Ancient Greek · ~18 min
Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· «Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-33
Not analysed yet
Πολλῆς ἡμῖν θερμότητος δεῖ καὶ σπουδῆς διεγηγερμένης· ταύτης γὰρ ἄνευ οὐκ ἔνεστι τυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν. Καὶ τοῦτο δεικνὺς ὁ Χριστός φησι, νῦν μέν· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· νῦν δὲ, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; δι' ἀμφοτέρων τούτων τὸν διακαῆ καὶ πεπυρωμένον μαθητὴν καὶ πρὸς πάντα κίνδυνον παρεσκευασμένον ἡμῖν παραστῆσαι βουλόμενος. Τοιαύτη τις ἦν καὶ αὕτη ἡ γυνή. Οὕτω γὰρ ὑπὸ τῶν εἰρημένων ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ τὴν χρείαν δι' ἣν παρεγένετο, καὶ δραμοῦσαν εἰς τὴν πόλιν, πάντα τὸν δῆμον ἑλκύσαι πρὸς τὸν Ἰησοῦν. Δεῦτε γὰρ, φησὶ, καὶ ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Σκόπει σπουδὴν καὶ σύνεσιν· Ἦλθεν ὑδρεύσασθαι· καὶ ἐπειδὴ τῆς ἀληθινῆς πηγῆς ἐπέτυχε, κατεφρόνησε λοιπὸν τῆς αἰσθητῆς, διδάσκουσα ἡμᾶς, εἰ καὶ διὰ μικροῦ παραδείγματος, ἀλλ' ὅμως ἐν τῇ τῶν πνευματικῶν ἀκροάσει πάντων ὑπερορᾷν τῶν βιωτικῶν, καὶ μηδένα λόγον αὐτῶν ποιεῖσθαι. Κατὰ γὰρ τὴν ἰδίαν δύναμιν, ὅπερ οἱ ἀπόστολοι ἐποίησαν, καὶ αὕτη πεποίηκε μειζόνως. Ἐκεῖνοι μὲν γὰρ οἱ κληθέντες ἀφῆκαν τὰ δίκτυα· αὕτη δὲ αὐτομάτως, οὐδενὸς παραγγείλαντος, ἀφίησι τὴν ὑδρίαν καὶ εὐαγγελιστῶν ἔργον ποιεῖ ὑπὸ τῆς χαρᾶς ἀναπτερωθεῖσα. Καὶ οὐχ ἕνα καλεῖ καὶ δεύτερον, καθάπερ Ἀνδρέας καὶ Φίλιππος, ἀλλὰ πόλιν ὁλόκληρον ἀναστήσασα καὶ δῆμον τοσοῦτον, οὕτω πρὸς αὐτὸν ἤγαγε. Καὶ σκόπει πῶς συνετῶς λέγει. Οὐ γὰρ εἶπε, Δεῦτε, ἴδετε τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὴ μετὰ συγκαταβάσεως, μεθ' ἧς καὶ ὁ Χριστὸς αὐτὴν ἐσαγήνευσεν, ἐπισπᾶται τοὺς ἄνδρας. Δεῦτε γὰρ, ἴδετε ἄνθρωπον, φησὶν, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καὶ οὐκ ᾐσχύνθη εἰπεῖν, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καίτοι γε ἐνῆν εἰπεῖν ἑτέρως· Δεῦτε, ἴδετε προφητεύοντα· ἀλλ' ὅταν πυρωθῇ ψυχὴ τῷ πυρὶ τῷ θείῳ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοιπὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην, ἀλλ' ἑνός ἐστι μόνου, τῆς κατεχούσης αὐτὴν φλογός. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὅρα πάλιν σοφίαν πολλὴν γυναικός. Οὔτε ἀπεφήνατο σαφῶς, οὔτε ἐσίγησεν. Ἐβούλετο γὰρ οὐκ ἐκ τῆς οἰκείας ἀποφάσεως εἰσάγειν αὐτοὺς, ἀλλ' ἐκ τῆς ἀκροάσεως τῆς ἐκείνου τῆς ψήφου ταύτης ποιῆσαι κοινωνούς· ὃ μᾶλλον εὐπαράδεκτον ἐποίει τὸν λόγον. Καίτοι οὐ πάντα αὐτῆς τὸν βίον ἐξήγγειλεν, ἀλλὰ ἀπὸ τῶν εἰρημένων καὶ περὶ τῶν ἄλλων ἐπέπειστο. Καὶ οὐκ εἶπε, Δεῦτε, πιστεύσατε, ἀλλὰ, Δεῦτε, ἴδετε, ὃ τούτου κουφότερον ἦν, καὶ μᾶλλον αὐτοὺς ἐφείλκετο. Εἶδες τῆς γυναικὸς τὴν σοφίαν; ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι γευσάμενοι μόνον τῆς πηγῆς ἐκείνης, τὰ αὐτὰ πείσονται ἅπερ καὶ αὐτή. Καίτοι γε εἴ τις τῶν ἄλλων ἦν τῶν παχυτέρων, καὶ συνεσκίασεν ἂν τὸν ἔλεγχον· αὕτη δὲ ἐκπομπεύει τὸν ἑαυτῆς βίον καὶ εἰς μέσον προτίθησιν, ὥστε πάντας ἐπισπάσασθαι καὶ ἑλεῖν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββὶ, φάγε. Τὸ, Ἠρώτων, ἐνταῦθα Παρεκάλουν ἐστὶ, τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ. Ὁρῶντες γὰρ αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς ἐπικειμένης φλογὸς, παρεκάλουν αὐτόν. Οὐ γὰρ ἦν προπετείας τὸ δεῖσθαι ὑπὲρ σιτίων, ἀλλὰ φιλοστοργίας τῆς περὶ τὸν διδάσκαλον. Τί οὖν ὁ Χριστός; Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Τί τοίνυν θαυμάζεις εἰ ἡ γυνὴ, ὕδωρ ἀκούσασα, ἔτι ὕδωρ ἐφαντάζετο, ὅπου γε καὶ οἱ μαθηταὶ ἔτι ταῦτα πάσχουσι, καὶ οὐδὲν οὔπω πνευματικὸν νοοῦσιν, ἀλλὰ ἀποροῦσι μὲν, πάλιν δὲ τὴν αἰδὼ τὴν συνήθη καὶ τὴν τιμὴν τῷ διδασκάλῳ νέμουσι, πρὸς ἀλλήλους μὲν διαλεγόμενοι, αὐτῷ δὲ πεῦσιν οὐ τολμῶντες προσαγαγεῖν; Τοῦτο καὶ ἀλλαχοῦ ποιοῦσιν, ἐπιθυμοῦντες μὲν ἐρωτῆσαι, οὐκ ἐρωτῶντες δέ. Τί οὖν ὁ Χριστός; Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐνταῦθα βρῶσιν ἐκάλεσε, δεικνὺς ὅσην ἐπιθυμίαν ἔχει τῆς ἡμετέρας προνοίας. Ὥσπερ γὰρ ἡμῖν ποθεινὸν τὸ ἐσθίειν, οὕτως αὐτῷ τὸ σωθῆναι ἡμᾶς. Ἄκουε δὲ πῶς πανταχοῦ οὐκ ἐκ τοῦ προχείρου πάντα ἀποκαλύπτει, ἀλλὰ πρῶτον εἰς ἀπορίαν ἐμβάλλει τὸν ἀκροατὴν, ἵνα ἀρξάμενος ζητεῖν τί τὸ λεγόμενον, εἶτα ἀπορῶν καὶ κάμνων, μετὰ πλείονος ὑποδέξηται προθυμίας φανὲν τὸ ζητούμενον, καὶ μᾶλλον διαναστῇ πρὸς τὴν ἀκρόασιν. Διατί γὰρ μὴ εὐθέως εἶπε, Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου; καίτοι οὐδὲ τοῦτο σαφὲς ἦν, ἀλλὰ τοῦ προτέρου σαφέστερον· ἀλλὰ τί; Ἐγὼ, φησὶ, βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Πρότερον γὰρ αὐτοὺς, ὅπερ ἔφην, τῇ διαπορήσει προσεκτικωτέρους ἐργάσασθαι βούλεται, καὶ ἐθίσαι καὶ διὰ τοιούτων αἰνιγμάτων ἀκούειν τὰ λεγόμενα. Τί δέ ἐστι τὸ θέλημα τοῦ Πατρός; Λέγει λοιπὸν αὐτὸ καὶ ἑρμηνεύει· Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν.