Ancient Greek · ~20 min
Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-22
Not analysed yet
Πολὺς ὁ διάβολος ἔγκειται καὶ σφοδρὸς, πάντοθεν πολιορκῶν τὴν σωτηρίαν τὴν ἡμετέραν. Δεῖ τοίνυν ἐγρηγορέναι καὶ νήφειν, καὶ πανταχόθεν ἐπιτειχίζειν αὐτοῦ τὴν ἔφοδον. Κἂν γὰρ μικρᾶς ἐπιλάβηταί τινος ἀφορμῆς, εὐρεῖαν ἑαυτῷ κατασκευάζει λοιπὸν τὴν εἴσοδον, καὶ ὅλην εἰσάγει κατὰ μικρὸν τὴν ἑαυτοῦ δύναμιν. Εἰ τοίνυν λόγος τις ἡμῖν ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας, μηδὲ ἐν τοῖς μικροῖς αὐτῷ συγχωρῶμεν ἡμῖν ἐπιέναι, ἵνα ἀπὸ τούτων τὰ μεγάλα προαναστείλωμεν. Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ἐκεῖνον μὲν τοσαύτην ἐπιδείκνυσθαι σπουδὴν, ὥστε τὴν ἡμετέραν ἀπολλύναι ψυχήν· ἡμᾶς δὲ ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας μηδὲ τὸ ἴσον ἄγειν μέτρον. Ταῦτά μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἐπειδὴ δέδοικα, μήποτε ἐν μέσῳ τῷ σηκῷ καὶ νῦν ὁ λύκος οὗτος ἑστήκῃ μὴ καθορώμενος ἡμῖν, καὶ θηριάλωτον ἐκ τούτου γένηται πρόβατον, ῥᾳθυμίᾳ καὶ ἐπιβουλῇ πονηρᾷ ἀποβουκοληθὲν τῆς ἀγέλης καὶ τῆς ἀκροάσεως. Εἰ μὲν γὰρ ἦν αἰσθητὰ τὰ τραύματα, ἢ καὶ τὸ σῶμα τὰς πληγὰς ἐλάμβανεν, οὐκ ἦν ἔργον διαγνῶναι τὰς τοιαύτας ἐπιβουλάς. Ἐπειδὴ δὲ ἀόρατος ἡ ψυχὴ, καὶ αὐτὴ τὰ ἕλκη δέχεται, πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, ὥστε ἕκαστον ἑαυτὸν δοκιμάζειν. Οὐδεὶς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Ὁ μὲν γὰρ λόγος ἅπασι διαλέγεται, καὶ κοινὸν πρόκειται φάρμακον τοῖς δεομένοις· ἑνὸς δὲ ἑκάστου τῶν ἀκροωμένων λαβεῖν ἔστι τὸ ἐπιτήδειον τῷ νοσήματι. Οὐκ οἶδα ἐγὼ τοὺς ἀῤῥωστοῦντας, οὐκ οἶδα τοὺς ὑγιαίνοντας. Διὰ τοῦτο πάντα λόγον κινῶ καὶ πᾶσιν ἐπιτήδειον πάθεσι, νῦν μὲν πλεονεξίας κατηγορῶν, αὖθις δὲ τρυφῆς, πάλιν ἀσελγείας καθαπτόμενος, εἶτα ἐλεημοσύνης συντιθεὶς ἔπαινον καὶ παράκλησιν· εἶτα τῶν ἄλλων ἑκάστου κατορθωμάτων. Δέδοικα γὰρ μήποτε περὶ ἓν τῶν λόγων ἡμῖν ἀσχολουμένων, λάθω θεραπεύων πάθος ἕτερον, ἄλλα καμνόντων ὑμῶν. Ὥστε εἰ μὲν εἷς ἦν ἐνταῦθα ὁ συλλεγόμενος, οὐκ ἂν οὕτω σφόδρα ἀναγκαῖον εἶναι ἐνόμισα πολυειδῆ τὸν λόγον ποιῆσαι. Ἐπειδὴ δὲ ἐν πλήθει τοσούτῳ πολλὰ εἶναι καὶ πάθη εἰκὸς, οὐκ ἀπεικότως ποικίλλομεν τὴν διδασκαλίαν· πάντως γὰρ εὑρήσει τὴν ἑαυτοῦ χρείαν ὁ λόγος ἅπασιν ἐφαπλούμενος. Διά τοι τοῦτο καὶ ἡ Γραφὴ πολυειδής τίς ἐστι, περὶ μυρίων ἡμῖν διαλεγομένη πραγμάτων, ἐπειδὴ κοινῇ τῇ φύσει διαλέγεται τῶν ἀνθρώπων. Ἐν δὲ πλήθει τοσούτῳ πάντα ἀνάγκη τὰ πάθη τῆς ψυχῆς εἶναι, εἰ καὶ μὴ πάντα ἐν πᾶσι. Τούτων τοίνυν ἑαυτοὺς ἐκκαθάραντες, οὕτω τῶν θείων λόγων ἀκούσωμεν, καὶ μετὰ συντεταμένης διανοίας, καὶ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων ἀκούσωμεν. Τίνα δὲ ταῦτά ἐστι; Ταύτην ἐποίησε, φησὶ, τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας. Εἶπον καὶ πρώην ὅτι τινὲς οὐκ ἀρχὴν ταύτην εἶναί φασι. Τί γὰρ, φησὶν, εἰ πρόσκειται ἐν Κανᾷ τῆς Γαλιλαίας; Τὴν γὰρ ἀρχὴν, φησὶ, ταύτην ἐποίησεν ἐν Κανᾷ. Ἐγὼ δὲ ὑπὲρ τούτων μὲν οὐδὲν ἂν ἀκριβολογησαίμην· ἀλλ' ὅτι μέντοι μετὰ τὸ βάπτισμα τῶν σημείων ἤρξατο, καὶ πρὸ τοῦ βαπτίσματος οὐδὲν ἐθαυματούργησε, καὶ ἔμπροσθεν ἐδηλώσαμεν. Εἴτε δὲ τοῦτο, εἴτε ἕτερον πρῶτον σημεῖον ἐγένετο τῶν μετὰ τὸ βάπτισμα γενομένων, οὐ σφόδρα διισχυρίζεσθαι ἀναγκαῖον εἶναί μοι δοκεῖ. Καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ. Πῶς καὶ τίνι τρόπῳ; Οὐδὲ γὰρ πολλοὶ προσεῖχον τῷ γινομένῳ, ἀλλ' οἱ διάκονοι, καὶ ὁ ἀρχιτρίκλινος, καὶ ὁ νυμφίος. Πῶς οὖν ἐφανέρωσε τὴν δόξαν αὐτοῦ; Τό γε αὐτοῦ μέρος. Εἰ δὲ καὶ μὴ τότε, ἀλλ' ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι ἅπαντες· μέχρι γὰρ τοῦ νῦν ᾄδεται, καὶ οὐ διέλαθεν. Ὅτι γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐ πάντες ᾔδεσαν, ἀπὸ τῶν ἐπαγομένων δῆλον. Εἰπὼν γὰρ, Ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, ἐπήγαγε· Καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, οἱ καὶ πρὸ τούτου θαυμάζοντες αὐτόν. Ὁρᾷς ὅτι τὰ σημεῖα τότε μάλιστα ἀναγκαῖον ἦν ποιεῖν, ὅτε οἱ εὐγνώμονες καὶ προσέχοντες τοῖς γινομένοις σαφῶς παρῆσαν; Οὗτοι γὰρ ἔμελλον καὶ πιστεύειν εὐκολώτερον, καὶ μετὰ ἀκριβείας προσέχειν τοῖς γινομένοις. Καὶ πῶς ἂν ἐγένετο γνώριμος τῶν σημείων χωρίς; Ὅτι καὶ διδασκαλία ἱκανὴ καὶ προφητεία καὶ τὸ θαῦμα ἐνθεῖναι ταῖς τῶν ἀκουόντων ψυχαῖς, ὥστε μετὰ διαθέσεως προσέχειν τοῖς γινομένοις, τῆς ψυχῆς προοικειωμένης ἤδη. Διά τοι τοῦτο πολλαχοῦ καὶ ἀλλαχοῦ φασιν οἱ εὐαγγελισταὶ, μὴ πεποιηκέναι σημεῖον αὐτὸν, διὰ τὸ τῶν ἀνθρώπων σκαιὸν τῶν ἐκεῖ διατριβόντων. Καὶ μετὰ ταῦτα κατέβη εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἦσαν ἐκεῖ οὐ πολλὰς ἡμέρας. Τίνος οὖν ἕνεκεν παραγίνεται μετὰ τῆς μητρὸς εἰς Καπερναούμ; Οὔτε γὰρ θαῦμα οὐδὲν εἰργάσατο αὐτόθι, οὔτε οἱ τὴν πόλιν οἰκοῦντες ἐκείνην τῶν ὑγιῶς πρὸς αὐτὸν ἐχόντων ἦσαν, ἀλλὰ καὶ τῶν σφόδρα διεφθαρμένων. Καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπών· Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ. Τίνος οὖν ἕνεκεν παραγίνεται; Ἐμοὶ δοκεῖ, ἐπειδὴ μικρὸν ὕστερον ἔμελλεν ἀνιέναι εἰς τὰ Ἱεροσόλυμα, διὰ τοῦτο τότε ἀπελθεῖν, ὥστε μὴ πανταχοῦ τοὺς ἀδελφοὺς ἐπισύρεσθαι καὶ τὴν μητέρα. Ἀπελθὼν γοῦν καὶ ὀλίγον διατρίψας χρόνον διὰ τὴν εἰς τὴν μητέρα τιμὴν, οὕτω πάλιν ἐπιλαμβάνεται τῶν θαυμάτων, ἀποκαταστήσας τὴν γεγεννηκυῖαν. Διὰ τοῦτό φησιν, ὅτι οὐ μετὰ πολλὰς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα. Πρὸ ὀλίγων ἄρα ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελθὼν δὲ εἰς τὰ Ἱεροσόλυμα τί ποιεῖ; Πρᾶγμα πολλῆς αὐθεντίας γέμον. Τοὺς γὰρ καπήλους ἐκείνους, τοὺς τραπεζίτας, τοὺς τὰς περιστερὰς πωλοῦντας καὶ βόας καὶ πρόβατα, καὶ διὰ τοῦτο ἐκεῖ διατρίβοντας, ἐξέβαλε.