Ancient Greek · ~19 min
Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-23
Not analysed yet
Τῶν ἀνθρώπων τῶν τότε οἱ μὲν τῇ πλάνῃ προσεῖχον, οἱ δὲ τῆς ἀληθείας ἀντείχοντο· ἀλλὰ καὶ τούτων ἔνιοι πρὸς ὀλίγον αὐτῆς ἀντιλαμβανόμενοι, πάλιν αὐτῆς ἐξέπιπτον. Τούτους καὶ ὁ Χριστὸς αἰνιττόμενος, σπέρμασι παρέβαλε τοῖς οὐ κατὰ βάθους κειμένοις, ἀλλὰ τὰς ῥίζας ὑπὲρ τῆς ἐπιφανείας τῆς γῆς ἔχουσιν, οὓς καὶ ταχέως ἀπολεῖσθαι ἔφη. Τούτους καὶ ὁ εὐαγγελιστὴς ἐνταῦθα ἡμῖν ἐδήλωσεν, οὕτω λέγων, ὅτι Ὡς ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν, θεωροῦντες αὐτοῦ τὰ σημεῖα, ἃ ἐποίει. Αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς. Ἐκεῖνοι γὰρ ἀκριβέστεροι ἦσαν οἱ μαθηταὶ, ὅσοι μὴ ἀπὸ σημείων προσῄεσαν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς διδασκαλίας. Τοὺς μὲν γὰρ παχυτέρους τὰ σημεῖα ἐφείλκετο, τοὺς δὲ λογικωτέρους αἱ προφητεῖαι καὶ αἱ διδασκαλίαι. Ὅσοι γοῦν ἀπὸ διδασκαλίας κατεσχέθησαν, οὗτοι τῶν ἀπὸ σημείων ἦσαν βεβαιότεροι· οὓς καὶ ὁ Χριστὸς ἐμακάριζε λέγων, Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Ὅτι δὲ οὐ τῶν γνησίων ἦσαν οὗτοι, δείκνυσι καὶ ἡ ἐπαγωγή· Αὐτὸς γὰρ, φησὶν, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς. Διατί; Διὰ τὸ γινώσκειν πάντα, καὶ ὅτι οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ προσεῖχε τοῖς ἔξωθεν ῥήμασι, ταῖς καρδίαις ἐμβατεύων αὐταῖς, καὶ πρὸς τὴν διάνοιαν εἰσιών· καὶ τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάῤῥει αὐτοῖς ὡς μαθηταῖς ἀπηρτισμένοις, οὐκ ἐνεχείριζε πάντα τὰ δόγματα αὐτοῖς ὡς ἤδη βεβαίως πιστοῖς γενομένοις. Τὸ δὲ τὰ ἐν τῇ καρδίᾳ τῶν ἀνθρώπων εἰδέναι, τοῦ πλάσαντος κατὰ μόνας τὰς καρδίας ἐστὶ Θεοῦ. Σὺ γὰρ, φησὶν, ἐπίστασαι καρδίας μονώτατος. Οὐκ ἐδεῖτο τοίνυν μαρτύρων ὥστε τῶν οἰκείων πλασμάτων μαθεῖν τὴν διάνοιαν· ὅθεν οὐδὲ ἀπὸ τῆς προσκαίρου πίστεως αὐτοῖς ἐθάῤῥει. Ἄνθρωποι μὲν γὰρ οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα εἰδότες, πολλάκις καὶ τοῖς δολερῶς προσιοῦσι, καὶ τοῖς μικρὸν ὕστερον ἀποστησομένοις, ἅπαντα χωρίς τινος ὑποστολῆς καὶ λέγουσι καὶ ἐγχειρίζουσιν· ὁ δὲ Χριστὸς οὐχ οὕτως. ᾜδει γὰρ αὐτῶν τὰ ἀπόῤῥητα πάντα σαφῶς. Τοιοῦτοι πολλοὶ καὶ νῦν εἰσι, τὸ μὲν τῆς πίστεως ὄνομα ἔχοντες, εὐρίπιστοι δὲ καὶ εὐάγωγοι. Διὰ τοῦτο οὐδὲ νῦν ὁ Χριστὸς ἑαυτὸν ἐμπιστεύει, ἀλλὰ τὰ πλείονα ἀποκρύπτεται. Καθάπερ γὰρ ἡμεῖς οὐ τοῖς ἁπλῶς φίλοις, ἀλλὰ τοῖς γνησίοις θαῤῥοῦμεν· οὕτω καὶ ὁ Θεός. Ἄκουσον γοῦν τί φησι τοῖς μαθηταῖς ὁ Χριστός· Οὐκ ἔτι ὑμᾶς λέγω δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Πόθεν, καὶ διατί; Ὅτι πάντα, ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπεκάλυψα ὑμῖν. Διὰ τοῦτο οὐδὲ τοῖς Ἰουδαίοις τὰ σημεῖα ἐδίδου αἰτοῦσιν, ὅτι πειράζοντες ᾔτουν. Ἆρα οὖν τὸ σημεῖα αἰτεῖν, πειραζόντων ἐστὶ καὶ τότε καὶ νῦν· Καὶ γὰρ καὶ νῦν εἰσιν οἱ ζητοῦντες καὶ λέγοντες· Διατί μὴ καὶ νῦν σημεῖα γίνεται; Εἰ γὰρ πιστὸς εἶ, ὡς εἶναι χρὴ, καὶ φιλεῖς τὸν Χριστὸν, ὡς φιλεῖν δεῖ, οὐ χρείαν ἔχεις σημείων· ταῦτα γὰρ τοῖς ἀπίστοις δίδοται. Πῶς οὖν Ἰουδαίοις οὐκ ἐδόθη, φησί; Μάλιστα μὲν ἐδόθη· εἰ δὲ ἔστιν ὅπου καὶ αἰτοῦντες οὐκ ἔλαβον, ἐπειδὴ οὐχ ὑπὲρ τοῦ τῆς ἀπιστίας ἀπαλλαγῆναι ταῦτα ᾔτουν, ἀλλ' ὑπὲρ τοῦ μᾶλλον αὐτῶν βεβαιῶσαι τὴν πονηρίαν. Καὶ ἦν ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· οὗτος ἦλθε πρὸς αὐτὸν νυκτός. Οὗτος καὶ ἐν μέσῳ τῷ Εὐαγγελίῳ φαίνεται τὸν ὑπὲρ τοῦ Χριστοῦ ποιούμενος λόγον· λέγει γάρ· Ὁ νόμος ἡμῶν οὐδένα κρίνει, ἐὰν μὴ πρότερον ἀκούσῃ. Πρὸς τοῦτον καὶ Ἰουδαῖοι δυσχεραίνουσι λέγοντες· Ἐρώτησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Καὶ μετὰ τὸν σταυρὸν δὲ πολλὴν τὴν ἐπιμέλειαν τῆς ταφῆς τοῦ Δεσποτικοῦ σώματος πεποίηται. Ἦλθε γὰρ, φησὶ, καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν Κύριον νυκτὸς, φέρων μίγμα μύρου καὶ ἀλόης ὡς λίτρας ἑκατόν. Καὶ νῦν δὲ διέκειτο μὲν περὶ τὸν Χριστὸν, οὐχ ὡς ἐχρῆν δὲ, οὔτε μετὰ διανοίας τῆς προσηκούσης, ἀλλ' ἔτι ὑπὸ τῆς Ἰουδαϊκῆς κατείχετο ἀσθενείας. Διὰ τοῦτο καὶ νυκτὸς ἦλθε, δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ διήλεγξεν, οὐδὲ τῆς αὐτοῦ διδασκαλίας ἀπεστέρησεν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτῷ τῆς ἐπιεικείας διαλέγεται, καὶ δόγματα αὐτῷ παρανοίγει τὰ σφόδρα ὑψηλὰ, αἰνιγματωδῶς μὲν, παρανοίγει δὲ ὅμως, Πολλῷ γὰρ μᾶλλον οὗτος συγγνώμης ἄξιος ἦν τῶν διὰ πονηρίαν τοῦτο ποιούντων. Ἐκεῖνοι μὲν γὰρ πάσης εἰσὶν ἀπολογίας ἐκτός· οὗτος δὲ καὶ αὐτὸς καταγνώσεως μὲν ὑπεύθυνος ἦν, οὐ μὴν τοσαύτης. Πῶς οὖν ὁ εὐαγγελιστὴς οὐδὲν τοιοῦτον εἶπε περὶ αὐτοῦ; Εἶπε μὲν οὖν ἀλλαχοῦ, ὅτι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· διὰ δὲ τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἐνταῦθα δὲ τὸ πᾶν διὰ τῆς κατὰ τὴν νύκτα παρουσίας ᾐνίξατο. Τί οὖν οὗτός φησι; Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιῆσαι, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ.