Ancient Greek · ~17 min
Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-3
Not analysed yet
Προσοχῆς μὲν ἕνεκεν τῆς περὶ τὴν ἀκρόασιν, περιττὸν λοιπὸν ὑμῖν παραινεῖν· οὕτω ταχέως τὴν παραίνεσιν ἐπὶ τῶν ἔργων ἐδείξατε. Ἥ τε γὰρ συνδρομὴ, τό τε ἀτενὲς τῆς στάσεως, καὶ τὸ συνωθοῦντας ἀλλήλους τὸν ἐνδοτέρω τόπον ἐπείγεσθαι καταλαβεῖν, καὶ ὅθεν ἂν εὐσημοτέρα γένοιτο ὑμῖν ἡ παρ' ἡμῶν φωνὴ, καὶ τὸ πιεζομένους μὴ θέλειν ἀναχωρεῖν, ἕως ἂν τὸ πνευματικὸν τοῦτο διαλυθῇ θέατρον, καὶ οἱ κρότοι, καὶ οἱ θόρυβοι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, τεκμήριον τῆς ἐν τῇ ψυχῇ θερμότητος ἂν εἴη καὶ τῆς φιληκοΐας ὑμῶν. Διὸ καὶ περιττὸν περὶ τούτου παρεγγυᾷν· ἐκεῖνο μέντοι εἰπεῖν καὶ παρακαλέσαι ἀναγκαῖον ἡμῖν, ὥστε μεῖναι ταύτην ἔχοντας τὴν σπουδήν· καὶ μὴ μόνον ἐνταῦθα αὐτὴν ἐπιδείκνυσθαι, ἀλλὰ καὶ οἴκοι γενομένους, τὸν ἄνδρα πρὸς τὴν γυναῖκα, τὸν πατέρα πρὸς τὸν παῖδα περὶ τούτων διαλέγεσθαι· καὶ λέγειν μὲν τὰ παρ' ἑαυτοῦ, ἀπαιτεῖν δὲ τὰ παρ' ἐκείνων, καὶ τὸν καλὸν τοῦτον εἰσφέρειν ἅπαντας ἔρανον. Μὴ γάρ μοι λεγέτω τις, ὅτι τὰ παιδία πρὸς ταῦτα ἡμῖν ἀπησχολῆσθαι οὐ χρή· ἐχρῆν μὲν γὰρ οὐ μόνον ἀπησχολῆσθαι, ἀλλὰ καὶ ἐν τούτοις μόνοις ἔχειν τὴν σπουδήν. Πλὴν ἀλλὰ διὰ τὴν ἀσθένειαν ὑμῶν οὐ λέγω τοῦτο, οὐδὲ αὐτὰ τῆς ἔξωθεν ἀπάγω σχολῆς, ὥσπερ οὐδὲ ὑμᾶς τῶν πολιτικῶν ἀφέλκω πραγμάτων. Ἀλλ' ἀπὸ τῶν ἑπτὰ τούτων ἡμερῶν μίαν ἀξιῶ τῷ κοινῷ πάντων ἡμῶν ἀναθεῖναι Δεσπότῃ. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν οἰκέτας ἡμῖν κελεύειν ἅπαντα δουλεύειν τὸν χρόνον, ἡμᾶς δὲ μηδὲ τὴν ἐλάττω σχολὴν ἀπονέμειν τῷ Θεῷ, καὶ ταῦτα τῆς δουλείας ἁπάσης ἐκείνῳ μὲν οὐδὲν προστιθείσης (ἀνενδεὲς γὰρ τὸ Θεῖον), εἰς τὸ συμφέρον δὲ περιισταμένης ἡμῖν; Ἀλλ' εἰς θέατρα μὲν αὐτοὺς ἄγοντες, οὔτε μαθήματα, οὔτε ἄλλο τι τῶν τοιούτων προβάλλεσθε· ἂν δέ τι τῶν πνευματικῶν κερδᾶναι δέοι καὶ συναγαγεῖν, ἀσχολίαν τὸ πρᾶγμα ὀνομάζετε. Καὶ πῶς οὐ παροξυνεῖτε τὸν Θεὸν, πᾶσι μὲν τοῖς ἄλλοις σχολάζοντες καὶ καιρὸν ἀπονέμοντες, τὸ δὲ τὰ αὐτοῦ μεταχειρίζειν, ὀχληρὸν καὶ οὐκ εὔκαιρον εἶναι νομίζοντες τοῖς παισίν; Μὴ ταῦτα, μὴ, ἀδελφοί. Καὶ γὰρ αὕτη μάλιστα ἡ ἡλικία τούτων δεῖται τῶν ἀκουσμάτων. Ἁπαλὴ γὰρ οὖσα, ταχέως ἐναποτίθεται τὰ λεγόμενα, καθάπερ τινὸς σφραγῖδος τῆς ἀκροάσεως ἐν κηρῷ τῇ διανοίᾳ τῇ τούτων ἐντυπουμένης. Ἄλλως τε καὶ ὁ βίος αὐτοῖς τότε ἀρχὴν ἔχει πρὸς κακίαν ἀποκλῖναι ἢ ἀρετήν. Ἂν οὖν τις αὐτοὺς ἀπ' αὐτῶν τῶν ἀρχῶν καὶ τῶν προθύρων ἀπαγάγῃ μὲν τῆς πονηρίας, χειραγωγήσῃ δὲ πρὸς τὴν ἀρίστην ὁδὸν, ὥσπερ εἰς ἕξιν τινὰ καὶ φύσιν αὐτοὺς καταστήσει λοιπόν· καὶ οὐδὲ ἑκόντες μεταβαλοῦνται ῥᾳδίως πρὸς τὸ χεῖρον, τῆς συνηθείας ταύτης ἑλκούσης αὐτοὺς πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν. Οὕτως ἡμῖν τῶν γεγηρακότων αἰδεσιμώτεροι γενήσονται, καὶ τοῖς πολιτικοῖς χρησιμώτεροι πράγμασιν, ἐν νεότητι τὰ τῶν πρεσβυτέρων ἐπιδεικνύμενοι. Οὐ γὰρ ἔστιν, ὥσπερ ἔφθην εἰπὼν, τοιαύτης ἀπολαύοντας ἀκροάσεως, καὶ ἀποστόλῳ τοιούτῳ συγγινομένους, μὴ μέγα τι καὶ γενναῖον ἀγαθὸν λαβόντας ἀπελθεῖν, κἂν ἀνὴρ, κἂν γυνὴ, κἂν νέος ὁ ταύτης μετέχων τῆς τραπέζης ᾖ. Εἰ γὰρ τὰ θηρία τὰ παρ' ἡμῖν λόγῳ ῥυθμίζοντες ἡμεροῦμεν, πόσῳ μᾶλλον τῇ πνευματικῇ ταύτῃ διδασκαλίᾳ τοὺς ἄνδρας τοῦτο ἐργασόμεθα, ὅταν καὶ τοῦ φαρμάκου καὶ τοῦ θεραπευομένου πολὺ τὸ μέσον ᾖ; Οὔτε γὰρ ἡ ἐν ἡμῖν ἀγριότης τοσαύτη, ὅση ἡ ἐν ἐκείνοις· ἡ μὲν γὰρ φύσεως, ἡ δὲ προαιρέσεώς ἐστιν· οὔτε τῶν λόγων ἡ ἰσχὺς ἡ αὐτή. Ἐκείνη μὲν γὰρ ἀνθρωπίνης ἐστὶ διανοίας, αὕτη δὲ τῆς τοῦ Πνεύματος δυνάμεως καὶ τῆς χάριτος. Ὁ τοίνυν ἀπογινώσκων ἑαυτοῦ, τὰ θηρία ἐννοείτω τὰ ἥμερα, καὶ οὐδέποτε τοῦτο πείσεται· συνεχῶς παρὰ τοῦτο ἴτω τὸ ἰατρεῖον, τῶν τοῦ Πνεύματος ἀκουέτω νόμων διὰ παντὸς τοῦ καιροῦ, καὶ οἴκαδε ἀπελθὼν ἀπογραφέτω τὰ ἀκουσθέντα τῇ διανοίᾳ· καὶ οὕτως ἔσται ἐν ἐλπίσι χρησταῖς καὶ ἀσφαλείᾳ πολλῇ, τῇ πείρᾳ τῆς προκοπῆς αἰσθανόμενος Ὅταν γὰρ ὁ διάβολος ἴδῃ τοῦ Θεοῦ τὸν νόμον ἐγγραφέντα τῇ ψυχῇ, καὶ πλάκας αὐτοῦ γενομένην τὴν καρδίαν, οὐ προσελεύσεται λοιπόν. Ἔνθα γὰρ ἂν ᾖ γράμματα βασιλικὰ, οὐκ ἐν στήλῃ χαραγέντα χαλκῇ, ἀλλ' ἐπὶ θεοφιλοῦς διανοίας ἁγίῳ Πνεύματι τυπωθέντα, καὶ πολλῆς ἀποστίλβοντα τῆς χάριτος, οὐδὲ ἀντιβλέψαι ἐκεῖνος δυνήσεται, ἀλλὰ πόῤῥωθεν ἡμῖν δώσει τὰ νῶτα. Οὐδὲν γὰρ οὕτω φοβερὸν ἐκείνῳ καὶ τοῖς παρ' ἐκείνου ὑποτιθεμένοις λογισμοῖς, ὡς διάνοια τὰ θεῖα μελετῶσα, καὶ ψυχὴ ταύτῃ διαπαντὸς ἐγκειμένη τῇ πηγῇ. Τὴν γὰρ τοιαύτην οὐ λυπῆσαί τι τῶν παρόντων δυνήσεται, κἂν ἀηδὲς ᾖ, οὐ φυσῆσαι καὶ ἐπᾶραι, κἂν αἴσιον ᾖ· ἀλλ' ἐν τοσούτῳ χειμῶνι καὶ ζάλῃ γαλήνης ἀπολαύσεται πολλῆς.