Ancient Greek · ~15 min
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· «Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-12
Not analysed yet
Πρὸς δὲ τούτῳ καὶ ἕτερον κατεσκευάζετο μέγα τι καὶ θαυμαστόν. Ἐπειδὴ γὰρ τὸ αὐτόν τινα περὶ ἑαυτοῦ μέγα τι λέγειν, ὕποπτον ποιεῖ τὴν μαρτυρίαν, καὶ προσίσταται πολλοῖς τῶν ἀκουόντων πολλάκις, ἕτερος περὶ αὐτοῦ παραγίνεται μαρτυρήσων. Χωρὶς δὲ τούτων, καὶ ὅτι εἰώθασί πως οἱ πολλοὶ πρὸς τὴν συνηθεστέραν καὶ σύντροφον αὐτοῖς ἐπιτρέχειν μᾶλλον φωνὴν, ἅτε αὐτὴν μᾶλλον τῶν ἄλλων ἐπιγινώσκοντες· διὰ δὴ τοῦτο ἡ μὲν ἀπὸ τοῦ οὐρανοῦ γέγονεν ἅπαξ ἢ δὶς, ἡ δὲ τοῦ Ἰωάννου πολλάκις καὶ συνεχῶς. Οἱ μὲν γὰρ ἀναβεβηκότες τοῦ λαοῦ τὴν ἀσθένειαν, καὶ τῶν αἰσθητῶν ἁπάντων ἀπαλλαγέντες, καὶ τῆς ἄνωθεν ἀκούειν ἠδύναντο φωνῆς, καὶ οὐ σφόδρα τῆς ἀνθρωπίνης ἐδέοντο, ἅτε ἐκείνῃ πάντα πειθόμενοι καὶ ὑπ' αὐτῆς ἤγοντο· οἱ δὲ ἔτι κάτω στρεφόμενοι καὶ πολλοῖς προκαλύμμασι συγκεκαλυμμένοι, τῆς ταπεινοτέρας ταύτης ἐδέοντο. Οὕτω γοῦν καὶ ὁ Ἰωάννης, ἐπειδὴ πάντοθεν ἑαυτὸν ἐγύμνωσε τῶν αἰσθητῶν, οὐκ ἐδεῖτο διδασκάλων ἀνθρώπων, ἀλλ' ἀπὸ τῶν οὐρανῶν ἐπαιδεύετο. Ὁ γὰρ πέμψας με βαπτίζειν, φησὶν, ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, οὗτός ἐστιν. Οἱ δὲ ἔτι παῖδες Ἰουδαῖοι, καὶ πρὸς τὸ ὕψος ἐκεῖνο μηδέπω φθάσαι δυνάμενοι, ἄνθρωπον εἶχον διδάσκαλον, οὐ τὰ ἑαυτοῦ αὐτοῖς λέγοντα, ἀλλὰ τὰ ἄνωθεν ἀπαγγέλλοντα. Τί οὖν οὗτός φησιν; Αὐτὸς μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων. Τί ἐστι τὸ, Κέκραγε; Μετὰ παῤῥησίας, φησὶ, μετὰ ἐλευθερίας, χωρὶς ὑποστολῆς ἁπάσης ἀνακηρύττει. Καὶ τί ἀνακηρύττει; τί δὲ μαρτυρεῖ καὶ κέκραγεν; Οὗτος ἦν, φησὶν, ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Συνεσκιασμένη ἡ μαρτυρία, καὶ ἔτι πολὺ τὸ ταπεινὸν ἔχουσα. Οὐ γὰρ εἶπεν, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενής· ἀλλὰ τί; Οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καθάπερ γὰρ αἱ μητέρες τῶν ὀρνίθων τοὺς νεοττοὺς οὐκ εὐθέως οὐδὲ ἐν ἡμέρᾳ μιᾷ τὴν πτῆσιν ἐκδιδάσκουσιν ἅπασαν, ἀλλὰ νῦν μὲν τοσοῦτον ἐξάγουσιν ὅσον ἔξω γενέσθαι τῆς καλιᾶς, νῦν δὲ αὐτοὺς ἀναπαύσασαι πρῶτον, προσβιβάζουσι τῇ πτήσει πάλιν, καὶ τῇ μετὰ ταύτην ἡμέρᾳ ἑτέραν πολλῷ πλείονα προστιθέασι, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὸ προσῆκον ἄγουσιν ὕψος· τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Ἰωάννης οὐκ εὐθέως ἐπὶ τὰ ὑψηλὰ τοὺς Ἰουδαίους ἤγαγεν, ἀλλὰ τέως μικρὸν τῆς γῆς ἀναπτῆναι ἐδίδαξεν, εἰπὼν, ὅτι αὐτοῦ κρείττων ἦν ὁ Χριστός. Οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἦν τέως, τὸ τοὺς ἀκούοντας τοῦ οὕτω θαυμασίου, τοῦ Ἰωάννου λέγω, καὶ περιφανοῦς, καὶ πρὸς ὃν ἅπαντες ἔτρεχον, καὶ ὃν ἄγγελον ἐνόμιζον εἶναι, τὸν οὐδέπω φανέντα οὐδὲ θαυματουργήσαντα, δυνηθῆναι πιστεῦσαι κρείττονα εἶναι. Τέως οὖν τοῦτο κατορθῶσαι ἐσπούδαζεν ἐν ταῖς τῶν ἀκροατῶν διανοίαις, ὅτι τοῦ μαρτυροῦντος ὁ μαρτυρούμενος μείζων, τοῦ παραγενομένου πρώτου ὁ μετὰ ταῦτα ἐλθὼν, τοῦ δήλου καὶ περιφανοῦς ὁ μηδέπω φανείς. Καὶ ὅρα πῶς συνετῶς εἰσάγει τὴν μαρτυρίαν. Οὐ γὰρ φανέντα μόνον ἐπιδείκνυσιν, ἀλλὰ καὶ πρὶν ἢ φανῆναι ἀνακηρύττει. Τὸ γὰρ, Οὗτός ἐστιν ὃν εἶπον, τοῦτο δηλοῦντός ἐστιν· ὥσπερ οὖν καὶ Ματθαῖος λέγει, ὅτι πάντων ἐρχομένων πρὸς αὐτὸν ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Τίνος οὖν ἕνεκεν καὶ πρὸ τοῦ φανῆναι τοῦτο ἐποίησεν; Ἵνα εὐπαράδεκτος ἡ μαρτυρία γένηται φανέντος, τῆς διανοίας ἤδη τῶν ἀκουσάντων προκατασχεθείσης τοῖς περὶ αὐτοῦ λεχθεῖσι, καὶ μηδὲν τῆς εὐτελοῦς περιβολῆς λυμαινομένης αὐτῇ. Εἰ μὲν γὰρ μηδὲν μηδ' ὅλως ἀκούσαντες εἶδον τὸν Χριστὸν αὐτὸν, καὶ ὁμοῦ μετὰ τῆς θέας καὶ τὴν τῶν λόγων μαρτυρίαν ἐδέξαντο τὴν οὕτω θαυμαστὴν καὶ μεγάλην, εὐθέως ἂν τὸ τοῦ σχήματος εὐτελὲς προσέστη τῷ μεγέθει τῶν λεγομένων. Οὕτω γὰρ εὐτελὲς περιέκειτο σχῆμα καὶ κοινὸν ἅπασιν ὁ Χριστὸς, ὡς καὶ Σαμαρείτιδας γυναῖκας, καὶ πόρνας, καὶ τελώνας μετὰ πολλῆς τῆς ἀδείας θαῤῥεῖν αὐτῷ προσιέναι καὶ διαλέγεσθαι.