Ancient Greek · ~18 min
Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-16
Not analysed yet
Μέγα ἀγαθὸν παῤῥησία καὶ τὸ ἐλευθεροστομεῖν, καὶ πάντα δεύτερα τίθεσθαι τῆς ὁμολογίας τῆς εἰς τὸν Χριστόν· οὕτω μέγα καὶ θαυμαστὸν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν τοιοῦτον ἀνακηρύττειν ἐπὶ τοῦ Πατρὸς, καίτοι γε οὐκ ἴση ἡ ἀντίδοσις. Σὺ μὲν γὰρ ὁμολογεῖς ἐπὶ τῆς γῆς, αὐτὸς δὲ ὁμολογεῖ ἐν τοῖς οὐρανοῖς· καὶ σὺ μὲν ἀνθρώπων παρόντων, αὐτὸς δὲ ἐπὶ τοῦ Πατρὸς καὶ τῶν ἀγγέλων ἁπάντων. Τοιοῦτος ὁ Ἰωάννης ἦν, οὐ πλῆθος, οὐ δόξαν, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ὑφορώμενος, ἀλλὰ ταῦτα πάντα καταπατῶν, καὶ μετὰ τῆς προσηκούσης ἐλευθερίας τὰ περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνακηρύττων. Διὰ γὰρ τοῦτο καὶ τὸν τόπον ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς, ἵνα τὴν παῤῥησίαν δείξῃ τοῦ μεγαλοφώνου κήρυκος. Οὐ γὰρ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν ἐν μέσῳ τῷ πλήθει, παρόντων ἁπάντων τῶν ὑπ' αὐτοῦ βαπτιζομένων (βαπτίζοντι γὰρ ἐπέστησαν οἱ Ἰουδαῖοι), τὴν θαυμαστὴν ἐκείνην ἀνεκήρυξεν ὁμολογίαν περὶ τοῦ Χριστοῦ, τὴν τῶν ὑψηλῶν καὶ μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν δογμάτων, καὶ ὡς οὐκ εἴη ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Πῶς οὖν τοῦτο ποιεῖ; Ἐπάγων καὶ λέγων· Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ. Ὅσα δὲ τῶν ἀντιγράφων ἀκριβέστερον ἔχει, Ἐν Βηθαβαρᾷ, φησίν. Ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, οὐδὲ ἐπὶ τῆς ἐρήμου ἦν, ἀλλ' ἐγγύς που τῶν Ἱεροσολύμων. Τοὺς δὲ τόπους καὶ δι' ἑτέραν αἰτίαν ἐπισημαίνεται. Ἐπειδὴ γὰρ πράγματα οὐ παλαιὰ διηγεῖσθαι ἔμελλεν, ἀλλὰ πρὸ μικροῦ συμβάντα τοῦ χρόνου, τοὺς παρόντας καὶ θεωμένους μάρτυρας ποιεῖται τῶν λεγομένων, καὶ ἀπόδειξιν καὶ ἀπὸ τῶν τόπων παρέχεται. Θαῤῥῶν γὰρ ὅτι οὐδὲν παρ' ἑαυτοῦ προσετίθει τοῖς λεγομένοις, ἀλλὰ τὰ ὄντα ἁπλῶς ἅπαντα μετὰ ἀληθείας ἐξηγεῖτο, τὴν ἀπὸ τῶν τόπων μαρτυρίαν παραλαμβάνει, ἀπόδειξιν, ὅπερ ἔφην, οὐ τὴν τυχοῦσαν τῆς ἀληθείας ἐσομένην. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Διενείμαντο τοὺς καιροὺς οἱ εὐαγγελισταί· καὶ ὁ μὲν Ματθαῖος τοὺς πρὶν ἢ δεθῆναι τὸν Βαπτιστὴν Ἰωάννην χρόνους ἐπιτεμὼν, ἐπείγεται πρὸς τοὺς ἑξῆς· ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης οὐ μόνον οὐκ ἐπιτέμνει, ἀλλὰ τούτοις μάλιστα καὶ ἐνδιατρίβει. Κἀκεῖνος μὲν μετὰ τὸ ἐλθεῖν τὸν Ἰησοῦν ἀπὸ τῆς ἐρήμου, τὰ μεταξὺ σιωπήσας, οἷον ὅσα ὁ Ἰωάννης ἐφθέγξατο, ὅσα οἱ Ἰουδαῖοι ἀποστείλαντες ἔλεγον, καὶ τὰ ἄλλα πάντα συντεμὼν, μετεπήδησεν εὐθέως ἐπὶ τὸ δεσμωτήριον· Ἀκούσας γὰρ, φησὶν, ὁ Ἰησοῦς ὅτι παρεδόθη Ἰωάννης, ἀνεχώρησεν ἐκεῖθεν. Ὁ δὲ Ἰωάννης οὐχ οὕτως, ἀλλὰ τὴν μὲν εἰς τὴν ἔρημον ὁδὸν ἀπεσιώπησεν, ἅτε ὑπὸ τοῦ Ματθαίου λεχθεῖσαν· τὰ δὲ μετὰ τὴν κάθοδον τὴν ἀπὸ τοῦ ὄρους γενομένην διηγεῖται, καὶ πολλὰ διελθὼν, τότε ἐπάγει· Οὔπω γὰρ ἦν βεβλημένος ὁ Ἰωάννης εἰς τὴν φυλακήν. Καὶ τίνος ἕνεκεν, φησὶ, νῦν παραγίνεται πρὸς αὐτὸν ὁ Ἰησοῦς, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον τοῦτο ποιεῖ; Ὁ μὲν γὰρ Ματθαῖος ἀναγκαίαν αὐτοῦ τὴν παρουσίαν γεγενῆσθαι λέγει διὰ τὸ βάπτισμα· διὸ τοῦτο δεικνὺς καὶ ὁ Ἰησοῦς ἐπάγει καὶ λέγει, ὅτι Οὕτω πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ὁ δὲ Ἰωάννης καὶ πάλιν αὐτὸν παραγεγονέναι δείκνυσι μετὰ τὸ βάπτισμα· καὶ τοῦτο ἐντεῦθεν ἐδήλωσεν λέγων· ἐγὼ Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν. Τίνος οὖν ἕνεκεν παραγίνεται πρὸς τὸν Ἰωάννην; Οὐδὲ γὰρ ἁπλῶς ἦλθεν, ἀλλὰ πρὸς αὐτὸν ἐπορεύετο. Ἐρχόμενον γὰρ, φησὶ, πρὸς αὐτὸν, βλέπει αὐτόν. Τίνος οὖν ἕνεκεν ἤρχετο; Ἐπειδὴ αὐτὸς αὐτὸν ἐβάπτισε μετὰ πολλῶν, ὥστε μηδένα ὑποπτεύειν ὅτι ἀπὸ τῆς αὐτῆς αἰτίας ἀφ' ἧς καὶ οἱ ἄλλοι πρὸς τὸν Ἰωάννην ἠπείγετο, οἷον ὡς ἁμαρτήματα ἐξομολογησόμενος, καὶ εἰς μετάνοιαν λουσόμενος ἐν τῷ ποταμῷ. Διὰ τοῦτο παραγίνεται, διδοὺς ἅμα καὶ τῷ Ἰωάννῃ ταύτην πάλιν διορθώσασθαι τὴν ὑπόνοιαν. Καὶ γὰρ τῷ εἰπεῖν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, πᾶσαν ταύτην ἀναιρεῖ τὴν ὑποψίαν. Ὁ τοίνυν οὕτω καθαρὸς ὡς καὶ τὰ ἑτέρων ἁμαρτήματα ἀπολύεσθαι δύνασθαι, εὔδηλον ὅτι οὐχ ὥστε ἐξομολογήσασθαι ἁμαρτήματα παραγίνεται, ἀλλ' ὥστε δοῦναι ἀφορμὴν ἐκείνῳ τῷ θαυμαστῷ κήρυκι, καὶ δευτέρᾳ φωνῇ τοῖς τὰ πρότερα ἀκηκοόσιν ἀκριβέστερον ἐνθεῖναι τὰ εἰρημένα, καὶ προσθεῖναι ἕτερα πάλιν. Τὸ δὲ, Ἴδε, εἴρηται, διὰ τὸ πολλοὺς πολλάκις ἐπιζητεῖν αὐτὸν ἀπὸ τῶν εἰρημένων καὶ ἀπὸ μακροῦ τοῦ χρόνου. Διὰ τοῦτο παρόντα δείκνυσιν αὐτὸν οὗτος καὶ λέγει, Ἴδε· δηλῶν ὅτι οὗτός ἐστιν ὁ πάλαι ζητούμενος. Οὗτος ὁ ἀμνός. Ἀμνὸν δὲ αὐτὸν καλεῖ, τῆς προφητείας ἀναμιμνήσκων Ἰουδαίους τῆς Ἡσαΐου καὶ τῆς σκιᾶς τῆς κατὰ τὸν Μωϋσέα, ἵν' ἀπὸ τοῦ τύπου μᾶλλον αὐτοὺς προσαγάγηται πρὸς τὴν ἀλήθειαν. Ἐκεῖνος μὲν οὖν ὁ ἀμνὸς οὐδενὸς καθάπαξ ἁμαρτίαν ἔλαβεν· οὗτος δὲ τῆς οἰκουμένης ἁπάσης. Κινδυνεύουσαν γὰρ αὐτὴν ἀπολέσθαι, ταχέως αὐτὴν ἀπήλλαξε τῆς ὀργῆς τοῦ Θεοῦ. Οὗτος ἦν περὶ οὗ εἶπον· Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν.