Ancient Greek
Αὕτη γάρ ἐστιν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-15
Not analysed yet
Δεινὸν ἡ βασκανία, ἀγαπητὲ, δεινὸν καὶ ὀλέθριον τοῖς βασκαίνουσιν, οὐ τοῖς βασκαινομένοις. Πρώτους γὰρ αὐτοὺς λυμαίνεται καὶ διαφθείρει, καθάπερ ἰός τις θανατηφόρος ἐγκαθήμενος αὐτῶν ταῖς ψυχαῖς. Εἰ δέ που καὶ τοὺς φθονουμένους παραβλάψειε, μικρὰν καὶ οὐδενὸς ἀξίαν βλάβην, καὶ μεῖζον τῆς ζημίας τὸ κέρδος ἔχουσαν. Καὶ οὐκ ἐπὶ τῆς βασκανίας μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ δράσας κακῶς, οὗτός ἐστιν ὁ τὴν βλάβην δεξάμενος. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν προσέταξεν ὁ Παῦλος τοῖς μαθηταῖς, Διατί οὐχὶ μᾶλλον ἀδικεῖσθε; λέγων· διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; Οἶδε γὰρ ἀκριβῶς οὐ τῷ πάσχοντι κακῶς, ἀλλὰ τῷ ποιοῦντι κακῶς, τὸν ὄλεθρον ἑπόμενον πανταχοῦ. Ταῦτα δή μοι πάντα διὰ τὴν βασκανίαν εἴρηται τὴν Ἰουδαϊκήν. Οἱ γὰρ ἀπὸ τῶν πόλεων ἐκχυθέντες πρὸς τὸν Ἰωάννην, καὶ τῶν ἁμαρτημάτων καταγνόντες τῶν οἰκείων, καὶ βαπτισάμενοι, αὐτοὶ μετὰ τὸ βάπτισμα καθάπερ ἔκ τινος μεταμελείας πέμπουσιν ἐρωτῶντες αὐτόν· Σὺ τίς εἶ; Ὄντως γεννήματα ἐχιδνῶν καὶ ὄφεις, καὶ εἴ τι τούτων χαλεπώτερον. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς καὶ διεστραμμένη, μετὰ τὸ βαπτίσασθαι, τότε τὸν βαπτιστὴν περιεργάζῃ καὶ πολυπραγμονεῖς; Καὶ τί ταύτης τῆς ἀλογίας ἀλογώτερον γένοιτ' ἄν; Πῶς ἐξῄειτε; πῶς ἐξωμολογεῖσθε τὰ ἁμαρτήματα; πῶς ἐπετρέχετε τῷ βαπτίζοντι; πῶς αὐτὸν ἠρωτᾶτε περὶ τῶν πρακτέων; Ταῦτα γὰρ ὑμῖν ἅπαντα ἀλόγως ἐπράττετο, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἀγνοοῦσιν. Ἀλλ' οὐδὲν τούτων εἶπεν, οὐδὲ ἐνεκάλεσεν ὁ μακάριος Ἰωάννης, οὐδὲ ὠνείδισεν, ἀλλὰ μετὰ ἐπιεικείας ἁπάσης ἀποκρίνεται πρὸς αὐτούς. Τίνος δὲ ἕνεκεν τοῦτο ἐποίει, ἐκεῖνο μαθεῖν ἄξιον, ὥστε πᾶσιν αὐτῶν κατάδηλον τὴν κακουργίαν γενέσθαι καὶ φανεράν· Πολλάκις πρὸς Ἰουδαίους ἐμαρτύρησεν ὁ Ἰωάννης τῷ Χριστῷ, καὶ ὅτε ἐβάπτιζεν αὐτοὺς, συνεχῶς αὐτοῦ πρὸς τοὺς παρόντας ἐμέμνητο, καὶ ἔλεγεν· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔπαθον οὖν τι πρὸς αὐτὸν ἀνθρώπινον πάθος. Εἰς γὰρ τὴν τοῦ κόσμου δόξαν ἐπτοημένοι, καὶ τὰ κατὰ πρόσωπον βλέποντες, ἀνάξιον εἶναι ἐνόμιζον ὑποτάσσεσθαι αὐτὸν τῷ Χριστῷ. Τὸν μὲν γὰρ Ἰωάννην πολλὰ τὰ δεικνύντα λαμπρὸν ἦν· καὶ πρῶτον, τὸ γένος ἐπίσημον καὶ περιφανές· ἀρχιερέως γὰρ ἦν υἱός· ἔπειτα ἡ δίαιτα καὶ ἡ σκληραγωγία, ἡ τῶν ἀνθρωπίνων ὑπεροψία πάντων· καὶ γὰρ ἐσθῆτος, καὶ τραπέζης, καὶ οἰκίας, καὶ τροφῆς δὲ αὐτῆς ὑπεριδὼν, κατὰ τὴν ἔρημον τὸν ἔμπροσθεν διέτριβε χρόνον. Ἐπὶ δὲ τοῦ Χριστοῦ πᾶν τοὐναντίον ἦν· τό τε γὰρ γένος εὐτελές· ὃ καὶ πολλάκις αὐτὸ προὔφερον λέγοντες· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς; Καὶ ἡ δοκοῦσα δὲ αὐτῷ πατρὶς εἶναι τοσοῦτον ἐπονείδιστος ἦν, ὡς καὶ τὸν Ναθαναὴλ λέγειν· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ ἡ δίαιτα δὲ κοινὴ, καὶ τὰ ἱμάτια δὲ οὐδὲν πλέον τῶν πολλῶν ἔχοντα, Οὐ γὰρ περιέκειτο ζώνην δερματίνην, οὐδὲ ἀπὸ τριχῶν τὸ ἔνδυμα εἶχεν, οὐδὲ μέλι καὶ ἀκρίδας ἤσθιεν· ἀλλὰ πᾶσιν ὁμοίως διῃτᾶτο, καὶ συμποσίοις παρεγίνετο πονηρῶν ἀνθρώπων, καὶ τελωνῶν, ὥστε αὐτοὺς ἐπισπᾶσθαι. Ὅπερ οὐ συνιέντες οἱ Ἰουδαῖοι, καὶ διὰ ταῦτα αὐτῷ ὠνείδιζον, καθὼς καὶ αὐτός φησιν· Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Ἐπεὶ οὖν συνεχῶς ὁ Ἰωάννης ἀφ' ἑαυτοῦ πρὸς ἐκεῖνον αὐτοὺς παρέπεμπε τὸν δοκοῦντα παρ' αὐτοῖς εὐτελέστερον εἶναι, αἰσχυνόμενοι καὶ δυσχεραίνοντες, καὶ βουλόμενοι τοῦτον μᾶλλον ἔχειν διδάσκαλον, φανερῶς μὲν τοῦτο οὐκ ἐτόλμησαν εἰπεῖν, πέμπουσι δὲ πρὸς αὐτὸν προσδοκῶντες διὰ τῆς κολακείας αὐτὸν ἐπισπάσασθαι εἰς τὸ ἑαυτὸν ὁμολογῆσαι Χριστόν. Οὐ τοίνυν τινὰς εὐκαταφρονήτους πέμπουσιν ὡς ἐπὶ τοῦ Χριστοῦ· ἐκεῖνον μὲν γὰρ βουλόμενοι κατασχεῖν, ὑπηρέτας ἀπέστειλαν, καὶ Ἡρωδιανοὺς πάλιν καὶ τοιούτους τινάς· ἐνταῦθα δὲ ἱερεῖς, καὶ Λευΐτας· καὶ οὐχ ἁπλῶς ἱερεῖς, ἀλλὰ τοὺς ἐξ Ἱεροσολύμων, τουτέστι, τοὺς ἐντιμοτέρους (οὐδὲ γὰρ ἁπλῶς ταῦτα ἐπεσημήνατο ὁ Εὐαγγελιστής)· καὶ πέμπουσιν, ἵνα ἐρωτήσωσι, Σὺ τίς εἶ; Καὶ μὴν ἡ γέννησις αὐτοῦ πᾶσα κατάδηλος ἦν, ὡς καὶ λέγειν ἅπαντας· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ εἰς ὅλην τὴν ὀρεινὴν ὁ λόγος ἐξῆλθεν οὗτος. Καὶ ὅτε παρεγένετο πάλιν ἐπὶ τὸν Ἰορδάνην, πᾶσαι αἱ πόλεις ἀνεπτερώθησαν, καὶ ἐξ Ἱεροσολύμων καὶ ἐκ πάσης τῆς Ἰουδαίας ἐπορεύοντο βαπτισθῆναι πρὸς αὐτόν. Οὗτοι τοιγαροῦν ἐρωτῶσι νῦν, οὐχ ὡς ἀγνοοῦντες (πῶς γὰρ, τὸν τοσούτοις τρόποις γενόμενον δῆλον;) ,ἀλλὰ βουλόμενοι εἰς τοῦτο, ὅπερ εἶπον, αὐτὸν ἐναγαγεῖν.