Ancient Greek · ~13 min
Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 4.1-6
Not analysed yet
Ὅρα πῶς ὁ μὲν τύπος ἐδόθη διὰ Μωϋσέως, ἡ δὲ ἀλήθεια ἐγένετο διὰ Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν ἐν τῷ ὄρει Σινᾷ τῶν Ἀμαληκιτῶν πολεμούντων Ἑβραίοις, αἱ χεῖρες μὲν ἐστηρίζοντο τοῦ Μωϋσέως, αἰρόμεναι ὑπὸ Ἀαρὼν καὶ Ὢρ ἑκατέρωθεν ἑστώτων· ὁ δὲ Χριστὸς παραγενόμενος, αὐτὸς δι' ἑαυτοῦ τὰς χεῖρας τείνας εἶχεν ἐν τῷ σταυρῷ. Εἶδες πῶς ὁ μὲν τύπος ἐδίδοτο, ἡ δὲ ἀλήθεια ἐγίνετο; Πάλιν ὁ νόμος ἔλεγεν· Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· ἡ δὲ χάρις τί φησι; Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ ὁ Παῦλος, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἐπεὶ οὖν τοσαύτης ἀπολελαύκαμεν χάριτος καὶ ἀληθείας, παρακαλῶ, μὴ διὰ τὸ μέγεθος τῆς δωρεᾶς γενώμεθα ῥᾳθυμότεροι. Ὅσῳ γὰρ μείζονος ἠξιώθημεν τιμῆς, τοσούτῳ καὶ πλείονός ἐσμεν ἀρετῆς ὀφειλέται. Ὁ μὲν γὰρ μικρὰ εὐεργετηθεὶς, κἂν μικρὰ ἐπιδείξηται, οὐ τοσαύτης καταγνώσεως ἄξιός ἐστιν· ὁ δὲ πρὸς τὴν ἀνωτάτω κορυφὴν τῆς τιμῆς ἀναβὰς, εἶτα χαμαίζηλα καὶ ταπεινὰ ἐπιδεικνύμενος, πολλῷ μείζονος ἔσται κολάσεως ἄξιος. Ἀλλὰ μὴ γένοιτο περὶ ὑμῶν τοιαῦτα ὑποπτεῦσαί ποτε. Πεποίθαμεν γὰρ ἐν Κυρίῳ, ὅτι πρὸς τὸν οὐρανὸν τὰς ψυχὰς ὑμῶν ἐπτερώσατε, καὶ τῆς γῆς ἀπανέστητε, καὶ ἐν τῷ κόσμῳ ὄντες, οὐ τὰ τοῦ κόσμου μεταχειρίζεσθε. Ἀλλ' ὅμως καὶ πεπεισμένοι, οὐ παυόμεθα συνεχῶς τὰ αὐτὰ παρακαλοῦντες. Ἐπεὶ καὶ ἐν τοῖς ἔξωθεν ἀγῶσιν, οὐ τοὺς ἀναπεπτωκότας, οὐδὲ τοὺς ὑπτίους κειμένους, ἀλλὰ τοὺς ἐνεργοῦντας, τοὺς ἔτι τρέχοντας ἅπαντες προτρέπονται οἱ θεαταί. Ἐπ' ἐκείνων μὲν γὰρ ὡς ἀνόνητα πονοῦντες, καὶ οὐ δυνάμενοι διὰ τῶν παρακλήσεων αὐτοὺς ἀναστῆσαι, ἀποῤῥαγέντας καθάπαξ τῆς νίκης, οὕτω παύονται καταγινώσκοντες· ἐνταῦθα δὲ οὐκ ἐφ' ὑμῶν μόνον τῶν νηφόντων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀναπεσόντων, εἰ βουληθεῖεν μεταβαλέσθαι, ἔστι τι προσδοκῆσαι χρηστόν. Διὸ καὶ πάντα πράττομεν, παρακαλοῦντες, ὀνειδίζοντες, προτρέποντες, ἐπαινοῦντες, ὥστε τὴν ὑμετέραν πραγματεύσασθαι σωτηρίαν. Μὴ τοίνυν τῇ συνεχεῖ τῇ περὶ τῆς πολιτείας δυσχεράνητε παραινέσει. Οὐ γὰρ ῥᾳθυμίαν κατεγνωκότων ἐστὶ τὰ λεγόμενα, ἀλλὰ χρηστὰς σφόδρα ἐλπίδας ἐχόντων περὶ ὑμῶν. Οὐ πρὸς ὑμᾶς δὲ μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς τοὺς λέγοντας ταῦτα εἴρηται καὶ εἰρήσεται· καὶ γὰρ καὶ αὐτοὶ τῆς αὐτῆς δεόμεθα διδασκαλίας. Εἰ γὰρ καὶ παρ' ἡμῶν λέγεται, ἀλλὰ καὶ πρὸς ἡμᾶς οὐδὲν κωλύει ταῦτα λέγεσθαι. Τὸν μὲν γὰρ εὑρὼν ὑπεύθυνον ὄντα, ὁ λόγος διωρθώσατο, τὸν δὲ ἐκτὸς καὶ ἀπηλλαγμένον, ὡς ποῤῥωτάτω, πάλιν ἀπήγαγεν. Οὐδὲ γὰρ αὐτοὶ τῶν ἁμαρτημάτων ἐσμὲν καθαροί. Ἥ τε οὖν ἰατρεία κοινὴ, τά τε φάρμακα ἅπασι πρόκειται· ἡ δὲ θεραπεία λοιπὸν οὐ κοινὴ, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται. Διὸ καὶ ὁ μὲν δεόντως μεταχειρίσας τὸ φάρμακον, ἀπώνατό τι τῆς θεραπείας· ὁ δὲ μὴ ἐπιθεὶς τῷ τραύματι, μεῖζον εἰργάσατο τὸ κακὸν, καὶ εἰς τὴν χαλεπωτάτην κατέστρεψε τελευτήν. Μὴ τοίνυν ἀλγῶμεν ἰατρευόμενοι, ἀλλὰ πολλῷ μᾶλλον χαίρωμεν, κἂν πικρὰς φέρῃ τὰς ὀδύνας τῆς διδασκαλίας ἡ μεθοδεία· πολὺ γὰρ ἥδιστον ἡμῖν ὕστερον ἐπιδείξεται τὸν καρπόν. Πάντα οὖν εἰς τοῦτο πράττωμεν, ὅπως καθαροὶ τραυμάτων καὶ πληγῶν, ἃς οἱ τῆς ἁμαρτίας ὀδόντες ἐντιθέασι τῇ ψυχῇ, εἰς τὸν αἰῶνα ἀπάρωμεν ἐκεῖνον, ἵνα ἄξιοι τῆς ὄψεως γενόμενοι τοῦ Χριστοῦ, μὴ ταῖς τιμωρητικαῖς καὶ ἀποτόμοις δυνάμεσι κατὰ τὴν ἡμέραν παραδοθῶμεν ἐκείνην, ἀλλὰ ταῖς δυναμέναις πρὸς τὴν κληρονομίαν εἰσαγαγεῖν ἡμᾶς τῶν οὐρανῶν, τὴν ἡτοιμασμένην τοῖς ἀγαπῶσιν αὐτόν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.