Ancient Greek
Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 5.1
Not analysed yet
Ὅπερ ἵνα μὴ καὶ ὑμεῖς πάθητε (οὐ γὰρ παύσομαι ταῦτα ἀεὶ παραινῶν), ἐπιῤῥώσατε ὑμῶν τὴν διάνοιαν, ἵνα μὴ τὰ αὐτὰ ἀκούσητε, ἅπερ οἱ πιστοὶ τῶν Ἑβραίων παρὰ Παύλου. Καὶ γὰρ ἐκείνοις πολὺν ἔφησε τὸν λόγον γεγενῆσθαι, καὶ δυσερμήνευτον, οὐκ ἐπειδὴ φύσει τοιοῦτος ἦν, ἀλλ' ἐπειδὴ, φησὶν, ὑμεῖς Νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁ γὰρ ἀσθενὴς καὶ ἄῤῥωστος, καὶ ὑπὸ τῆς βραχυλογίας ὡς ὑπὸ μακρηγορίας παρενοχλεῖσθαι πέφυκε, καὶ τὰ σαφῆ καὶ τὰ εὐδιάλυτα δυσκατάληπτα εἶναι νομίζει. Ἀλλὰ μηδεὶς ἔστω ἐνταῦθα τοιοῦτος· ἀλλὰ πᾶσαν ἀπελάσας φροντίδα βιωτικὴν, οὕτω τούτων ἀκουέτω τῶν δογμάτων. Ὅταν γὰρ ἐπιθυμία χρημάτων κατέχῃ τὸν ἀκροατὴν, οὐκ ἂν δύναιτο καὶ ἐπιθυμία κατασχεῖν ἀκροάσεως ὁμοίως, ἐπειδὴ μηδὲ ἀρκεῖ πολλαῖς ἐπιθυμίαις μία τυγχάνουσα ἡ ψυχὴ, ἀλλ' ἡ ἑτέρα τῇ ἑτέρᾳ λυμαίνεται, καὶ σχιζομένη ἀσθενεστέρα γίνεται, ἐπικρατούσης τῆς ἑτέρας καὶ τὸ πᾶν εἰς ἑαυτὴν δαπανώσης. Τοῦτο καὶ ἐπὶ παίδων συμβαίνειν εἴωθεν. Ὅταν μὲν γὰρ ἕνα τις ἔχῃ μόνον, μεθ' ὑπερβολῆς ἀγαπᾷ τὸν ἕνα· ὅταν δὲ πολλῶν γένηται παίδων πατὴρ, καὶ τὰ τῆς διαθέσεως διαιρεθέντα ἀσθενέστερα γίνεται. Εἰ δὲ ἔνθα φυσικὴ τυραννὶς καὶ δύναμις, καὶ συγγενῆ τὰ φιλούμενα, τοῦτο συμβαίνει· τί ἂν εἴποιμεν ἐπὶ τῆς κατὰ προαίρεσιν ἐπιθυμίας καὶ διαθέσεως, καὶ μάλιστα ὅταν οἱ ἔρωτες οὗτοι ἀπ' ἐναντίας ἀλλήλοις διακέωνται; Ἐναντίον γὰρ χρημάτων ἔρως ἔρωτι τοιαύτης ἀκροάσεως. Εἰς τὸν οὐρανὸν εἴσιμεν εἰσιόντες ἐνθάδε. Οὐ τῷ τόπῳ λέγω, ἀλλὰ τῇ διαθέσει· ἔνεστι γὰρ καὶ ἐπὶ γῆς ὄντα ἑστάναι ἐν οὐρανῷ, καὶ τὰ ἐκεῖ φαντάζεσθαι, καὶ τὰ ἐκεῖθεν ἀκούειν. Μηδεὶς οὖν τῷ οὐρανῷ τὰ τῆς γῆς ἐπεισαγέτω· μηδεὶς ἐνταῦθα ἑστὼς, τὰ κατὰ τὴν οἰκίαν μεριμνάτω. Τὴν γὰρ οἰκίαν καὶ τὴν ἀγορὰν ἔδει τὰ ἐντεῦθεν περιφέρειν κέρδη καὶ ἔχειν, οὐ ταύτην τοῖς ἐκ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς φορτίοις βαρύνεσθαι. Διὰ ταῦτα εἴσιμεν παρὰ τὸν τῆς διδασκαλίας θρόνον, ἵνα ἐντεῦθεν τὸν ἔξωθεν ἀποῤῥυψώμεθα ῥύπον. Ἂν δὲ μέλλωμεν καὶ τῇ μικρᾷ ταύτῃ σχολῇ ἀπὸ τῶν ἔξω λεγομένων ἢ πραττομένων λυμαίνεσθαι, βέλτιον μηδὲ εἰσελθεῖν τὴν ἀρχήν. Μηδεὶς τοιγαροῦν ἐν ἐκκλησίᾳ τὰ κατὰ τὴν οἰκίαν μελετάτω, ἀλλὰ καὶ ἐν οἰκίᾳ τὰ κατὰ τὴν ἐκκλησίαν κινείτω. Πάντων ἡμῖν ἔστω ταῦτα τιμιώτερα. Τῆς γὰρ ψυχῆς ταῦτά ἐστι, τοῦ σώματος δὲ ἐκεῖνα· μᾶλλον δὲ καὶ σώματι καὶ ψυχῇ τὰ ἐνταῦθα λεγόμενα διαφέρει. Διὰ τοῦτο ταῦτα μὲν ἔστω προηγούμενα ἔργα, πάρεργα δὲ ἅπαντα τὰ ἄλλα. Ταῦτα μὲν γὰρ καὶ τῆς μελλούσης καὶ τῆς παρούσης ἐστὶ ζωῆς· ἐκεῖνα δὲ οὐδ' ἑτέρας, ἐὰν μὴ κατὰ τὸν ὑπὲρ τούτων τεθέντα διοικῆται νόμον. Οὐ γὰρ δὴ μόνον τί μετὰ ταῦτα ἐσόμεθα, καὶ πῶς τότε ζησόμεθα, ἐντεῦθεν ἔστι μαθεῖν μόνον, ἀλλὰ πῶς καὶ τὸν παρόντα οἰκονομήσομεν βίον. Ἰατρεῖον γὰρ ὁ οἶκος οὗτος ἕστηκε πνευματικὸν, ἵνα ἅπερ ἂν λάβωμεν ἔξωθεν τραύματα, ἐντεῦθεν θεραπεύσωμεν· οὐχ ἵνα καὶ ἐντεῦθεν συλλέξαντες ἕτερα, οὕτως ἀπίωμεν. Ἂν γὰρ τοῦ Πνεύματος ἡμῖν τοῦ ἁγίου διαλεγομένου μὴ προσέχωμεν, οὐ μόνον τὰ πρότερα οὐκ ἀπολουσόμεθα, ἀλλὰ καὶ ἕτερα προσληψόμεθα. Προσέχωμεν τοίνυν τῷ βιβλίῳ μετὰ πολλῆς τῆς σπουδῆς ἡμῖν ἀνακαλυπτομένῳ. Οὐδὲ γὰρ πολλῆς δεησόμεθα λοιπὸν πραγματείας, ἂν τὰς ἀρχὰς καὶ ὑποθέσεις μετὰ ἀκριβείας μάθωμεν· ἀλλὰ μικρὸν ἐν προοιμίοις πονέσαντες, δυνησόμεθα τοῦ λοιποῦ κατὰ τὸν Παῦλον καὶ ἄλλους νουθετεῖν. Σφόδρα γάρ ἐστιν ὑψηλὸς ὁ Ἀπόστολος οὗτος, καὶ πολλῶν γέμει δογμάτων, καὶ τούτοις ἐνδιατρίβει μᾶλλον ἢ ἑτέροις. Μὴ δὴ παρέργως ἀκούωμεν. Διὰ τοῦτο γὰρ ἡμεῖς καὶ κατὰ μικρὸν ἐξηγούμεθα, ὥστε ὑμῖν εὔληπτα πάντα γενέσθαι καὶ μὴ διαφυγεῖν τὴν μνήμην. Φοβηθῶμεν τοίνυν μήποτε γενώμεθα τῆς φωνῆς ἐκείνης ὑπεύθυνοι τῆς λεγούσης· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Τί γὰρ ἕξομεν τῶν οὐκ ἀκηκοότων πλέον, ὅταν καὶ μετὰ τὴν ἀκρόασιν μηδὲν οἴκαδε ἀπέλθωμεν ἔχοντες, ἀλλὰ θαυμάζοντες τὰ εἰρημένα μόνον; Δότε τοίνυν ἡμῖν, εἰς ἀγαθὴν σπεῖραι γῆν· δότε, ἵνα ἡμᾶς ἐπισπάσησθε μειζόνως. Καὶ εἴ τις ἀκάνθας ἔχει, τὸ πῦρ ἐπαφιέτω τοῦ Πνεύματος· εἴ τις σκληρὰν καὶ ἀντίτυπον καρδίαν, λιπαρὰν ποιείτω αὐτὴν καὶ ἁπαλὴν τῷ αὐτῷ χρώμενος πυρί. Εἴ τις κατὰ τὰς ὁδοὺς ὑπὸ πάντων πατεῖται τῶν λογισμῶν, πρὸς τὰ ἐνδότερα εἰσίτω, καὶ μὴ προκείσθω τοῖς βουλομένοις εἰς ἁρπαγὴν ἐπιέναι, ἵνα κομῶντα ὑμῶν ἴδωμεν τὰ λήϊα. Καὶ γὰρ ἂν οὕτως ἑαυτῶν ἐπιμελώμεθα, καὶ μετὰ φιλοπονίας τῆς ἀκροάσεως ἐχώμεθα ταύτης τῆς πνευματικῆς, εἰ καὶ μὴ ἀθρόον, ἀλλὰ κατὰ μικρὸν πάντων γοῦν ἀπαλλαγησόμεθα τῶν βιωτικῶν. Διὸ προσέχωμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται, ὅτι· Ἀσπίδος κωφῆς τὰ ὦτα αὐτῶν. Τί θηρίου διενήνοχεν ὁ τοιοῦτος ἀκροατής; εἰπέ μοι. Πῶς δὲ οὐκ ἂν εἴη παντὸς ἀλογώτερος ἀλόγου, ὁ Θεοῦ διαλεγομένου μὴ προσέχων; Εἰ γὰρ τὸ εὐαρεστεῖν τῷ Θεῷ, τοῦτό ἐστιν ἄνθρωπον εἶναι· ὁ μηδὲ, ὅπως τοῦτο κατορθώσειεν, ἀκοῦσαι θέλων, οὐδὲν ἕτερον ἢ θηρίον ἐστίν. Ἐννόησον οὖν ὅσον ἂν εἴη κακὸν, τοῦ Χριστοῦ θέλοντος ἡμᾶς ἐξ ἀνθρώπων ἰσαγγέλους ποιεῖν, αὐτοὺς ἐξ ἀνθρώπων εἰς θηρία μεταποιεῖν. Τὸ γὰρ τῇ γαστρὶ δουλεύειν, καὶ τῇ τῶν χρημάτων ἐπιθυμίᾳ κατέχεσθαι, καὶ ὀργίζεσθαι καὶ δάκνειν καὶ λακτίζειν, οὐκ ἀνθρώπων, ἀλλὰ θηρίων ἐστί. Καίτοι τὰ μὲν θηρία, ἓν ἕκαστον, ὡς εἰπεῖν, ἔχει πάθος, καὶ τοῦτο κατὰ φύσιν· ὁ δὲ ἄνθρωπος ὁ τῶν λογισμῶν τὴν ἀρχὴν ἐκβαλὼν καὶ τῆς κατὰ Θεὸν πολιτείας ἀποῤῥαγεὶς, πᾶσιν ἑαυτὸν ἐπιτρέπει τοῖς πάθεσι· καὶ οὐκ ἔτι θηρίον γίνεται μόνον, ἀλλὰ τέρας πολύμορφόν τι καὶ ποικίλον, καὶ οὐδὲ τὴν ἀπὸ τῆς φύσεως συγγνώμην ἔχει. Προαιρέσεως γὰρ καὶ γνώμης ἡ κακία πᾶσα. Ἀλλὰ μὴ γένοιτό ποτε ταῦτα περὶ τῆς Ἐκκλησίας ὑποπτεῦσαι τοῦ Χριστοῦ· πεπείσμεθα γὰρ περὶ ὑμῶν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας. Ἀλλ' ὅσῳ πεπείσμεθα, τοσούτῳ τῶν προφυλακτικῶν οὐδὲν ἧττον ἀποστησόμεθα λόγων· ἵνα πρὸς αὐτὴν ἀνελθόντες τὴν κορυφὴν τῶν ἀρετῶν, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.