Ancient Greek · ~18 min
Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-27
Not analysed yet
Ὁρᾷς πῶς ἀπὸ φοβερῶν ἀρξάμενος, εἰς αὐτὰ δὴ ταῦτα πάλιν κατέληξεν; Ἀρχόμενος μὲν γὰρ ἔλεγεν, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ἐνταῦθα δὲ πάλιν, ὅτι Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, ἤδη κέκριται τουτέστι, μὴ νομίσῃς τὴν ἀναβολὴν ὠφελεῖν τι τὸν ὑπεύθυνον ἤδη γεγενημένον, ἐὰν μὴ μεταβάληται. Τῶν γὰρ ἤδη καταδικασθέντων καὶ κολαζομένων οὐδὲν ἄμεινον διακείσεται ὁ μὴ πιστεύσας. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι ἦλθε τὸ φῶς εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Διὰ τοῦτο κολάζονται, ὅτι σκότος ἀφεῖναι καὶ φωτὶ προσδραμεῖν οὐκ ἠβουλήθησαν. Ἐνταῦθα λοιπὸν καὶ ἀπολογίας αὐτοὺς ἀποστερεῖ πάσης. Εἰ μὲν γὰρ ἦλθον κολάζων, φησὶ, καὶ ἀπαιτῶν εὐθύνας τῶν πεπραγμένων, εἶχον εἰπεῖν ὅτι διὰ τοῦτο ἀπεπηδήσαμεν. Νῦν δὲ ἦλθον ἀπαλλάξαι σκότους, καὶ πρὸς φῶς ἀγαγεῖν. Τίς οὖν τὸν μὴ βουλόμενον ἀπὸ σκότους φωτὶ προσελθεῖν ἐλεήσειεν ἄν; Οὐδὲν γὰρ ἔχοντες ἡμῖν ἐγκαλεῖν, ἀλλὰ μυρία εὐεργετούμενοι, φησὶν, ἀποπηδῶσιν ἡμῶν. Τοῦτο καὶ ἀλλαχοῦ ἐγκαλῶν αὐτοῖς ἔλεγεν, Ἐμίσησάν με δωρεάν· καὶ πάλιν, Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Ὁ μὲν γὰρ ἐν ἀπουσίᾳ φωτὸς ἐν σκότει καθήμενος, ἴσως ἂν συγγνώμην σχοίη· ὁ δὲ μετὰ τὴν παρουσίαν αὐτῷ τῷ σκότει προσεδρεύων, διεστραμμένης γνώμης καὶ φιλονείκου τεκμήριον ἐπιφέρει καθ' ἑαυτοῦ. Εἶτα ἐπειδὴ ἐδόκει τὸ εἰρημένον ἄπιστον εἶναι τοῖς πολλοῖς (οὐδεὶς γὰρ ἂν σκότος προτιμήσειε φωτὸς), τίθησι καὶ τὴν αἰτίαν ἀφ' ἧς τοῦτο ἔπαθον. Τίς οὖν ἐστιν αὕτη; Ἦν γὰρ αὐτῶν, φησὶ, πονηρὰ τὰ ἔργα. Πᾶς δὲ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ αὐτοῦ τὰ ἔργα. Καὶ μὴν οὐ κρίνων οὐδὲ ἐξετάζων ἦλθεν, ἀλλὰ συγχωρῶν καὶ ἀφιεὶς τὰ πλημμεληθέντα, καὶ ἀπὸ πίστεως σωτηρίαν διδούς. Πῶς οὖν ἔφυγον; Εἰ μὲν γὰρ εἰς δικαστήριον ἐλθὼν ἐκάθισεν, εἶχέ τινα λόγον τὸ εἰρημένον· ὁ γὰρ πονηρὰ συνειδὼς ἑαυτῷ, τὸν δικάζοντα φεύγειν εἴωθε· τῷ δὲ συγχωροῦντι καὶ προστρέχουσιν οἱ πεπλημμεληκότες. Εἰ τοίνυν συγχωρῶν ἦλθε, τούτους μάλιστα προσδραμεῖν εἰκὸς ἦν, τοὺς πολλὰ συνειδότας ἑαυτοῖς ἁμαρτήματα· ὅπερ οὖν καὶ ἐπὶ πολλῶν γέγονε. Καὶ γὰρ καὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες, συνανέκειντο τῷ Ἰησοῦ. Τί οὖν ἐστι τὸ λεγόμενον; Περὶ τῶν αἱρουμένων διαπαντὸς ἐν κακίᾳ μένειν ταῦτα λέγει. Αὐτὸς μὲν γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα τὰ μὲν πρότερα ἀφῇ ἁμαρτήματα, πρὸς δὲ τὰ μέλλοντα ἀσφαλίσηται. Ἐπειδὴ δὲ τινές εἰσιν οὕτω χαῦνοι καὶ διαλελυμένοι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ὡς εἰς ἐσχάτας ἀναπνοὰς βούλεσθαι προσεδρεύειν τῇ πονηρίᾳ, καὶ μηδέποτε αὐτῆς ἀφίστασθαι, τούτους ἐπισκώπτων ἐνταῦθα δηλοῖ. Ἐπειδὴ γὰρ ὁ Χριστιανισμὸς καὶ τὸ τῆς τῶν δογμάτων ὀρθότητος καὶ πολιτείαν ὑγιαίνουσαν ἀπαιτεῖ, δεδοίκασι, φησὶ, μεταθέσθαι πρὸς ἡμᾶς, ἐπειδὴ μὴ βούλονται βίον ὀρθὸν ἐπιδείξασθαι. Τὸν μὲν γὰρ ἐν Ἑλληνισμῷ ζῶντα οὐδεὶς ἂν διελέγξειεν. Ὁ γὰρ θεοὺς τοιούτους ἔχων, καὶ ἑορτὰς ὁμοίως τοῖς θεοῖς αἰσχρὰς καὶ καταγελάστους, ἄξια τῶν δογμάτων καὶ τὰ ἔργα ἐπιδείκνυται· οἱ δὲ τοῦ Θεοῦ, ῥᾳθύμως ζῶντες, ἅπαντας εὐθύνοντας ἔχουσι καὶ κατηγόρους· τοσοῦτον καὶ παρὰ τοῖς ἐχθροῖς τῆς ἀληθείας ἐστὶ τὸ θαῦμα. Ὅρα τοίνυν πῶς μετὰ ἀκριβείας τίθησιν ὅ φησιν. Οὐ γὰρ εἶπεν, ὁ φαῦλα πράξας οὐκ ἔρχεται πρὸς τὸ φῶς· ἀλλ', ὁ πράσσων ἀεὶ, τουτέστιν, ὁ ἀεὶ βουλόμενος ἐγκαλινδεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, οὐ βούλεται τοῖς νόμοις ἑαυτὸν ὑποβάλλειν τοῖς ἐμοῖς, ἀλλ' ἔξω μένων πορνεύει μετὰ ἀδείας, καὶ τὰ ἄλλα πάντα πράττει τὰ κεκωλυμένα. Ἐνταῦθα γὰρ ἐλθὼν, ὡς ἐν φωτὶ κλέπτης, κατάδηλος γίνεται. Διὰ ταῦτα τὴν ἀρχὴν φεύγει τὴν ἐμήν. Πολλῶν γοῦν ἔστιν ἀκοῦσαι καὶ νῦν Ἑλλήνων λεγόντων, διὰ τοῦτο μὴ δύνασθαι πρὸς τὴν πίστιν τὴν ἡμετέραν προσελθεῖν, διὰ τὸ μὴ δύνασθαι μέθης, καὶ πορνείας, καὶ τῶν τοιούτων ἀφίστασθαι πλημμελημάτων. Τί οὖν; φησίν· οὐκ εἰσὶ, καὶ Χριστιανοὶ τὰ φαῦλα πράσσοντες, καὶ Ἕλληνες ἐν φιλοσοφίᾳ ζῶντες; Χριστιανοὶ μὲν ὅτι φαῦλα πράσσοντές εἰσιν, οἶδα κἀγώ· εἰ δὲ καὶ Ἕλληνες ὀρθῶς βιοῦντες, τοῦτο οὐκ ἔτι οἶδα σαφῶς. Μὴ γάρ μοι τοὺς ἀπὸ φύσεως εἴπῃς ἐπιεικεῖς καὶ κοσμίους· οὐ γάρ ἐστι τοῦτο ἀρετή· ἀλλ' εἰπὲ τὸν πολλὴν ἀπὸ τῶν παθῶν ὑπομένοντα βίαν καὶ φιλοσοφοῦντα. Ἀλλ' οὐκ ἂν ἔχοις. Εἰ γὰρ βασιλείας ἐπαγγελία, καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη διδασκαλία τοσαύτη, μόλις κατέχουσι τοὺς ἀνθρώπους ἐν ἀρετῇ· σχολῇ γ' ἂν οἱ περὶ μηδενὸς πεπεισμένοι τούτων μετέλθοιεν ἀρετήν. Εἰ δέ τινες καὶ ὑποκρίνονται, δόξης ἕνεκεν τοῦτο ποιοῦσιν· ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν, ὅταν ἐξῇ λαθεῖν, οὐ φείσεται τοῦ χρήσασθαι ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς. Πλὴν ἀλλ' ἵνα μὴ δόξωμέν τισιν εἶναι φιλόνεικοι, συγχωρήσωμεν ὀρθῶς βιοῦντας εἶναι ἐν Ἕλλησιν· οὐδέποτε γὰρ τοῦτο ἐναντιοῦται τῷ λόγῳ· Τὸ γὰρ ἐπὶ πολὺ συμβαῖνον εἶπεν, οὐ τὸ σπανιάκις γινόμενον.