Ancient Greek · ~20 min
Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-14
Not analysed yet
Τῶν ὀνομάτων καὶ τῶν ῥημάτων τῶν ἐν ταῖς Γραφαῖς κειμένων, οὐχ ἁπλῶς ἡμᾶς ὁ Θεὸς ἐπακούειν βούλεται, ἀλλὰ μετὰ πολλῆς τῆς συνέσεως. Διὰ τοῦτο ὁ μὲν μακάριος Δαυῒδ πολλαχοῦ τῶν Ψαλμῶν προέγραφε τῶν ἑαυτοῦ τὸ, Εἰς σύνεσιν, καὶ ἔλεγεν· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Μετὰ δὲ τοῦτον καὶ ὁ τούτου παῖς ὑποτιθεὶς δείκνυσιν, ὅτι δεῖ καθάπερ ἀργύριον ἐκζητεῖν τὴν σοφίαν· μᾶλλον δὲ ὑπὲρ χρυσίον αὐτὴν ἐμπορεύεσθαι. Καὶ ὁ Κύριος δὲ τοῖς Ἰουδαίοις παραινῶν τὰς Γραφὰς ἐρευνᾷν, ἐπὶ πλέον ἡμᾶς εἰς ζήτησιν ἐνάγει. Οὐκ ἂν γὰρ οὕτως εἶπεν, εἴ γε αὐτόθεν καὶ ἐκ πρώτης αὐτὰς καταλαβεῖν δυνατὸν ἦν τῆς ἀναγνώσεως. Τὸ γὰρ ἐν μέσῳ κείμενον, καὶ πρόχειρον, οὐδείς ποτ' ἂν ἐρευνήσαιτο, ἀλλὰ τὸ συνεσκιασμένον, καὶ μετὰ πολλῆς εὑρισκόμενον τῆς ζητήσεως. Διὰ τοῦτο καὶ θησαυρὸν κεκρυμμένον αὐτὰς εἶναί φησι, πρὸς τὴν ζήτησιν ἡμᾶς διεγείρων. Ταῦτα δὲ ἡμῖν εἴρηται, ἵνα μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε προσβάλλωμεν τοῖς τῶν Γραφῶν ῥήμασιν, ἀλλὰ μετὰ ἀκριβείας πολλῆς. Εἰ μὲν γὰρ ἀνεξετάστως τις ἐπακούσειε τῶν λεγομένων ἐν αὐταῖς, καὶ δέξαιτο πάντα οὕτως ὡς εἴρηται κατὰ τὸ γράμμα, πολλὰ τὰ ἄτοπα ὑποπτεύσει περὶ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἄνθρωπον αὐτὸν εἶναι, καὶ ἀπὸ χαλκοῦ συνεστάναι, καὶ ὀργίλον, καὶ θυμώδη, καὶ πολλὰ ἔτι τούτων χείρονα περὶ αὐτοῦ δέξεται δόγματα. Εἰ δὲ τὸν νοῦν τὸν ἐν τῷ βάθει κείμενον καταμάθοι, πάσης ταύτης ἀπαλλαγήσεται τῆς ἀτοπίας. Ἐπεὶ καὶ τὸ νῦν προκείμενον ἡμῖν ἀνάγνωσμα κόλπον φησὶ τὸν Θεὸν ἔχειν, ὅπερ σωμάτων ἐστιν ἴδιον. Ἀλλ' οὐδεὶς οὕτω μέμηνεν, ὥστε σῶμα ὑποπτεῦσαι τὸν ἀσώματον εἶναι. Ἵν' οὖν ἀξίως τῆς πνευματικῆς ἐννοίας τὸ πᾶν ἐκλάβωμεν, φέρε ἄνωθεν τὸ χωρίον διερευνησώμεθα. Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ἐκ ποίας ἐπὶ τοῦτο ἦλθεν ἀκολουθίας ὁ Εὐαγγελιστής; Δείξας πολλὴν τῶν τοῦ Χριστοῦ δωρεῶν τὴν ὑπερβολήν, ὡς εἶναι τὸ μέσον ἄπειρον τούτων τε καὶ τῶν διὰ Μωϋσέως οἰκονομηθέντων, θέλει λοιπὸν καὶ αἰτίαν εὔλογον τῆς διαφορᾶς εἰπεῖν. Ἐκεῖνος μὲν γὰρ ὑπηρέτης ὢν, ταπεινοτέρων γέγονε πραγμάτων διάκονος· οὗτος δὲ Δεσπότης, καὶ βασιλεὺς, καὶ βασιλέως Υἱὸς ὢν, τὰ πολλῷ μείζονα ἡμῖν ἐκόμισε, συνὼν ἀεὶ τῷ Πατρὶ, καὶ ὁρῶν αὐτὸν διηνεκῶς. Διὸ καὶ οὕτως ἐπήγαγε λέγων· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Τί οὖν ἐροῦμεν τῷ μεγαλοφωνοτάτῳ Ἡσαΐᾳ λέγοντι· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου; τί δὲ τῷ Ἰωάννῃ προσμαρτυροῦντι αὐτῷ ὅτι ταῦτα εἶπεν, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ; τί δὲ τῷ Ἰεζεκιήλ; καὶ γὰρ καὶ αὐτὸς ἐπὶ τῶν Χερουβὶμ καθήμενον αὐτὸν ὁρᾷ· τί δὲ καὶ τῷ Δανιήλ; καὶ γὰρ καὶ οὗτός φησιν· Ὁ Παλαιὸς τῶν ἡμερῶν ἐκάθητο· τί δὲ καὶ αὐτῷ τῷ Μωϋσεῖ λέγοντι· Δεῖξόν μοι τὴν δόξαν σου ὅπως γνωστῶς ἴδω σε; Ὁ δὲ Ἰακὼβ καὶ ἀπὸ τούτου τὴν προσηγορίαν ἔλαβεν, Ἰσραὴλ ἐπικληθείς· Ἰσραὴλ γὰρ ὁ τὸν Θεὸν ὁρῶν ἐστι. Καὶ ἕτεροι δὲ αὐτὸν ἑωράκασι. Πῶς οὖν ὁ Ἰωάννης εἶπε, Θεὸν οὐδεὶς ἑώρακε πώποτε; Δηλῶν ὅτι πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὄψις. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο. Ἁπλῆ γάρ τις καὶ ἀσχημάτιστος αὕτη, καὶ ἀσύνθετος, καὶ ἀπερίγραπτος, οὐ κάθηται, οὐδὲ ἕστηκεν, οὐδὲ περιπατεῖ. Ταῦτα γὰρ πάντα σωμάτων. Πῶς δέ ἐστιν, αὐτὸς οἶδε μόνος. Καὶ τοῦτο διὰ προφήτου τινὸς ὁ Θεὸς καὶ Πατὴρ ἐμφαίνων ἔλεγεν· Ἐγὼ ὁράσεις, φησὶν, ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην· τουτέστι, Συγκατέβην, οὐ τοῦτο ὅπερ ἤμην ἐφάνην. Ἐπειδὴ γὰρ ἔμελλεν αὐτοῦ ὁ Υἱὸς δι' ἀληθινῆς σαρκὸς φανήσεσθαι ἡμῖν, ἄνωθεν αὐτοὺς προεγύμναζεν ὁρᾷν τοῦ Θεοῦ τὴν οὐσίαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν. Ἐπεὶ αὐτὸ ὅπερ ἐστὶν ὁ Θεὸς, οὐ μόνον προφῆται, ἀλλ' οὐδὲ ἄγγελοι εἶδον, οὔτε ἀρχάγγελοι· ἀλλ' ἐὰν ἐρωτήσῃς αὐτοὺς, ἀκούσῃ περὶ μὲν τῆς οὐσίας οὐδὲν ἀποκρινομένους, Δόξα δὲ ἐν ὑψίστοις, μόνον ᾄδοντας, τῷ Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Κἂν παρὰ τῶν Χερουβὶμ ἢ τῶν Σεραφὶμ ἐπιθυμήσῃς τι μαθεῖν, τὸ μυστικὸν τοῦ ἁγιασμοῦ μέλος ἀκούσῃ, καὶ ὅτι Πλήρης ὁ οὐρανὸς, καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Ἂν τὰς ἀνωτέρω δυνάμεις ἐξετάσῃς, οὐδὲν ἄλλο εὑρήσεις, ἢ ὅτι ἓν ἔργον αὐταῖς ἐστι, τὸ αἰνεῖν τὸν Θεόν· Αἰνεῖτε γὰρ αὐτὸν, φησὶ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Μόνος οὖν αὐτὸν ὁρᾷ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἡ γὰρ κτιστὴ φύσις ἅπασα πῶς καὶ ἰδεῖν δυνήσεται τὸν ἄκτιστον; Εἰ γὰρ ἁπλῶς τῆς ὁποιασοῦν ἀσωμάτου δυνάμεως, καίτοι γε γενητῆς οὔσης, οὐ δυνάμεθα δέξασθαι θεωρίαν σαφῆ, καὶ τοῦτο πολλάκις ἐπὶ τῶν ἀγγέλων ἐδείχθη· πολλῷ μᾶλλον τῆς καὶ ἀσωμάτου καὶ ἀγενήτου οὐσίας. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν, Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται. Ἆρ' οὖν τῷ Πατρὶ μόνῳ τὸ ἐξαίρετον τοῦτο πρόσεστι, τῷ δὲ Υἱῷ οὐκέτι; Ἄπαγε· ἀλλὰ καὶ τῷ Υἱῷ. Ὅτι δὲ καὶ αὐτῷ, ἄκουε Παύλου τοῦτο δηλοῦντος, καὶ λέγοντος· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ὁ δὲ τοῦ ἀοράτου εἰκὼν ὢν, καὶ αὐτὸς ἀόρατος· ἐπεὶ οὐκ ἂν εἴη εἰκών. Εἰ δὲ ἀλλαχοῦ φησι, Θεὸς ἐφανερώθη ἐν σαρκὶ, μὴ θαυμάσῃς· ὅτι ἡ φανέρωσις διὰ τῆς σαρκὸς, οὐ μὴν κατὰ τὴν οὐσίαν γέγονεν. Ἐπεὶ ὅτι καὶ αὐτὸς ἀόρατος οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ ταῖς ἄνω δυνάμεσι, δείκνυσιν ὁ Παῦλος. Εἰπὼν γὰρ, ὅτι Ἐφανερώθη ἐν σαρκὶ, ἐπήγαγεν, ὅτι Ὤφθη ἀγγέλοις.