Ancient Greek · ~21 min
Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-27
Not analysed yet
Πολλοὶ τῶν ῥᾳθυμοτέρων εἰς ἁμαρτημάτων μέγεθος καὶ ὀλιγωρίας ὑπερβολὴν τῇ τοῦ Θεοῦ κεχρημένοι φιλανθρωπίᾳ, ταῦτα φθέγγονται τὰ ῥήματα· Οὐκ ἔστι γέεννα, οὐκ ἔστι κόλασις, πάντα ὁ Θεὸς ἀφίησιν ἡμῖν τὰ ἁμαρτήματα Οὕσπερ ἐπιστομίζων σοφός τις ἀνήρ φησι· Μὴ εἴπῃς, Ὁ οἰκτιρμὸς αὐτοῦ πολὺς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ὅτι ἔλεος καὶ ὀργὴ παρ' αὐτῷ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ· καὶ πάλιν, Κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, πολὺς καὶ ὁ ἔλεγχος αὐτοῦ. Καὶ ποῦ, φησὶ, τὰ τῆς φιλανθρωπίας, εἰ τὰ κατ' ἀξίαν ἀποληψόμεθα τῶν ἁμαρτημάτων; Ὅτι μὲν τὰ κατ' ἀξίαν ἀποληψόμεθα, ἄκουε καὶ τοῦ Προφήτου καὶ τοῦ Παύλου λέγοντος· τοῦ μὲν, ὅτι Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῦ δὲ, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Ὅτι δὲ καὶ οὕτω πολλὴ ἡ φιλανθρωπία τοῦ Θεοῦ, καὶ τοῦτο ἐντεῦθεν δῆλον. Εἰς γὰρ δύο ζωῆς αἰῶνας τὰ ἡμέτερα διελὼν ὁ Θεὸς τούτους, τὸν παρόντα καὶ τὸν μέλλοντα βίον, καὶ τὸν μὲν ἐν ἀγώνων τάξει, τὸν δὲ ἐν χώρᾳ στεφάνων ποιήσας εἶναι, πολλὴν κἀντεῦθεν τὴν φιλανθρωπίαν ἐπεδείξατο. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι πράξαντος πολλὰ καὶ χαλεπὰ ἁμαρτήματα, καὶ οὐ διαλιπόντας ἀπὸ νεότητος εἰς ἔσχατον γῆρας μυρίοις τὴν ψυχὴν καταῤῥυπαίνειν ἑαυτῶν κακοῖς, οὐδενὸς τούτων ἀπῄτησεν εὐθύνας ἡμᾶς τῶν ἁμαρτημάτων, ἀλλ' ἔδωκεν αὐτῶν ἄφεσιν διὰ λουτροῦ παλιγγενεσίας, καὶ δικαιοσύνην καὶ ἁγιασμὸν ἐχαρίσατο. Τί οὖν, φησὶν, ἂν ἐκ πρώτης ἡλικίας μυστηρίων καταξιωθείς τις μετὰ ταῦτα μυρία ἁμάρτῃ; Ὁ τοιοῦτος λοιπὸν μείζονος κολάσεως ἄξιος. Τῶν γὰρ αὐτῶν ἁμαρτημάτων οὐ τὰς αὐτὰς τίννυμεν δίκας, ἀλλὰ πολλῷ χαλεπωτέρας, ὅταν μετὰ μυσταγωγίαν πλημμελήσωμεν. Καὶ δηλοῖ Παῦλος οὕτω λέγων· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐν υβρίσας; Μείζονος οὖν ἔσται κολάσεως ἄξιος ὁ τοιοῦτος. Πλὴν ἀλλὰ καὶ τούτῳ μετανοίας ἀνέῳξε θύρας, καὶ πολλοῖς τρόποις ἔδωκεν ἀπονίψασθαι τὰ πεπλημμελημένα, ἂν ἐθέλῃ. Ἐννόησον οὖν ἡλίκα ταῦτα φιλανθρωπίας δείγματα, τὸ καὶ χάριτι ἀφεῖναι, καὶ μετὰ τὴν χάριν τὸν ἁμαρτόντα καὶ ἄξιον ὄντα κολάσεως μὴ κολάζειν, ἀλλὰ διδόναι καιρὸν καὶ προθεσμίαν ἀπολογίας αὐτῷ. Διὰ ταῦτα πάντα ὁ Χριστὸς πρὸς τὸν Νικόδημον ἔλεγεν· Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. Δύο γάρ εἰσιν αἱ τοῦ Χριστοῦ παρουσίαι· ἡ ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα· οὐκ ἐπὶ τοῖς αὐτοῖς δὲ αἱ δύο, ἀλλ' ἡ μὲν προτέρα γέγονεν, οὐχ ἵνα ἐξετάσῃ τὰ πεπραγμένα ἡμῖν, ἀλλ' ἵνα ἀφῇ ἡ δὲ δευτέρα, οὐχ ἵνα ἀφῇ, ἀλλ' ἵνα ἐξετάσῃ. Διὰ τοῦτο περὶ μὲν τῆς προτέρας φησίν· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον· περὶ δὲ τῆς δευτέρας, Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων. Καὶ ἀπελεύσονται οἱ μὲν εἰς ζωὴν, οἱ δὲ εἰς κόλασιν αἰώνιον. Καίτοι γε καὶ ἡ προτέρα παρουσία κρίσεως ἦν κατὰ τὸν τοῦ δικαίου λόγον. Διατί; Ὅτι πρὸ τῆς αὐτοῦ παρουσίας νόμος ἦν φυσικὸς, καὶ προφῆται, καὶ γραπτὸς πάλιν νόμος, καὶ διδασκαλία, καὶ μυρίαι ἐπαγγελίαι, καὶ σημείων ἐπιδείξεις, καὶ κολάσεις καὶ τιμωρίαι, καὶ πολλὰ ἕτερα τὰ διορθοῦν δυνάμενα· καὶ ἀκόλουθον ἦν τούτων πάντων ἀπαιτῆσαι εὐθύνας· ἀλλ' ἐπειδὴ φιλάνθρωπός ἐστιν, οὐ ποιεῖται ἐξέτασιν, ἀλλὰ συγχώρησιν τέως. Ἐπεὶ εἰ τοῦτο ἐποίησεν, ἅπαντες ἂν ἀθρόον ἀνηρπάσθησαν· Πάντες γὰρ ἥμαρτον, φησὶν, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Εἶδες φιλανθρωπίας ἄφατον ὑπερβολήν; Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται. Καὶ μὴν εἰ μὴ διὰ τοῦτο ἦλθεν, ἵνα κρίνῃ τὸν κόσμον, πῶς ὁ μὴ πιστεύων ἤδη κέκριται, εἰ μηδέπω πάρεστι τῆς κρίσεως ὁ καιρός; Ἢ τοῦτο οὖν φησιν, ὅτι αὐτὸ τὸ ἀπιστεῖν ἀμετανόητα, κόλασίς ἐστι· τὸ γὰρ ἐκτὸς εἶναι τοῦ φωτὸς, καὶ κατ' αὐτὸ μεγίστην ἔχει τὴν τιμωρίαν· ἢ τὸ μέλλον προαναφωνεῖ. Καθάπερ γὰρ ὁ φονεύων, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος καταδικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει, οὕτω καὶ ὁ ἄπιστος. Ἐπεὶ καὶ ὁ Ἀδὰμ ᾗ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανεν. Οὕτω γὰρ καὶ ἡ ἀπόφασις εἶχεν· ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, φησὶν, ἀποθανεῖσθε. Καίτοι γε ἔζη. Πῶς οὖν ἀπέθανε; Τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει. Ὁ γὰρ ὑπεύθυνον ἑαυτὸν τῇ κολάσει ποιήσας, ὑπὸ τὴν τιμωρίαν ἐστὶ, κἂν μὴ τῷ πράγματι τέως, ἀλλὰ τῇ ψήφῳ. Ἵνα γὰρ μὴ ἀκούσας τις, ὅτι Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀτιμωρητὶ νομίσῃ ἁμαρτάνειν, καὶ ῥᾳθυμότερος γένηται, καὶ ταύτην ἀποτειχίζει τὴν ὀλιγωρίαν, λέγων, Ἤδη κέκριται. Ἐπειδὴ γὰρ ἔμελλεν ἡ κρίσις, καὶ οὔπω παρῆν, ἐγγὺς ἄγει τὸν φόβον τῆς τιμωρίας, καὶ δείκνυσιν ἤδη τὴν κόλασιν. Καὶ τοῦτο δὲ αὐτὸ πολλῆς φιλανθρωπίας ἐστὶ, τὸ μὴ μόνον δοῦναι τὸν Υἱὸν, ἀλλὰ καὶ τὸν τῆς κρίσεως ἀναβάλλεσθαι καιρὸν, ἵνα γένηται ἐξουσία τοῖς ἡμαρτηκόσι καὶ τοῖς ἀπιστοῦσιν ἀπονίψασθαι τὰ πεπλημμελημένα. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται· ὁ πιστεύων, οὐχ ὁ περιεργαζόμενος· ὁ πιστεύων, οὐχ ὁ πολυπραγμονῶν. Τί οὖν, ἂν ἀκάθαρτον βίον ἔχῃ καὶ πράξεις οὐκ ἀγαθάς; Μάλιστα μὲν τοὺς τοιούτους οὐδὲ γνησίους εἶναι πιστοὺς ὁ Παῦλός φησι· Θεὸν γὰρ ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Πλὴν ἐνταῦθα ἐκεῖνό φησιν, ὅτι κατ' αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκα οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ.