Ancient Greek · ~18 min
Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-26
Not analysed yet
Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ οὐ παύσομαι λέγων. Τί δὲ τοῦτό ἐστιν; Ὅτι μέλλων ὁ Ἰησοῦς ὑψηλῶν ἅπτεσθαι δογμάτων, διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν ἑαυτὸν κατέχει πολλάκις, καὶ οὐ συνεχῶς τοῖς ἀξίοις τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἐνδιατρίβει, ἀλλὰ μᾶλλον τοῖς συγκατάβασιν ἔχουσι. Τὸ μὲν γὰρ ὑψηλὸν καὶ μέγα, καὶ ἅπαξ λεχθὲν, ἱκανὸν παραστῆσαι τὴν ἀξίαν ἐκείνην, καθόσον ἡμῖν ἀκοῦσαι δυνατόν· τὰ δὲ ταπεινότερα καὶ ἐγγὺς τῆς τῶν ἀκροωμένων διανοίας, εἰ μὴ διηνεκῶς ἐλέγετο, οὐ ταχέως κατέσχε τὰ ὑψηλὰ τὸν χαμαίζηλον ἀκροατήν. Διὰ δὴ τοῦτό ἐστι καὶ τὰ πλείονα ταπεινότερα τῶν ὑψηλῶν εἰρημένα παρ' αὐτοῦ. Ἀλλ' ἵνα μὴ τοῦτο ἑτέραν τινὰ ἐργάσηται βλάβην πάλιν, κατέχον κάτω τὸν μαθητὴν, οὐχ ἁπλῶς τὰ καταδεέστερα τίθησιν, ἂν μὴ πρότερον εἴπῃ καὶ τὴν αἰτίαν δι' ἣν ταῦτα λέγει· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ βαπτίσματος ἅπερ εἶπε, καὶ τῆς κατὰ χάριν γεννήσεως τῆς ἐν τῇ γῇ γινομένης, βουλόμενος καὶ εἰς τὴν γέννησιν καθεῖναι τὴν ἑαυτοῦ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ἄφραστον, τέως διαβαστάζει, καὶ οὐ καθίησιν· εἶτα καὶ τὴν αἰτίαν λέγει, δι' ἣν οὐ καθίησι. Τίς δέ ἐστιν αὕτη; Ἡ παχύτης καὶ ἡ ἀσθένεια τῶν ἀκουόντων. Καὶ ταύτην αἰνιττόμενος ἐπήγαγε λέγων· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Ὥστε ὅπουπερ ἂν εἴπῃ μέτριόν τι καὶ ταπεινὸν, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ λογιστέον αὐτό. Τὰ δὲ ἐπίγεια ἐνταῦθα τινὲς μὲν περὶ τοῦ ἀνέμου φασὶν εἰρῆσθαι· τουτέστιν, εἰ καὶ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων ἔδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ὑψηλότερα μαθεῖν; Εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα λέγοι, μὴ θαυμάσῃς. Ἢ γὰρ διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι, ἢ πρὸς σύγκρισιν τῆς ἑαυτοῦ γεννήσεως τῆς φρικωδεστάτης ἐκείνης ὀνομάζων οὕτως αὐτὸ καλεῖ. Εἰ γὰρ καὶ ἐπουράνιος αὕτη ἡ γέννησις, ἀλλὰ πρὸς ἐκείνην παραβαλλομένη τὴν ἀληθῆ, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας οὖσαν, ἐπίγειός ἐστι. Καὶ καλῶς οὐκ εἶπεν, Οὐχὶ νοεῖτε, ἀλλ', Οὐ πιστεύετε. Ὅταν μὲν γὰρ πρὸς ἐκεῖνά τις δυσκολαίνῃ, ἃ διὰ τοῦ νοῦ λαβεῖν ἔστι, καὶ μὴ ῥᾳδίως καταδέχηται, εἰκότως ἂν ἄνοιαν ἐγκαλοῖτο· ὅταν δὲ ταῦτα μὴ δέχηται, ἃ λογισμῷ μὲν οὐκ ἔστι λαβεῖν, πίστει δὲ μόνῃ, οὐκ ἔτι ἀνοίας, ἀλλ' ἀπιστίας ἐστὶ τὸ ἔγκλημα. Ἀπάγων οὖν αὐτὸν τοῦ μὴ ζητεῖν λογισμοῖς τὸ λεχθὲν, σφοδρότερον αὐτοῦ καθικνεῖται, ἀπιστίαν ἐγκαλῶν. Εἰ δὲ τὴν ἡμετέραν πίστει χρὴ δέχεσθαι γέννησιν, τίνος ἂν εἶεν ἄξιοι οἱ τὴν τοῦ Μονογενοῦς λογισμοῖς περιεργαζόμενοι; Ἀλλ' ἴσως εἴποι τις ἂν, καὶ τίνος ἕνεκεν ἐλέγετο ταῦτα, εἰ μὴ ἔμελλον πιστεύειν οἱ ἀκούοντες; Ὅτι εἰ καὶ ἐκεῖνοι μὴ ἐπίστευον, ἀλλ' οἱ μετ' αὐτοὺς ἔμελλον αὐτὰ δέχεσθαι καὶ κερδαίνειν. Καθικνούμενος τοίνυν αὐτοῦ σφοδρότατα, δείκνυσι λοιπὸν ὅτι οὐ ταῦτα οἶδε μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείω τούτων καὶ μείζω Ὅθεν καὶ τοῦτο διὰ τῆς ἐπαγωγῆς ἐδήλωσεν, οὕτως εἰπών· Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ ποία αὕτη ἡ ἀκολουθία, φησί; Μεγίστη μὲν οὖν, καὶ σφόδρα τοῖς ἔμπροσθεν συνᾴδουσα. Ἐπειδὴ γὰρ ἐκεῖνος εἶπεν, ὅτι Οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, τοῦτο αὐτὸ διορθοῦται, μονονουχὶ λέγων· μὴ νομίσῃς με οὕτως εἶναι διδάσκαλον ὡς τοὺς πολλοὺς τῶν προφητῶν ἀπὸ γῆς ὄντας. Ἐξ οὐρανοῦ γὰρ πάρειμι νῦν. Τῶν μὲν γὰρ προφητῶν οὐδεὶς ἀναβέβηκεν ἐκεῖ· ἐγὼ δὲ ἐκεῖ διατρίβω. Εἶδες πῶς καὶ τὸ σφόδρα δοκοῦν ὑψηλὸν εἶναι, σφόδρα ἀνάξιον αὐτοῦ τῆς μεγαλωσύνης ἐστίν; Οὐ γὰρ ἐν οὐρανῷ μόνον ἐστὶν, ἀλλὰ καὶ πανταχοῦ, καὶ πάντα πληροῖ. Ἀλλ' ἔτι πρὸς τὴν ἀσθένειαν τοῦ ἀκροατοῦ διαλέγεται, κατὰ μικρὸν αὐτὸν ἀνάγειν βουλόμενος. Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ' ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν, ἵν' οὕτως εἴπω, ὠνόμασε νῦν. Καὶ γὰρ τοῦτο ἔθος αὐτῷ, πολλάκις μὲν ἀπὸ τῆς θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν. Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, φησὶν, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Πάλιν καὶ τοῦτο δοκεῖ ἀπηρτῆσθαι τῶν ἔμπροσθεν, πολλὴν δὲ καὶ αὐτὸ τὴν συνάφειαν ἔχει. Εἰπὼν γὰρ τὴν μεγίστην εἰς ἀνθρώπους γεγεννημένην εὐεργεσίαν διὰ τοῦ βαπτίσματος, ἐπάγει καὶ τὴν ταύτης αἰτίαν, καὶ ἐκείνης οὐκ ἐλάττονα, τὴν διὰ τοῦ σταυροῦ. Ὥσπερ οὖν καὶ Παῦλος Κορινθίοις διαλεγόμενος, ταύτας ὁμοῦ τίθησι τὰς εὐεργεσίας, οὕτω λέγων· Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; Μάλιστα γὰρ πάντων τὰ δύο ταῦτα τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγάπην, ὅτι τε ὑπὲρ ἐχθρῶν ἔπαθε, καὶ ὅτι ἀποθανὼν ὑπὲρ ἐχθρῶν, διὰ τοῦ βαπτίσματος ὁλόκληρον τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἐδωρήσατο.