Ancient Greek · ~20 min
Λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-28
Not analysed yet
Τί δὲ ἐθαύμαζον; Τὸ ἄτυφον, τὸ ταπεινὸν μεθ' ὑπερβολῆς, ὅτι οὕτω περίβλεπτος ὢν, ἠνείχετο μετὰ τοσαύτης ταπεινοφροσύνης γυναικὶ διαλέγεσθαι πενιχρᾷ καὶ Σαμαρείτιδι. Ἀλλ' ὅμως καὶ ἐκπλαγέντες οὐκ ἠρώτησαν τὴν αἰτίαν· οὕτως ἦσαν πεπαιδευμένοι τὴν τῶν μαθητῶν τάξιν διατηρεῖν, οὕτως αὐτὸν ἐδεδοίκεισαν καὶ ᾐδοῦντο. Εἰ γὰρ καὶ μηδέπω τὴν ἀξίαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλ' ὅμως ὡς θαυμαστῷ τινι προσεῖχον, καὶ πολλὴν αὐτῷ ἀπένεμον τὴν αἰδώ. Καίτοι γε πολλαχοῦ φαίνονται πολλὰ παῤῥησιαζόμενοι· οἷον, ὅταν ὁ Ἰωάννης ἐπιπίπτῃ αὐτοῦ τῷ στήθει· ὅταν αὐτῷ προσιόντες λέγωσι, Τίς μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; ὅταν οἱ υἱοὶ Ζεβεδαίου παρακαλῶσιν, ἵνα εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων καθίσῃ. Τίνος οὖν ἕνεκεν ἐνταῦθα οὐκ ἠρώτησαν; Ὅτι ἐκεῖνα μὲν πάντα ὡς εἰς αὐτοὺς ἀνήκοντα ἀνάγκην εἶχον ἐξετάζειν· ἐνταῦθα δὲ οὐδὲν αὐτοῖς τοσοῦτον διέφερε τὸ γιγνόμενον. Καὶ Ἰωάννης δὲ μετὰ πολὺν χρόνον τοῦτο ἐποίησε πρὸς αὐτῷ τῷ τέλει, ὅτε πλείονος ἀπήλαυσε παῤῥησίας, καὶ ἐθάῤῥει τῇ ἀγάπῃ τοῦ Χριστοῦ· Οὗτος γὰρ ἦν, φησὶν, ὃν ἠγάπα ὁ Ἰησοῦς. Τί τούτου τοῦ μακαρισμοῦ γένοιτ' ἂν ἴσον; Ἀλλὰ μὴ μέχρι τούτου στῶμεν, ἀγαπητοὶ, τοῦ μακαρίζειν τὸν Ἀπόστολον, ἀλλ' ὥστε καὶ τῶν μακαριζομένων γενέσθαι, πάντα πράττωμεν, καὶ μιμησώμεθα τὸν εὐαγγελιστὴν, καὶ ἴδωμεν τίνα ἦν ἃ τὴν ἀγάπην ἐποίησε τὴν τοσαύτην. Τίνα οὖν ἦν ταῦτα; Ἀφῆκε πατέρα, καὶ πλοῖον, καὶ δίκτυον, καὶ ἠκολούθησε τῷ Ἰησοῦ. Ἀλλὰ τοῦτο κοινὸν αὐτῷ καὶ πρὸς τὸν ἀδελφὸν ἦν, καὶ πρὸς Πέτρον καὶ Ἀνδρέαν, καὶ πρὸς τοὺς ἄλλους τῶν ἀποστόλων. Τί δὴ οὖν τὸ ἐξαίρετον ἦν, ὃ πολλὴν τὴν ἀγάπην ἐποίησεν; Αὐτὸς μὲν γὰρ περὶ ἑαυτοῦ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ' ἢ ὅτι ἠγαπᾶτο μόνον· τὰ δὲ κατορθώματα αὐτοῦ, δι' ἃ ἠγαπᾶτο, ἀπεσιώπησε μετριάζων. Ὅτι γὰρ αὐτὸν ἐξαίρετόν τινα ἀγάπην ἠγάπησε, παντί που δῆλον ἦν· ἀλλ' ὅμως οὐδὲ διαλεγόμενος, οὐδὲ ἐρωτῶν φαίνεται κατ' ἰδίαν αὐτὸν, καθὼς Πέτρος πολλάκις, καθὼς Φίλιππος, καθὼς Ἰούδας καὶ Θωμᾶς ἀλλ' ὅτε τῷ συναποστόλῳ χαρίσασθαι καὶ ὑπακοῦσαι ἠθέλησε, τότε μόνον. Ὅτε γὰρ ὁ κορυφαῖος αὐτὸν ἠνάγκασε τῶν ἀποστόλων νεύσας, τότε ἠρώτησεν· πολλὴν γὰρ οὗτοι πρὸς ἀλλήλους εἶχον ἀγάπην. Οὕτω γοῦν καὶ ἐπὶ τὸ ἱερὸν ὁμοῦ φαίνονται ἀναβαίνοντες καὶ κοινῇ δημηγοροῦντες. Καίτοι γε ὁ Πέτρος θερμότερον πολλαχοῦ καὶ κινεῖται καὶ φθέγγεται· καὶ πρὸς τῷ τέλει δὲ ἀκούει τοῦ Χριστοῦ λέγοντος· Πέτρε, φιλεῖς με πλέον τούτων; Ὁ δὲ πλέον τούτων ἀγαπῶν, εὔδηλον ὅτι καὶ ἠγαπᾶτο. Ἀλλὰ τοῦτο μὲν ἐκ τοῦ ἀγαπᾷν τὸν Ἰησοῦν, ἐκεῖνο δὲ ἐκ τοῦ ἀγαπᾶσθαι παρὰ τοῦ Ἰησοῦ δῆλον ἐγένετο. Τί οὖν ἐστιν, ὃ τὴν ἐξαίρετον ἀγάπην ἐποίησεν; Ἐμοὶ δοκεῖ πολλὴν τὸν ἄνδρα ἐπιείκειαν ἐπιδείκνυσθαι καὶ πραότητα· διόπερ οὐδὲ παῤῥησιαζόμενος πολλαχοῦ φαίνεται. Τοῦτο δὲ ἡλίκον ἐστὶν, καὶ ἀπὸ τοῦ Μωϋσέως δῆλον. Καὶ γὰρ ἐκεῖνον τοσοῦτον καὶ τηλικοῦτον τοῦτο εἰργάσατο. Οὐδὲν γὰρ ταπεινοφροσύνης ἴσον. Διὰ τοῦτο τῶν μακαρισμῶν ἐντεῦθεν ἤρξατο ὁ Χριστός. Ὥσπερ γάρ τινα θεμέλιον καὶ κρηπῖδα μεγίστης οἰκοδομῆς καταβάλλεσθαι μέλλων, οὕτω τὴν ταπεινοφροσύνην πρώτην ἔθηκεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ταύτης σωθῆναι χωρίς· ἀλλὰ κἂν νηστεύῃ τις, κἂν εὔχηται, κἂν ἐλεημοσύνην ποιῇ μετὰ ἀπονοίας, βδελυκτὰ πάντα, ταύτης μὴ παρούσης· ὥσπερ οὖν ποθεινὰ καὶ ἐπέραστα, παρούσης, καὶ μετὰ ἀσφαλείας πάντα γίνεται. Μετριάζωμεν τοίνυν, ἀγαπητοὶ, μετριάζωμεν. Καὶ γὰρ σφόδρα ῥᾴδιον τὸ κατόρθωμα, ἐὰν νήφωμεν. Τί γὰρ ὅλως ἐστὶ τὸ πρὸς ἀπόνοιάν σε ἐπαῖρον, ἄνθρωπε; Οὐχ ὁρᾷς τὸ τῆς φύσεως εὐτελές; τῆς προαιρέσεως τὸ εὐόλισθον; Ἐννόησον σαυτοῦ τὴν τελευτήν· ἐννόησον τῶν ἁμαρτημάτων τὸ πλῆθος. Ἀλλ' ἴσως πολλὰ κατορθῶν μέγα φρονεῖς; Αὐτῷ μὲν οὖν τούτῳ πάντα ἀπολεῖς. Διόπερ οὐχ οὕτω τὸν ἁμαρτάνοντα, ὡς τὸν κατορθοῦντα σπουδάζειν χρὴ μετριάζειν. Τί δήποτε; Ὅτι ὁ μὲν ἔχει τὴν ἀνάγκην τοῦ συνειδότος· ὁ δὲ ἂν μὴ σφόδρα νήφῃ, ταχέως, ὥσπερ ὑπό τινος πνεύματος ἀναῤῥιπισθεὶς, αἴρεταί τε καὶ ἀφανίζεται καθάπερ ὁ Φαρισαῖος. Ἀλλὰ πένησι παρέχεις; Ἀλλ' οὐ τὰ σὰ, ἀλλὰ τὰ τοῦ Δεσπότου, τὰ κοινὰ τῶν ὁμοδούλων. Καὶ διὰ τοῦτο μάλιστα ταπεινοῦσθαι χρὴ, ἐν ταῖς τῶν ὁμογενῶν συμφοραῖς τὰ ἑαυτοῦ προορῶντα, καὶ τὴν οἰκείαν φύσιν ἐν ἐκείνοις μανθάνοντα. Ἴσως καὶ ἡμεῖς τοιούτων ἦμεν προγόνων. Εἰ δὲ μετέστη πρὸς ἡμᾶς ὁ πλοῦτος, ἀλλ' εἰκὸς αὐτὸν καὶ καταλιπεῖν πάλιν ἡμᾶς. Τί δὲ ὅλως καὶ ὁ πλοῦτός ἐστιν; Σκιὰ ἀδρανὴς, καπνὸς διαλυόμενος, ἄνθος χόρτου, μᾶλλον δὲ καὶ ἄνθους εὐτελέστερος. Τί οὖν ἐπὶ χόρτῳ μέγα φρονεῖς; Οὐχὶ καὶ λῃσταῖς παραγίνεται πλοῦτος, καὶ μαλακοῖς, καὶ πόρναις, καὶ τυμβωρύχοις; Τοῦτο οὖν σε ἐπαίρει, ὅτι τοιούτους ἔχεις κοινωνοὺς τοῦ κτήματος; Ἀλλὰ τιμῆς ἐρᾷς; Ἀλλ' οὐδὲν εἰς τιμῆς λόγον ἐλεημοσύνης ἐπιτηδειότερον. Ἐκεῖναι μὲν γὰρ κατηναγκασμέναι εἰσὶν καὶ μετὰ μίσους, αἱ τιμαὶ αἱ τοῦ πλούτου καὶ τῆς δυναστείας, αὗται δὲ ἐκ προαιρέσεως καὶ ἀπὸ συνειδότος τῶν τιμώντων. Διόπερ οὐδὲ ἐκβάλλειν αὐτὰς δύνανταί ποτε οἱ τιμῶντες. Εἰ δὲ ἄνθρωποι τοσαύτην τῆς ἐλεημοσύνης ἀπονέμουσι τὴν αἰδὼ, καὶ πάντα αὐτοῖς συνεύχονται τὰ ἀγαθὰ, ἐννόησον πηλίκην παρὰ τοῦ φιλανθρώπου Θεοῦ λήψονται τὴν ἀντίδοσιν, οἵαν τὴν ἀμοιβήν. Τοῦτον τοίνυν ζητῶμεν τὸν πλοῦτον, τὸν ἀεὶ μένοντα, καὶ μηδέποτε δραπετεύοντα· ἵνα καὶ ἐνταῦθα μεγάλοι καὶ ἐκεῖ γενόμενοι λαμπροὶ, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.