Ancient Greek · ~21 min
Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-23
Not analysed yet
Ἔτι κάτω στρέφεται ὁ Νικόδημος, ἔτι ἀνθρωπίνην ἔχει περὶ αὐτοῦ διάνοιαν, καὶ ὡς περὶ προφήτου διαλέγεται, οὐδὲν μέγα ἀπὸ τῶν σημείων φανταζόμενος. Οἴδαμεν, φησὶν, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος. Τί οὖν νυκτὸς ἔρχῃ καὶ λανθάνων πρὸς τὸν τὰ τοῦ Θεοῦ λέγοντα; πρὸς τὸν ἐκεῖθεν ἥκοντα; τί μὴ μετὰ παῤῥησίας διαλέγῃ; Ἀλλ' οὐδὲ τοῦτο εἶπεν ὁ Ἰησοῦς, οὐδὲ διήλεγξεν αὐτόν· Κάλαμον γὰρ συντετριμμένον οὐ κατεάξει, φησὶν, καὶ λίνον τυφώμενον οὐ σβέσει. Καὶ αὐτὸς πάλιν, Οὐκ ἐρίσει, φησὶν, οὐδὲ κράξει· καὶ πάλιν, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Οὐδεὶς δύναται ταῦτα τὰ σημεῖα ποιεῖν, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. Ἐκεῖνος μέντοι ἔτι κατὰ τοὺς αἱρετικοὺς φθέγγεται, ἐνεργούμενον αὐτὸν καὶ τῆς ἑτέρων βοηθείας δεόμενον ταῦτα πράττειν, ἅπερ ἔπραττε, λέγων. Τί οὖν ὁ Χριστός; Ὅρα συγκαταβάσεως ὑπερβολήν· οὐκ εἶπε μὲν, ὅτι Οὐδὲν δέομαι τῆς ἑτέρων βοηθείας, ἀλλὰ, Μετ' ἐξουσίας πάντα πράττω· καὶ γὰρ Υἱός εἰμι γνήσιος τοῦ Θεοῦ, καὶ τῆς αὐτῆς τῷ γεγεννηκότι δυνάμεως· παρῃτήσατο δὲ τέως διὰ τὸ πρόσαντες εἶναι τῷ ἀκούοντι. Ὅπερ γὰρ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τὸ σπουδαζόμενον ἦν τῷ Χριστῷ οὐχ οὕτω τέως τὴν ἀξίαν ἐκκαλύψαι τὴν ἑαυτοῦ, ὡς τὸ πεῖσαι ὅτι οὐδὲν ἐξ ἐναντίας ἔπραττε τῷ Πατρί. Διὰ τοῦτο ἐν μὲν τοῖς ῥήμασι πολλαχοῦ μετριάζων φαίνεται, ἐν δὲ τοῖς πράγμασιν οὐχ οὕτω ποιῶν. Ὅταν γὰρ θαυματουργῇ, μετ' ἐξουσίας πάντα ποιεῖ, λέγων· Θέλω, καθαρίσθητι. Ταλιθὰ, ἀνάστηθι. Ἔκτεινον τὴν χεῖρα. Ἀφέωνταί σοι αἱ ἁμαρτίαι. Σιώπα, πεφίμωσο. Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν. σου Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ' αὐτοῦ. Γενηθήτω σοι ὡς θέλεις. Ἄν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, τι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καὶ πανταχοῦ πολλὴν ὁρῶμεν τὴν αὐθεντίαν αὐτοῦ οὖσαν. Ἐν μὲν γὰρ τοῖς πράγμασιν οὐδεὶς ἂν ἐπελάβετο τῶν γινομένων. Πῶς γάρ; Εἰ μὲν γὰρ μὴ ἐξῄει τὰ λεγόμενα, μηδὲ τέλος ἐλάμβανεν οἷον ἐκέλευεν, εἶχεν ἄν τις εἰπεῖν ἐκείνων, ὅτι ἀπονοίας ἦν τὰ ἐπιτάγματα· ἐπειδὴ δὲ ἐξέβαινε, καὶ ἄκοντας αὐτοὺς ἐπεστόμιζεν ἡ τοῦ τέλους τῶν γινομένων ἀλήθεια. Ἐπὶ δὲ τῶν λόγων ἠδύναντο πολλάκις, κατὰ τὴν αὐτῶν ἀναισχυντίαν, ἀπόνοιαν ἐπισκήπτειν αὐτῷ. Ὃ καὶ ἐπὶ τοῦ Νικοδήμου νῦν, φανερῶς μὲν οὐδὲν ὑψηλὸν φθέγγεται, αἰνιγματωδῶς δὲ αὐτὸν ἀνάγει τῆς ταπεινότητος, διδάσκων ὅτι αὐτάρκης αὐτός ἐστιν ἑαυτῷ εἰς τὴν τῶν θαυμάτων ἐπίδειξιν. Τέλειον γὰρ αὐτὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ αὐταρκοῦντα ἑαυτῷ, καὶ οὐδὲν ἀτελὲς ἔχοντα. Ἀλλ' ἴδωμεν δὲ πῶς αὐτὸ τοῦτο κατασκευάζει· Εἶπεν ἐκεῖνος· Ῥαββὶ, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, καὶ ὅτι οὐδεὶς δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ' αὐτοῦ. Ἐνόμισε μεγάλα τινὰ εἰρηκέναι, ταῦτα εἰρηκὼς περὶ τοῦ Χριστοῦ. Τί οὖν ὁ Χριστός; Δεικνὺς ὅτι οὐδὲ τῶν προθύρων τῆς προσηκούσης γνώσεως ἐπέβη, οὐδὲ ἐν τοῖς προπυλαίοις ἔστη, ἀλλ' ἔξω που τῆς βασιλείας πλανᾶται ἔτι, καὶ αὐτὸς, καὶ ὅστις ἂν ἕτερος ταῦτα λέγῃ, καὶ οὐδέπω πρὸς τὴν ἀληθῆ παρέκυψε γνῶσιν, ὁ ταύτην περὶ τοῦ Μονογενοῦς ἔχων τὴν δόξαν· τί φησιν; Ἀμὴν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ· τουτέστιν, Ἐὰν σὺ μὴ γεννηθῇς ἄνωθεν, καὶ τὴν τῶν δογμάτων παραλάβῃς ἀκρίβειαν, ἔξω που πλανᾶσαι, καὶ πόῤῥω τῆς βασιλείας εἶ τῶν οὐρανῶν. Ἀλλ' οὕτω μὲν σαφῶς οὔ φησιν· ἵνα δὲ ἀνεπαχθέστερον ποιήσῃ τὸν λόγον, οὐ πρὸς αὐτὸν ἀποτείνεται φανερῶς, ἀλλ' ἀορίστως λέγει· Ἐὰν μή τις γεννηθῇ· μονονουχὶ λέγων, ὅτι Κἂν σὺ, κἂν ὁστισοῦν ἕτερος ᾖ τοιαῦτα περὶ ἐμοῦ δοξάζων, ἔξω που τῆς βασιλείας ἐστίν· ἐπεὶ εἰ μὴ τοῦτο βουλόμενος κατασκευάσαι ταῦτα ἔλεγε, καὶ ἀνάρμοστος πρὸς τὰ εἰρημένα ἡ ἀπόκρισις ἦν. Ἰουδαῖοι μὲν οὖν εἰ ταῦτα ἤκουσαν, καταγελάσαντες ἀνεχώρησαν ἄν· οὗτος δὲ καὶ ἐν τούτῳ τὸ φιλομαθὲς δείκνυσι. Διὰ τοῦτο γὰρ καὶ ἀσαφῶς πολλαχοῦ φθέγγεται ὁ Χριστὸς, πρὸς τὴν ἐρώτησιν τοὺς ἀκούοντας διαναστῆσαι βουλόμενος, καὶ προσεκτικωτέρους ἐργάσασθαι. Τὸ μὲν γὰρ σαφῶς λεχθὲν, πολλάκις καὶ παρατρέχει τὸν ἀκροατήν· τὸ δὲ ἀσαφὲς περιεργότερον αὐτὸν ποιεῖ καὶ σπουδαῖον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐὰν μὴ γεννηθῇς ἄνωθεν, ἐὰν μὴ μετάσχῃς Πνεύματος τοῦ διὰ λουτροῦ παλιγγενεσίας, οὐ δύνασαι περὶ ἐμοῦ δόξαν λαβεῖν τὴν προσήκουσαν. Αὕτη γὰρ οὐ πνευματικὴ ἡ δόξα, ἀλλὰ ψυχική. Ἀλλ' οὕτω μὲν οὐκ εἶπε παραιτούμενος αὐτὸν πλῆξαι, τὰ παρ' ἑαυτοῦ συνεισενεγκόντα καὶ ὅσον ἐγχωρεῖ φθεγξάμενον, ἀνάγει δὲ ἀνυπόπτως ἐπὶ τὴν μείζονα γνῶσιν αὐτὸν, λέγων· Ἐὰν μή τις γεννηθῇ ἄνωθεν. Τὸ Ἄνωθεν ἐνταῦθα, οἱ μὲν ἐκ τοῦ οὐρανοῦ φασιν, οἱ δὲ ἐξ ἀρχῆς. Τὸν γὰρ μὴ οὕτω γεννηθέντα, οὐ δυνατὸν ἰδεῖν, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ· ἑαυτὸν ἐνταῦθα δεικνὺς, καὶ δηλῶν ὅτι οὐ τοῦτό ἐστι τὸ ὁρώμενον μόνον, ἀλλ' ἑτέρων ἡμῖν ὀφθαλμῶν δεῖ, ὥστε ἰδεῖν τὸν Χριστόν. Ταῦτα ἀκούσας ὁ Νικόδημος, φησίν· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Ῥαββὶ αὐτὸν καλεῖς, καὶ ἀπὸ Θεοῦ ἐληλυθέναι λέγεις, καὶ οὐ δέχῃ τὰ λεγόμενα, ἀλλὰ τὴν πολλοὺς θορύβους ἐπεισάγουσαν λέξιν φθέγγῃ πρὸς τὸν διδάσκαλον; Τὸ γὰρ, Πῶς, τοῦτο, τῶν οὐ σφόδρα πιστευόντων ἐστὶν ἐπαπόρησις, τῶν ἀπὸ γῆς ὄντων ἔτι. Ἐπεὶ καὶ ἡ Σάῤῥα διὰ τοῦτο ἐγέλασεν, ἐπειδὴ τὸ Πῶς εἶπε· καὶ ἄλλοι πολλοὶ τοῦτο ζητήσαντες, τῆς πίστεως ἐξέπεσον.