Ancient Greek · ~18 min
Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-10
Not analysed yet
Τί οὖν πλέον ἐμάθομεν παρὰ τοῦ Υἱοῦ, ὡς ἐν τοῖς κόλποις ὄντος τοῖς πατρικοῖς; τί παρὰ τοῦ Μονογενοῦς; Ὅτι πρῶτον μὲν καὶ αὐτὰ ταῦτα τῆς ἐνεργείας ἐστὶ τῆς ἐκείνου· ἔπειτα, πολλῷ τρανοτέραν ἐδεξάμεθα τὴν διδασκαλίαν, καὶ ἔγνωμεν ὅτι πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν· καὶ ἔτι αὐτὸ τοῦτο, ὅτι Θεὸν ἰδεῖν ἀδύνατον, καὶ ὅτι οὐδεὶς αὐτὸν γινώσκει, εἰ μὴ ὁ Υἱός· καὶ ὅτι ὁ Πατήρ ἐστι γνησίου Μονογενοῦς· καὶ τὰ ἄλλα ὅσα περὶ αὐτοῦ διελέχθη. Τὸ δὲ, Ἐξηγήσατο, τὴν τρανοτέραν καὶ σαφεστέραν δείκνυσι διδασκαλίαν, ἢν οὐ πρὸς Ἰουδαίους μόνον, ἀλλὰ καὶ πρὸς ἅπασαν ἐποιήσατο τὴν οἰκουμένην καὶ κατώρθωσε. Τοῖς μὲν οὖν προφήταις οὐδὲ Ἰουδαῖοι πάντες προσεῖχον· τῷ δὲ Μονογενεῖ τοῦ Θεοῦ πᾶσα ἡ οἰκουμένη καὶ εἶξε καὶ ἐπείσθη. Ἡ τοίνυν ἐξήγησις ἐνταῦθα τὸ σαφέστερον τῆς διδασκαλίας δηλοῖ· διὸ καὶ Λόγος λέγεται, καὶ Μεγάλης βουλῆς ἄγγελος. Ἐπεὶ οὖν καὶ μείζονος καὶ τελειοτέρας κατηξιώθημεν τῆς διδασκαλίας, οὐκ ἔτι διὰ προφητῶν, ἀλλὰ διὰ τοῦ Υἱοῦ λαλήσαντος ἡμῖν τοῦ Θεοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων, πολλῷ μείζονα καὶ ἀξίαν πολιτείαν ἐπιδειξώμεθα τῆς τιμῆς. Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν καταβῆναι τοσοῦτον, ὡς μηκέτι διὰ τῶν δούλων ἡμῖν ἐθέλειν διαλέγεσθαι, ἀλλὰ δι' ἑαυτοῦ· ἡμᾶς δὲ τῶν προτέρων μηδὲν ἐπιδείξασθαι πλέον. Ἐκεῖνοι μὲν οὖν Μωϋσέα, ἡμεῖς δὲ τὸν Μωϋσέως Δεσπότην διδάσκαλον ἔχομεν. Οὐκοῦν ταύτης τῆς τιμῆς ἀξίαν φιλοσοφίαν ἐπιδειξώμεθα, καὶ μηδὲν ἔχωμεν κοινὸν πρὸς τὴν γῆν. Διὰ γὰρ τοῦτο ἡμῖν ἄνωθεν ἐκ τῶν οὐρανῶν διδασκαλίαν ἐκόμισεν, ἵνα ἐκεῖ μεταστήσῃ τὴν διάνοιαν, ἵνα μιμηταὶ τοῦ διδασκάλου γενώμεθα κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ πῶς, φησὶν, ἔστι μιμητὰς γενέσθαι τοῦ Χριστοῦ, εἰς τὸ κοινωφελὲς ἅπαντα πραγματευομένους, καὶ μὴ τὰ ἑαυτῶν ζητοῦντας. Καὶ γὰρ ὁ Χριστὸς, φησὶν, οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. Μηδεὶς τοιγαροῦν τὸ ἑαυτοῦ ζητείτω. Οὕτω γάρ τις τὸ ἑαυτοῦ ζητεῖ, ἂν τὸ τοῦ πλησίον σκοπῇ· καὶ γὰρ τὰ ἐκείνων ἡμέτερα. Σῶμά ἐσμεν ἓν, καὶ ἀλλήλων μέρη καὶ μέλη. Μὴ τοίνυν ὡς διεσπασμένοι διακεώμεθα, μηδὲ λεγέτω τις· Ὁ δεῖνά μοι φίλος οὐκ ἔστιν, οὐδὲ συγγενὴς, οὐδὲ γείτων, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν· πῶς προσελεύσομαι; πῶς διαλέξομαι; Εἰ γὰρ καὶ μὴ συγγενὴς, μηδὲ φίλος ἐστὶν, ἀλλ' ἄνθρωπός ἐστι, τῆς αὐτῆς σοὶ μετέχων φύσεως, τὸν αὐτὸν ἔχων Δεσπότην, ὁμόδουλος καὶ ὁμόσκηνος· ἐν γὰρ τῷ αὐτῷ γέγονε κόσμῳ. Εἰ δὲ καὶ τῆς πίστεως μετέχει τῆς αὐτῆς, ἰδού σοι καὶ μέλος γέγονε. Ποία γὰρ φιλία τοσαύτην ἕνωσιν ἐργάσασθαι δύναιτ' ἂν, ὅσην τῆς πίστεως ἡ συγγένεια; Οὐ γὰρ ὅσην φίλους πρὸς φίλους ἐπιδείκνυσθαι χρὴ τὴν ἐγγύτητα, καὶ τοσαύτην ἡμᾶς ἔχειν δεῖ τὴν πρὸς ἀλλήλους οἰκείωσιν· ἀλλ' ὅσην μέλος πρὸς μέλος. Τούτου γὰρ τοῦ τρόπου τῆς φιλίας καὶ κοινωνίας ἄλλην μείζονα οἰκείωσιν οὐκ ἄν τις εὕροι ποτέ. Ὥσπερ οὖν οὐκ ἂν δύναιο λέγειν· Πόθεν μοι οἰκειότης καὶ ἐγγύτης πρὸς αὐτόν; καταγέλαστον γὰρ τοῦτο· οὕτως οὐδὲ περὶ τοῦ ἀδελφοῦ δυνήσῃ τοῦτο εἰπεῖν. Οἱ γὰρ πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, φησί. Διατί εἰς ἓν σῶμα; Ὥστε μὴ διεσπάσθαι, ἀλλὰ τῇ πρὸς ἀλλήλους συνόδῳ καὶ φιλίᾳ σώματος ἑνὸς ἀκολουθίαν διατηρεῖν. Μὴ δὴ καταφρονήσωμεν ἀλλήλων, ἵνα μὴ ἑαυτῶν ὑπερίδωμεν. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησε, φησὶν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν. Διὰ τοῦτο οἰκίαν μίαν τοῦτον ἡμῖν τὸν κόσμον ἔδωκεν ὁ Θεὸς, πάντα ἐξίσου διένειμεν, ἕνα ἀνῆψε πᾶσιν ἥλιον, ἕνα ἐξέτεινεν ὄροφον, τὸν οὐρανὸν, μίαν ἀνῆκε τράπεζαν, τὴν γῆν. Ἔδωκε καὶ ἑτέραν ταύτης πολλῷ μείζονα τράπεζαν, ἀλλὰ καὶ ταύτην μίαν· ἴσασιν οἱ συμμύσται τὸ λεγόμενον· ἕνα τρόπον γεννήσεως ἅπασιν ἐχαρίσατο τὸν πνευματικόν· μία πᾶσι πατρὶς, ἡ ἐν τοῖς οὐρανοῖς· ἐκ τοῦ ποτηρίου τοῦ αὐτοῦ πάντες πίνομεν. Οὐ τῷ μὲν πλουτοῦντι πλέον καὶ τιμιώτερον, τῷ πένητι δὲ εὐτελέστερον καὶ ἔλαττον ἐχαρίσατο, ἀλλὰ πάντας ἐξίσης ἐκάλεσε· τὰ σαρκικὰ ὁμοτίμως, τὰ πνευματικὰ ὁμοίως παρέσχε. Πόθεν οὖν ἡ ἀνωμαλία πολλὴ κατὰ τὸν βίον; Ἐκ τῆς τῶν πλουτούντων πλεονεξίας τε καὶ ἀλαζονείας. Ἀλλὰ μὴ, ἀδελφοὶ, μηκέτι ταῦτα γενέσθω, μηδὲ τῶν καθολικῶν καὶ ἀναγκαιοτέρων εἰς τὸ αὐτὸ συναγόντων ἡμᾶς, ἀπὸ τῶν γηΐνων καὶ εὐτελῶν διαιρώμεθα, πλούτου λέγω, καὶ πενίας, καὶ συγγενείας σωματικῆς, καὶ ἔχθρας καὶ φιλίας. Ταῦτα γὰρ πάντα σκιὰ, καὶ σκιᾶς εὐτελέστερα, τοῖς τὸν σύνδεσμον ἔχουσι τῆς ἀγάπης ἄνωθεν. Τοῦτον οὖν φυλάττωμεν ἀῤῥαγῆ, καὶ οὐδὲν ἐπεισελθεῖν δυνήσεται τῶν πνευμάτων τῶν πονηρῶν καὶ διαιρούντων τὴν τοσαύτην ἕνωσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.