Ancient Greek · ~14 min
Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-21
Not analysed yet
Τί δέ ἐστιν ὅ φησιν· Ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν; Ἐπειδὴ καὶ παρ' ἡμῖν ἡ ὄψις ἐστὶ τῶν ἄλλων αἰσθήσεων πιστοτέρα, κἂν βουληθῶμέν τινα πιστώσασθαι, οὕτω λέγομεν, ὅτι τοῖς ὀφθαλμοῖς ἡμῶν ἑωράκαμεν, οὐκ ἐξ ἀκοῆς οἴδαμεν· διὰ τοῦτο καὶ ὁ Χριστὸς ἀνθρωπινώτερον πρὸς αὐτὸν διαλέγεται, τὸν λόγον κἀντεῦθεν πιστούμενος. Καὶ ὅτι τοῦτό ἐστι, καὶ οὐδὲν ἄλλο παραστῆσαι βούλεται, οὐδὲ ὄψιν αἰσθητὴν ἐμφαίνει, δῆλον ἐκεῖθεν. Εἰπὼν γὰρ, Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι καὶ, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν, ἐπήγαγεν· Ὃ οἴδαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν. Τοῦτο δὲ οὐδέπω γεγεννημένον ἦν. Πῶς οὖν λέγει, Ὃ ἑωράκαμεν; Οὐκ εὔδηλον ὅτι λέγει περὶ τῆς ἀκριβοῦς γνώσεως, καὶ οὐκ ἄλλως ἐχούσης; Καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει. Τὸ μὲν οὖν, Ὃ οἴδαμεν, ἤτοι περὶ ἑαυτοῦ καὶ τοῦ Πατρός φησιν, ἢ περὶ ἑαυτοῦ μόνου· τὸ δὲ, Οὐδεὶς λαμβάνει, οὐ δυσχεραίνοντός ἐστι τὸ ῥῆμα νῦν, ἀλλὰ τὸ γινόμενον ἀπαγγέλλοντος. Οὐ γὰρ εἶπε· Τί δὲ ὑμῶν ἀναισθητότερον γένοιτ' ἂν, οἳ τὰ παρ' ἡμῶν οὕτως ἀκριβῶς ἀπαγγελθέντα οὐ προσίεσθε; ἀλλὰ καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων πᾶσαν ἐπιείκειαν ἐνδεικνύμενος, τούτων μὲν οὐδὲν ἐφθέγξατο, πράως δὲ καὶ ἡμέρως τὸ συμβησόμενον προανεφώνησεν, ἐντεῦθεν εἰς πᾶσαν καὶ ἡμᾶς ἐνάγων πραότητα, καὶ παιδεύων ἡμᾶς, ὅταν πρός τινας διαλεγώμεθα, καὶ μὴ πείθωμεν, μὴ δυσχεραίνειν, μηδὲ ἐκθηριοῦσθαι. Οὐ γὰρ ἔστιν ἀνύσαι τὸν χαλεπαίνοντα, ἀλλὰ καὶ ἀπειθέστερον ἐργάσασθαι μᾶλλον. Διὰ τοῦτο χρὴ τῆς μὲν ὀργῆς ἀπέχεσθαι, πάντοθεν δὲ ἀξιόπιστον ποιεῖν τὸν λόγον, οὐ τῷ μὴ ὀργίζεσθαι μόνον, ἀλλὰ καὶ τῷ μηδὲ κράζειν. Ὕλη γὰρ ὀργῆς ἡ κραυγή. Συμποδίσωμεν τοίνυν τὸν ἵππον, ἵνα καταστρέψωμεν τὸν ἀναβάτην· περικόψωμεν τὰ πτερὰ τοῦ θυμοῦ, καὶ οὐκ ἔτι πρὸς ὕψος ἀρθήσεται τὸ κακόν. Ὀξὺ γὰρ ἡ ὀργὴ πάθος, ὀξὺ, καὶ δεινὸν κλέψαι τὰς ἡμετέρας ψυχάς. Διὰ τοῦτο χρὴ πάντοθεν ἀποφράττειν αὐτῷ τὴν εἴσοδον. Καὶ γὰρ ἄτοπον θηρία μὲν δύνασθαι ἡμεροῦν, τὴν δὲ ἡμετέραν διάνοιαν ἀγριαίνουσαν περιορᾷν. Πῦρ ἐστι σφοδρὸν ὁ θυμὸς πάντα διατρώγων· καὶ γὰρ καὶ σῶμα λυμαίνεται, καὶ ψυχὴν διαφθείρει, καὶ ἀηδῆ κατασκευάζει καὶ αἰσχρὸν ἰδεῖν· καὶ εἰ τὸν ὀργιζόμενον ἦν δυνατὸν ἑαυτῷ δῆλον εἶναι κατὰ τὸν καιρὸν τῆς ὀργῆς, οὐκ ἂν ἑτέρας ἐδεήθη παραινέσεως. Οὐδὲν γὰρ ἀτερπέστερον ὄψεως ὀργιζομένης. Μέθη τις ἐστὶν ἡ ὀργὴ, μᾶλλον δὲ μέθης χαλεπωτέρα, καὶ δαίμονος ἐλεεινοτέρα. Ἀλλ' ἂν μελετήσωμεν μὴ κράζειν, ἀρίστην ὁδὸν φιλοσοφίας εὑρήσομεν. Διὰ τοῦτο ὁ Παῦλος μετὰ τῆς ὀργῆς καὶ τὴν κραυγὴν ἀναιρεῖν γράφει, λέγων· Πᾶσα ὀργὴ καὶ κραυγὴ ἀρθήτω ἀφ' ὑμῶν. Οὐκοῦν πειθώμεθα τῷ πάσης φιλοσοφίας διδασκάλῳ· καὶ ὅταν ὀργιζώμεθα πρὸς τοὺς οἰκέτας, τὰ ἁμαρτήματα τὰ ἑαυτῶν ἐννοῶμεν, καὶ τὴν ἐπιείκειαν αἰσχυνώμεθα τὴν ἐκείνων. Ὅταν γὰρ σὺ ὑβρίζῃς, ἐκεῖνος δὲ σιγῇ φέρῃ τὴν ὕβριν, καὶ σὺ μὲν ἀσχημονῇς, ἐκεῖνος δὲ φιλοσοφῇ, τοῦτο ἀντὶ πάσης δέχου νουθεσίας. Εἰ γὰρ καὶ οἰκέτης ἐστὶν, ἀλλ' ἄνθρωπος καὶ ψυχὴν ἔχων ἀθάνατον, καὶ τοῖς αὐτοῖς παρὰ τοῦ κοινοῦ Δεσπότου τιμηθεὶς δώροις. Εἰ δὲ ὁ ἐν τοῖς μείζοσι καὶ πνευματικωτέροις ὁμότιμος ἡμῖν ὢν, δι' ἀνθρωπίνην τινὰ εὐτελῆ καὶ μικρὰν ὑπεροχὴν οὕτω πράως φέρει τὰ παρ' ἡμῶν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι ἢ ποίας ἀπολογίας ἡμεῖς, οἱ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυνάμενοι φιλοσοφεῖν, μᾶλλον δὲ οὐ βουλόμενοι, ὥσπερ ἐκεῖνος διὰ τὸν ἡμέτερον; Ταῦτα οὖν ἅπαντα λογιζόμενοι, καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐννοοῦντες, καὶ τὸ κοινὸν τῆς ἀνθρωπίνης φύσεως, μελετῶμεν ἠρέμα πανταχοῦ φθέγγεσθαι, ἵνα ταπεινοὶ τῇ καρδίᾳ γενόμενοι, ταῖς ψυχαῖς ἡμῶν ἀνάπαυσιν εὕρωμεν, τήν τε παροῦσαν, τήν τε μέλλουσαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.