Ancient Greek · ~19 min
Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-16
Not analysed yet
Ὁρᾷς κἀνταῦθα πῶς τὸ ἔμπροσθεν ἑρμηνεύει; Εἰπὼν γὰρ ἀμνὸν, καὶ ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, τότε φησὶν, ὅτι Ἔμπροσθέν μου γέγονε, δηλῶν, ὅτι τοῦτό ἐστι τὸ, Ἔμπροσθεν, τὸ τὰς ἁμαρτίας λαβεῖν τοῦ κόσμου, τὸ βαπτίσαι ἐν Πνεύματι ἁγίῳ. Ἡ μὲν γὰρ ἐμὴ παρουσία πλέον οὐδὲν εἶχε τοῦ κηρῦξαι τὸν κοινὸν τῆς οἰκουμένης εὐεργέτην, καὶ τὸ τοῦ ὕδατος βάπτισμα παρασχεῖν· ἡ δὲ τούτου, τὸ καθᾶραι πάντας ἀνθρώπους καὶ χαρίσασθαι τοῦ Παρακλήτου τὴν ἐνέργειαν. Οὗτος Ἔμπροσθέν μου γέγονε· τουτέστιν, ἐδείχθη μου λαμπρότερος, Ὅτι πρῶτός μου ἦν. Αἰσχυνέσθωσαν οἱ Παύλου τοῦ Σαμοσατέως τὴν μανίαν διαδεξάμενοι, πρὸς οὕτω φανερὰν ἀλήθειαν ἀνθιστάμενοι. Κἀγὼ οὐκ ᾔδειν αὐτόν. Ὅρα πῶς ἀνύποπτον ἐνταῦθα τὴν μαρτυρίαν ἐργάζεται, δεικνὺς αὐτὴν οὐκ ἀνθρωπίνης οὖσαν φιλίας, ἀλλ' ἐξ ἀποκαλύψεως θείας γεγενημένην. Οὐκ ᾔδειν γὰρ αὐτὸν ἐγὼ, φησί. Πῶς οὖν ἂν εἴης ἀξιόπιστος μάρτυς; πῶς δὲ ἂν καὶ ἑτέρους διδάξαις αὐτὸς ἀγνοῶν; Οὐκ εἶπεν, Οὐκ οἶδα αὐτὸν, ἀλλ', Οὐκ ᾔδειν αὐτόν· ὥστε ταύτῃ μάλιστα ἀξιόπιστος ἂν γένοιτο. Πῶς γὰρ ἂν ἐχαρίσατο τῷ ἀγνοουμένῳ; Ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων ἐν ὕδατι. Οὐ τοίνυν αὐτὸς βαπτίσματος ἐδεῖτο, οὐδὲ ἄλλην τινὰ αἰτίαν εἶχεν ἐκεῖνο τὸ λουτρὸν, ἢ τὸ προοδοποιῆσαι τῇ εἰς Χριστὸν πίστει τοῖς λοιποῖς ἅπασιν. Οὐ γὰρ εἶπεν, Ἵνα καθάρω τοὺς βαπτιζομένους, οὐδ', Ἵνα ἀπαλλάξω ἁμαρτημάτων ἦλθον βαπτίζων, ἀλλ', Ἵνα φανερωθῇ τῷ Ἰσραήλ. Τί γὰρ, εἰπέ μοι, τοῦ βαπτίσματος χωρὶς οὐκ ἐνῆν κηρῦξαι, καὶ ἐπαγαγέσθαι τοὺς ὄχλους; Ἀλλὰ ῥᾳδίως οὕτως οὐδαμῶς. Οὐδὲ γὰρ ἂν οὕτω συνέδραμον ἅπαντες, εἰ βαπτίσματος χωρὶς τὸ κήρυγμα ἐγένετο· οὐκ ἂν ἔμαθον τὴν ἀπὸ τῆς συγκρίσεως ὑπεροχήν. Τὸ γοῦν πλῆθος ἐξήρχετο, οὐκ ἀκουσόμενον ὧν ἔλεγεν· ἀλλὰ τί. Βαπτίσασθαι ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Παραγενόμενοι δὲ, ἐδιδάσκοντο τὰ περὶ τοῦ Χριστοῦ καὶ τοῦ βαπτίσματος τὸ διάφορον. Καίτοι τοῦ Ἰουδαϊκοῦ τοῦτο σεμνότερον ἦν, καὶ διὰ τοῦτο πάντες ἐπέτρεχον· ἀλλ' ὅμως καὶ οὕτως ἀτελὲς ἦν. Πῶς οὖν σὺ ἔγνως αὐτόν; Διὰ τῆς τοῦ Πνεύματος καθόδου, φησίν. Ἵνα δὲ μή τις νομίσῃ πάλιν, ὅτι ἐν χρείᾳ καθειστήκει τοῦ Πνεύματος, καθάπερ ἡμεῖς, ἄκουσον πῶς καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν, δεικνὺς ὅτι ἡ τοῦ Πνεύματος κάθοδος ὑπὲρ τοῦ κηρῦξαι τὸν Χριστὸν μόνον ἐγένετο. Εἰπὼν γὰρ, Κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἐπήγαγεν· Ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, ἐκεῖνός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Ὁρᾷς ὅτι τοῦτο ἔργον τοῦ Πνεύματος ἦν τὸ δεῖξαι τὸν Χριστόν; Ἦν μὲν καὶ ἡ τοῦ Ἰωάννου μαρτυρία ἀνύποπτος. Βουλόμενος δὲ αὐτὴν ἀξιοπιστοτέραν ποιῆσαι, ἀνήγαγεν αὐτὴν ἐπὶ τὸν Θεὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπειδὴ γὰρ ἐμαρτύρησεν ὁ Ἰωάννης οὕτω μέγα τι καὶ θαυμαστὸν, καὶ ἱκανὸν τοὺς ἀκούοντας ἐκπλῆξαι πάντας, οἷον ὅτι τῆς οἰκουμένης ἁπάσης τὰς ἁμαρτίας λαμβάνει μόνος αὐτὸς, καὶ ὅτι πρὸς τοσοῦτον ἀρκεῖ λύτρον τῆς δωρεᾶς τὸ μέγεθος, κατασκευάζει λοιπὸν ταύτην τὴν ἀπόφασιν. Ἡ δὲ κατασκευὴ, ὅτι Υἱός ἐστι τοῦ Θεοῦ, καὶ ὅτι οὐκ ἐδεῖτο βαπτίσματος, καὶ ὅτι ἔργον τῆς τοῦ Πνεύματος καθόδου γέγονε, τὸ δῆλον αὐτὸν ποιῆσαι μόνον. Οὐ γὰρ ἦν τῆς τοῦ Ἰωάννου δυνάμεως Πνεῦμα διδόναι· καὶ δηλοῦσι τοῦτο οἱ βαπτιζόμενοι ὑπ' αὐτοῦ λέγοντες· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. Οὐκ ἄρα τοῦ βαπτίσματος ἐδεῖτο ὁ Χριστὸς, οὐκ ἐκείνου, οὐχ ἑτέρου τινός· ἀλλὰ μᾶλλον τὸ βάπτισμα ἔχρῃζε τῆς δυνάμεως τοῦ Χριστοῦ. Τὸ γὰρ ἐλλεῖπον τοῦτο ἦν τὸ κεφάλαιον πάντων τῶν ἀγαθῶν, τὸ Πνεύματος ἀξιωθῆναι τὸν βαπτιζόμενον. Ταύτην οὖν τὴν τοῦ Πνεύματος χορηγίαν προσέθηκε παραγενόμενος. Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης, λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Συνεχῶς δὲ τὸ, Οὐκ ᾔδειν αὐτὸν, τίθησιν, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ἐπειδὴ συγγενὴς αὐτοῦ ἦν κατὰ σάρκα. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου καὶ αὐτὴ συνειληφυῖα υἱόν. Ἵν' οὖν μὴ δόξῃ χαρίζεσθαι διὰ τὴν συγγένειαν, συνεχῶς φησι τὸ, Οὐκ ᾔδειν αὐτόν. Καὶ κατὰ λόγον δὲ τοῦτο συνέβαινε. Καὶ γὰρ τὸν ἅπαντα χρόνον ἐπὶ τῆς ἐρήμου διέτριβεν, ὢν τῆς πατρῴας οἰκίας ἐκτός. Πῶς οὖν, εἰ οὐκ ᾔδει αὐτὸν πρὸ τῆς τοῦ Πνεύματος καθόδου, καὶ εἰ τότε πρῶτον αὐτὸν ἐγνώρισε, πρὸ τοῦ βαπτίσματος διεκώλυεν αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Τοῦτο γὰρ τεκμήριον τοῦ σφόδρα αὐτὸν εἰδέναι ἦν. Ἀλλ' οὐκ ἔμπροσθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου, καὶ εἰκότως. Τὰ μὲν γὰρ θαύματα, ὅσαπερ παιδὸς ὄντος ἐγένετο, οἷον τὰ περὶ τοὺς Μάγους, καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πρὸ πολλοῦ συμβεβήκει τοῦ χρόνου, τοῦ Ἰωάννου σφόδρα καὶ αὐτοῦ παιδὸς ὄντος· ἐν δὲ τῷ μεταξὺ πολλοῦ γενομένου τοῦ χρόνου, εἰκότως πᾶσιν ἄγνωστος ἐτύγχανεν. Ἐπεὶ εἰ γνώριμος ἦν, οὐκ ἂν εἶπεν, Ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον βαπτίζων.