαι δυνάμεις ἐκεῖναι, Θεὸν καθήμενον καὶ ἐπὶ θρόνου καθήμενον ἰδεῖν ἀδεῶς οὐκ ἠδυνήθησαν, ἀλλὰ καὶ τὰς ὄψεις καὶ τοὺς πόδας ἐκάλυπτον, τίς ἂν παραστήσειε λόγος τὴν μανίαν τῶν αὐτὸν τὸν Θεὸν εἰδέναι σαφῶς λεγόντων καὶ τὴν ἀκήρατον ἐκείνην περιεργαζομένων οὐσίαν; Ταῖς δυσὶν ἐπέταντο καὶ ἐκέκραγον. Τί ποτέ ἐστι τοῦτο τό· Ἐπέταντο καὶ τί παρασημᾶναι βούλεται; Ὅτι διηνεκῶς περὶ τὸν Θεόν εἰσι καὶ παρ' αὐτοῦ οὐκ ἀφίστανται, ἀλλ' αὐτὴ αὐτοῖς ἡ πολιτεία, τὸ διηνεκῶς εἰς αὐτὸν ᾄδειν, τὸ διαπαντὸς εὐφημεῖν τὸν ποιήσαντα. Οὐ γὰρ εἶπεν· Ἐκέκραξαν, ἀλλ' Ἐκέκραγον, τουτέστι, διηνεκῶς τοῦτο ἔργον ἔχουσιν. Ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος. Τοῦτο τὴν παναρμόνιον αὐτῶν συμφωνίαν δηλοῖ καὶ τὴν μετὰ πολλῆς ὁμονοίας εὐφημίαν. Οὗτος ὁ ὕμνος οὐκ εὐφημία μόνον ἐστίν, ἀλλὰ καὶ προφητεία τῶν καταληψομένων τὴν οἰκουμένην ἀγαθῶν καὶ δογμάτων ἀκρίβεια. Τίνος δὲ ἕνεκεν οὐκ εἶπον ἅπαξ καὶ ἐσίγησαν, οὐδὲ δεύτερον καὶ ἔστησαν, ἀλλὰ τρίτον καὶ προσέθηκαν; Οὐκ εὔδηλον ὅτι τῇ Τριάδι τὸν ὕμνον ἀναφέρουσαι τοῦτο ἐποίουν; Διά τοι τοῦτο ὁ μὲν Ἰωάννης περὶ τοῦ Υἱοῦ φησιν εἰρῆσθαι, ὁ δὲ Λουκᾶς περὶ τοῦ Πνεύματος, οἱ δὲ προφῆται περὶ τοῦ Πατρός. Καὶ τὰ ἑξῆς δὲ ταύτην ἡμῖν ἐμφαίνει τὴν ἔννοιαν. Μετὰ γὰρ τὸν ὕμνον ἐπήγαγον· Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, ὅπερ ἦν προφητείας ἀκριβοῦς· τὴν μέλλουσαν γνῶσιν προαναφωνοῦσι, δι' ἧς ἡ οἰκουμένη τῆς δόξης ἐνεπλήσθη τοῦ Θεοῦ· ὡς τό γε παλαιὸν καὶ ἡνίκα ταῦτα ἐλέγετο, οὐ μόνον τὸ λοιπὸν τῆς οἰκουμένης μέρος, ἀλλὰ καὶ αὐτὴ τῆς Ἰουδαίας ἡ χώρα πολλῆς ἀσεβείας ἦν ἐμπεπλησμένη καὶ οὐδεὶς οὐδαμοῦ τὸν Θεὸν ἐδόξαζε. Καὶ μάρτυς αὐτὸς ὁ προφήτης λέγων ὅτι Δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Πότε οὖν πλήρης ἐγένετο ἡ γῆ τῆς δόξης αὐτοῦ; Ὅτε ὁ ὕμνος οὗτος εἰς τὴν γῆν κατηνέχθη καὶ συγχορευταὶ τῶν ἄνω δυνάμεων οἱ κάτω γεγόνασιν ἄνθρωποι καὶ μίαν τὴν μελῳδίαν ἀνήγαγον καὶ κοινὴν τὴν εὐφημίαν ἐποιήσαντο. Εἰ δὲ ἀναισχυντεῖ πρὸς ταῦτα ὁ Ἰουδαῖος, δειξάτω πότε πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ πλήρης ἐγένετο ταύτης τῆς ἀπὸ τῆς γνώσεως; Ἀλλ' οὐκ ἂν ἔχοι δεῖξαι, κἂν μυριάκις ἀναισχυντῇ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον. Εἶδες προφητείας εὐκολίαν τὰ πράγματα ἀλλήλων ἐχόμενα; Μετὰ γὰρ τὸν ὕμνον τοῦτον καὶ τὸ πληρωθῆναι τὴν γῆν τῆς δόξης αὐτοῦ, ἐπαύσατο τὰ Ἰουδαϊκὰ ἅπαντα, ὅπερ καὶ αὐτὸ διὰ τοῦ ἐπαρθῆναι τὸ ὑπέρθυρον ἐδήλωσεν.