Ancient Greek · ~20 min
Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-17
Not analysed yet
Τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, πολλῷ τῶν διὰ φύσεως τελουμένων ὡραιότερα γίνεται καὶ βελτίω. Οὕτω καὶ ἐπὶ τῶν ἄλλων, ὅτε μέλος διώρθου σώματος χωλεῦον, τῶν ὑγιαινόντων ἐδείκνυ τοῦτο ἄμεινον. Ὅτι μὲν οὖν οἶνος, καὶ οἶνος κάλλιστος ἦν ὁ γεγενημένος, οὐχ οἱ διάκονοι μόνοι, ἀλλὰ καὶ ὁ νυμφίος καὶ ὁ ἀρχιτρίκλινος μαρτυρεῖν ἔμελλον· ὅτι δὲ ὑπὸ τοῦ Χριστοῦ γεγενημένος, οἱ τὸ ὕδωρ ἀντλήσαντες. Ὥστε εἰ καὶ μὴ τότε ἐξεκαλύφθη τὸ θαῦμα, ἀλλ' ὅμως εἰς τέλος σιγηθῆναι οὐκ εἶχεν· οὕτω πολλὰς καὶ ἀναγκαίας αὐτῷ πρὸς τὸ μέλλον προαπέθετο μαρτυρίας. Τοῦ μὲν γὰρ τὸ ὕδωρ οἶνον ποιῆσαι τοὺς διακόνους μάρτυρας εἶχε· τοῦ δὲ καλὸν γενέσθαι τὸν οἶνον, τὸν ἀρχιτρίκλινον καὶ τὸν νυμφίον. Εἰκὸς μὲν οὖν τὸν νυμφίον ἀποκρίνασθαί τι πρὸς ταῦτα, καὶ εἰπεῖν· πλὴν ἀλλ' ὁ εὐαγγελιστὴς ἐπειγόμενος πρὸς τὰ ἀναγκαιότερα τῶν πραγμάτων, ἁψάμενος τοῦ σημείου τούτου μόνον, παρέδραμε τὰ λοιπά. Τὸ γὰρ ἀναγκαῖον ἦν μαθεῖν, ὅτι οἶνον τὸ ὕδωρ ἐποίησε, καὶ οἶνον καλόν· τί δὲ πρὸς τὸν ἀρχιτρίκλινον εἶπεν ὁ νυμφίος, οὐκ ἔτι ἀναγκαῖον ἐνόμισεν εἶναι προσθεῖναι. Πολλὰ γὰρ τῶν σημείων πρότερον ὄντα ἀμυδρότερα, τοῦ χρόνου προϊόντος σαφέστερα γέγονεν, ὑπὸ τῶν ἐξ ἀρχῆς εἰδότων αὐτὰ ἀκριβέστερον ἀγγελθέντα. Τότε μὲν οὖν οἶνον ἐξ ὕδατος ἐποίησεν ὁ Ἰησοῦς· καὶ τότε δὲ καὶ νῦν προαιρέσεις χαύνας καὶ διαῤῥεούσας μεταβάλλων οὐ παύεται. Εἰσὶ γὰρ, εἰσὶν ἄνθρωποι οὐδὲν ὕδατος διαφέροντες, οὕτω ψυχροὶ καὶ χαῦνοι καὶ οὐδέποτε ἑστηκότες. Τοὺς δὴ οὕτω διακειμένους προσάγωμεν τῷ Κυρίῳ, ὥστε αὐτῶν τὴν προαίρεσιν εἰς τὴν τοῦ οἴνου μεταθεῖναι ἕξιν, ὥστε μηκέτι διαῤῥεῖν, ἀλλ' ἔχειν τὸ ἐπεστυμμένον, καὶ εὐφροσύνης καὶ ἑαυτοῖς καὶ ἑτέροις γίνεσθαι αἰτίους. Τίνες δ' ἂν εἶεν οὗτοι οἱ ψυχροὶ, ἢ οἱ τοῖς ῥέουσι τοῦ παρόντος βίου προσέχοντες πράγμασιν, οἱ μὴ καταγελῶντες τῆς ἐνταῦθα τρυφῆς, οἱ δόξης καὶ δυναστείας ἐρασταί; Ταῦτα γὰρ πάντα ῥεύματά ἐστιν, ἱστάμενα μὲν οὐδαμοῦ, κατὰ δὲ πρανοῦς ἀεὶ φερόμενα μετὰ πολλῆς τῆς ῥύμης. Καὶ γὰρ ὁ σήμερον πλούσιος, αὔριον πένης· ὁ σήμερον μετὰ κήρυκος καὶ ζώνης καὶ ὀχήματος καὶ πολλῶν τῶν ῥαβδούχων φαινόμενος, πολλάκις τῇ ἑξῆς ἡμέρᾳ τὸ δεσμωτήριον ᾤκησεν, ἑτέρῳ καὶ ἄκων τῆς φαντασίας παραχωρήσας ἐκείνης. Ὁ τρυφῶν πάλιν καὶ διασπώμενος, ἐπειδὰν διαῤῥήξῃ τὴν ἑαυτοῦ γαστέρα, μέχρι μιᾶς ἡμέρας οὐ δύναται τὴν ἐκ τούτων ἐγγενομένην αὐτῷ χορηγίαν κατασχεῖν, ἀλλὰ, διαπνευσθείσης ἐκείνης, ἀναγκάζεται πάλιν ἕτερα ἐπεμβάλλειν, οὐδὲν διαφέρων χειμάῤῥου. Καθάπερ γὰρ ἐκεῖ τοῦ προτέρου ῥεύματος προχωροῦντος, ἕτερα ἐπέρχεται πάλιν· οὕτω δὴ καὶ ἐνταῦθα, τῆς προτέρας ἐξισταμένης τροφῆς, ἑτέρας ἡμῖν δεῖ πάλιν. Καὶ τοιαύτη τῶν βιωτικῶν ἡ φύσις, τὸ μηδέποτε ἑστάναι λαχοῦσα, ἀλλ' ἀεὶ ῥεῖν καὶ παρασύρεσθαι. Ἐπὶ δὲ τῆς τρυφῆς, οὐ τοῦτο μόνον ἐστὶ τὸ παραῤῥεῖν καὶ παρατρέχειν, ἀλλὰ καὶ πολλὰ ἡμῖν ἕτερα παρέχει πράγματα. Ἐν τῷ γὰρ παριέναι μετὰ ῥύμης τό τε ἰσχυρὸν ἀποξύει τοῦ σώματος, τό τε ἀνδρεῖον παρασύρει τῆς ψυχῆς· καὶ οὐχ οὕτω τὰ σφοδρὰ τῶν ποταμίων ῥευμάτων τὰς ὄχθας εἴωθε διατρώγειν, καὶ ποιεῖν ὑφιζάνειν, ὡς τρυφὴ καὶ σπατάλη τὰ τῆς ὑγείας ἡμῶν ἐρείσματα πάντα ὑποσύρει ῥᾳδίως. Κἂν ἔλθῃς εἰς ἰατρεῖον, καὶ προσελθὼν ἐρωτήσῃς, πάσας σχεδὸν τῶν νοσημάτων τὰς αἰτίας ἐκεῖθεν εὑρήσεις οὔσας. Ἡ μὲν γὰρ εὐτέλεια καὶ ἡ λιτὴ τράπεζα, ὑγείας μήτηρ ἐστίν. Διὰ τοῦτο καὶ ἰατρῶν παῖδες οὕτως αὐτὴν ὠνόμασαν, τό γε μὴ κορέννυσθαι, ὑγείαν καλέσαντες· Ἀκορίη γὰρ τροφῆς, ὑγιείη· τό τε ἐνδεῶς ἑστιᾶσθαι, μητέρα ὑγείας εἰπόντες. Εἰ δὲ ἡ ἔνδεια μήτηρ ὑγείας, εὔδηλον ὅτι ἡ πλησμονὴ μήτηρ νόσου καὶ ἀῤῥωστίας ἐστὶ, καὶ τίκτει πάθη καὶ αὐτῶν ὑπερβαίνοντα τῶν ἰατρῶν τὴν τέχνην. Καὶ γὰρ ποδαλγίαι, καὶ καρηβαρίαι, καὶ ἀμβλυωπίαι, καὶ χειραλγίαι, καὶ τρόμοι, καὶ παρέσεις, καὶ ἴκτερος, καὶ πυρετοὶ μακροὶ καὶ φλογώδεις, καὶ ἕτερα τούτων πολλῷ πλείονα (οὐ γὰρ καιρὸς πάντα ἐπιέναι), οὐκ ἀπὸ ἐνδείας καὶ φιλοσόφου διαίτης, ἀλλ' ἐξ ἀδηφαγίας καὶ πλησμονῆς τίκτεσθαι πέφυκεν. Εἰ δὲ βούλει καὶ τῆς ψυχῆς τὰς νόσους ἰδεῖν τὰς ἐντεῦθεν φυομένας, ὄψει ὅτι πλεονεξίαι, βλακεῖαι, μελαγχολίαι, νωθεῖαι, ἀσέλγειαι, ἀμαθία πᾶσα ἐντεῦθεν ἔχει τὴν ἀρχήν. Ὄνων γὰρ οὐδὲν ἄμεινον ἀπὸ τῶν τοιούτων τραπεζῶν αἱ τρυφῶσαι γίνονται ψυχαὶ, ὑπὸ τοιούτων διασπώμεναι θηρίων. Εἴπω καὶ λύπας ὅσας ἔχουσι καὶ ἀηδίας οἱ προσεδρεύοντες τῇ τρυφῇ; Ἀλλὰ πάσας μὲν ἐπελθεῖν οὐ δυνατόν· ἑνὶ δὲ καὶ τούτῳ κεφαλαίῳ τὸ πᾶν ποιήσω φανερόν. Τῆς γὰρ τραπέζης, ταύτης δὲ λέγω τῆς πολυτελοῦς, μεθ' ἡδονῆς οὐδέποτε ἀπογεύονται. Ἡ μὲν γὰρ ἔνδεια, ὥσπερ ὑγείας, οὕτω καὶ ἡδονῆς μήτηρ ἐστίν· ἡ πλησμονὴ δὲ, ὥσπερ νόσων, οὕτω καὶ ἀηδίας ἐστὶ πηγὴ καὶ ῥίζα. Ἔνθα γὰρ ἂν ᾖ κόρος, ἐπιθυμίαν εἶναι οὐκ ἔστιν· ἐπιθυμίας δὲ οὐκ οὔσης, πῶς ἂν εἴη ποτὲ ἡδονή; Διὰ τοῦτο οὐ μόνον συνετωτέρους καὶ ὑγιεινοτέρους τοὺς πενομένους τῶν πλουσίων εὕροιμεν ἂν, ἀλλὰ καὶ πλείονα καρπουμένους τὴν εὐφροσύνην. Ἅπερ πάντα ἐννοήσαντες, φύγωμεν μέθην τε καὶ τρυφὴν, μὴ τὴν ἐν τραπέζαις μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν τὴν ἐν πράγμασι βιωτικοῖς· καὶ ἀντ' ἐκείνης ἀνταλλαξώμεθα τὴν ἀπὸ τῶν πνευματικῶν ἡδονὴν, καὶ κατὰ τὸν Προφήτην κατατρυφήσωμεν τοῦ Κυρίου (Κατατρύφησον γὰρ τοῦ Κυρίου, φησὶ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου)· ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.