Ancient Greek · ~19 min
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-12
Not analysed yet
Ἆρα μὴ εἰς κενὸν τρέχομεν καὶ κοπιῶμεν; μὴ κατὰ πετρῶν σπείρομεν; ἆρα μὴ παρὰ τὴν ὁδὸν καὶ τὰς ἀκάνθας ἡμῖν λανθάνει τὰ σπέρματα πίπτοντα; Ἀγωνιῶ γὰρ σφόδρα καὶ δέδοικα μὴ ἀνόνητος ἡμῖν ἡ γεωργία γένηται· καὶ ταῦτα οὐδὲ μέλλων αὐτὸς εἰς τὸν τοῦ κόπου τούτου παραβλάπτεσθαι μισθόν· οὐ γὰρ οἷα τῶν γηπόνων, τοιαῦτα καὶ τὰ τῶν διδασκόντων ἐστίν. Ὁ μὲν γὰρ γεωργὸς μετὰ τοὺς ἐνιαυσίους πολλάκις μόχθους, καὶ τὴν ταλαιπωρίαν ἐκείνην, καὶ τοὺς ἱδρῶτας, ἂν μηδὲν ἐξενέγκῃ τῶν πόνων ἄξιον ἡ γῆ, παρ' οὐδενὸς ἑτέρου δυνήσεται τῶν πόνων τινὰ παραμυθίαν εὑρεῖν· ἀλλ' ὑποστρέφει μετ' αἰσχύνης καὶ κατηφείας ἀπὸ τῆς ἅλω πρὸς τὴν οἰκίαν, καὶ τὴν γυναῖκα καὶ τὰ παιδία, οὐδένα ἔχων ἀπαιτῆσαι τῆς φιλοπονίας τῆς μακρᾶς τὴν ἀντίδοσιν. Ἐπὶ δὲ ἡμῶν οὐδὲν τοιοῦτον ἔσται, ἀλλὰ κἂν ἡ γεωργουμένη γῆ μηδένα ἐξενέγκῃ καρπὸν, ἡμῶν ἅπαντα ἐπιδειξαμένων πόνον, ὁ καὶ ταύτης καὶ ἡμῶν Κύριος οὐ περιόψεται κεναῖς ἡμᾶς ἀπερχομένους ἐλπίσιν, ἀλλὰ δώσει τὰς ἀμοιβάς. Ἕκαστος γὰρ, φησὶ, τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, οὐ κατὰ τὸ τῶν πραγμάτων τέλος. Καὶ ὅτι οὕτως ἔχει, ἄκουε· Καὶ σὺ, φησὶν, υἱὲ ἀνθρώπου, διαμάρτυρε τῷ λαῷ τούτῳ, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι. Καὶ διὰ τοῦ Ἰεζεκιὴλ δὲ τοῦτο μαθεῖν ἐστιν· ἐὰν ὁ σκοπὸς γὰρ προείπῃ, τί μὲν φυγεῖν τί δὲ ἑλέσθαι δέοι, τὴν ψυχὴν ἐξείλετο τὴν ἑαυτοῦ, κἂν ὁ προσέχων μηδεὶς ᾖ. Ἀλλ' ὅμως καὶ ἰσχυρὰν παραμυθίαν ταύτην ἔχοντες, καὶ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀμοιβῆς θαῤῥοῦντες, ὅταν ὑμῶν τὸ ἔργον ἴδωμεν μὴ προκόπτον, οὐδὲν ἄμεινον ἐκείνων διακείμεθα τῶν γεωργῶν τῶν στεναζόντων καὶ θρηνούντων, τῶν ἐγκαλυπτομένων καὶ αἰσχυνομένων. Τοῦτο γὰρ διδασκάλου συμπάθεια, τοῦτο κηδεμονία πατρός. Ἐπεὶ καὶ Μωϋσῆς, ἐξὸν αὐτῷ τῆς ἀγνωμοσύνης ἀπαλλαγῆναι τῆς Ἰουδαϊκῆς, καὶ λαμπροτέραν ἀρχὴν ἔθνους ἑτέρου λαβεῖν καὶ πολλῷ μείζονος· Ἔασον γάρ με, φησὶ, καὶ ἐξαλείψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα ἢ τοῦτο· ἐπειδὴ ἅγιος ἦν καὶ Θεοῦ δοῦλος, καὶ σφόδρα φίλος γνήσιος καὶ γενναῖος, οὐδὲ ἀκοῦσαι ταύτην ἠνέσχετο τὴν φωνὴν, ἀλλ' εἵλετο μᾶλλον ἀπολέσθαι μετὰ τῶν ἅπαξ κληρωθέντων αὐτῷ, ἢ χωρὶς ἐκείνων διασώζεσθαι, καὶ ἐν ἀξιώματι εἶναι μείζονι. Τοιοῦτον εἶναι χρὴ τὸν προεστῶτα ψυχῶν. Καὶ γὰρ ἄτοπον παῖδας μὲν ἔχοντά τινα φαύλους μὴ ἐθελῆσαι ἑτέρων κληθῆναι πατέρα, ἀλλὰ τῶν παρ' αὐτοῦ φύντων· μαθητὰς δὲ ἐγχειρισθέντας ἑτέρους ἐξ ἑτέρων ἀμείβειν ἀεὶ, καὶ νῦν μὲν τούτων, αὖθις δὲ ἐκείνων, καὶ μετὰ τούτων πάλιν ἄλλων προστασίαν ἡμᾶς ἁρπάζειν, πρὸς οὐδένα οἰκείως διακειμένους. Ἀλλὰ περὶ ὑμῶν μὴ γένοιτο ταῦτα ὑποπτεῦσαί ποτε. Πεποίθαμεν γὰρ, ὅτι μᾶλλον περισσεύετε ἐν τῇ πίστει τῇ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους καὶ εἰς πάντας. Ταῦτα δὲ λέγομεν βουλόμενοι τὴν σπουδὴν ἐπιταθῆναι τὴν ὑμετέραν, καὶ ἐπὶ μεῖζον ἐπιδοθῆναι τῆς πολιτείας ὑμῶν τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τῶν προκειμένων ἡμῖν λόγων εἰς αὐτὸ τὸ βάθος καταθεῖναι δυνήσεσθε τὰ νοήματα, ἂν μηδεμία πονηρίας λήμη τοῖς ὀφθαλμοῖς ἐπισκοτῇ τῆς διανοίας, καὶ τὸ διορατικὸν αὐτῆς καὶ ὀξὺ συνταράσσῃ. Τί ποτ' οὖν ἐστι τὸ προκείμενον ἡμῖν σήμερον; Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Πολύς ἐστιν οὗτος ὁ εὐαγγελιστὴς ἄνω καὶ κάτω τὸν Ἰωάννην στρέφων, καὶ τὴν μαρτυρίαν αὐτοῦ πολλαχοῦ περιφέρων. Ποιεῖ δὲ οὐχ ἁπλῶς τοῦτο, ἀλλὰ καὶ σφόδρα συνετῶς. Ἐπειδὴ γὰρ πολὺ τὸ θαῦμα εἶχον τοῦ ἀνδρὸς τούτου πάντες οἱ Ἰουδαῖοι (καὶ γὰρ καὶ ὁ Ἰώσηπος τῇ τούτου τελευτῇ τὸν πόλεμον λογίζεται, δι' αὐτόν τε δείκνυσι μηδὲ πόλιν εἶναι τήν ποτε μητρόπολιν οὖσαν, καὶ μακροὺς συνείρει περὶ αὐτοῦ λόγους ἐγκωμίων)· ἀπ' αὐτοῦ τοίνυν τοὺς Ἰουδαίους ἐντρέψαι βουλόμενος, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς τοῦ Προδρόμου μαρτυρίας. Καὶ οἱ μὲν ἄλλοι εὐαγγελισταὶ τῶν παλαιοτέρων μέμνηνται προφητῶν, καὶ καθ' ἕκαστον τῶν ἐπ' αὐτῷ γινομένων ἐκεῖ παραπέμπουσι τὸν ἀκροατὴν, καὶ ὅταν τίκτηται, λέγοντες· Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ ὅταν ἐπιβουλεύηται, καὶ πανταχόθεν οὕτως ἀκριβῶς ἀναζητῆται, ὡς καὶ τὴν ἄωρον ἡλικίαν σφάττεσθαι ὑπὸ Ἡρώδου, τὸν Ἱερεμίαν εἰς μέσον πόῤῥωθεν ἄγειν λέγοντα· Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς, καὶ ὀδυρμὸς πολὺς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς· καὶ τοῦ Ὠσηὲ μεμνημένοι, ὅταν ἐξ Αἰγύπτου πάλιν ἀναβαίνῃ, Ἐξ Αἰγύπτου, λέγοντα καὶ αὐτὸν, ἐκάλεσα τὸν υἱόν μου· καὶ πανταχοῦ τοῦτο ποιοῦσιν. Οὗτος δὲ τρανοτέραν τὴν μαρτυρίαν ἐργαζόμενος καὶ νεαρωτέραν, ἅτε καὶ μεγαλοφωνότερον τῶν ἄλλων φθεγξάμενος, οὐ τοὺς ἀπελθόντας, οὐδὲ τοὺς τετελευτηκότας μόνον, ἀλλὰ καὶ τὸν ζῶντα καὶ παραγενόμενον ὑποδείξαντα καὶ βαπτίσαντα αὐτὸν, τοῦτον εἰς μέσον ἄγει συνεχῶς· οὐ τὸν Δεσπότην ἀπὸ τοῦ δούλου ποιῆσαι ἀξιόπιστον σπεύδων, ἀλλὰ τῇ τῶν ἀκροατῶν ἀσθενείᾳ συγκαταβαίνων. Ὥσπερ γὰρ εἰ μὴ τὴν τοῦ δούλου μορφὴν ἔλαβεν, οὐκ ἂν εὐπαράδεκτος γέγονεν· οὕτως εἰ μὴ τῇ τοῦ δούλου φωνῇ τὰς ἀκοὰς τῶν ὁμοδούλων προεγύμνασεν, οὐκ ἂν οἵ γε πολλοὶ τῶν Ἰουδαίων τὸν λόγον ἐδέξαντο.