Ancient Greek · ~19 min
Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-38
Not analysed yet
Πολλῆς ἡμῖν δεῖ τῆς σπουδῆς ἐν ἅπασιν, ἀγαπητοί. Καὶ γὰρ λόγον δώσομεν, καὶ εὐθύνας ὑφέξομεν ἀκριβεῖς, καὶ ῥημάτων καὶ πραγμάτων. Οὐ γὰρ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκεν, ἀλλὰ καὶ ἑτέρα τις ἡμᾶς ἐντεῦθεν ἐκδέξεται ζωῆς κατάστασις, καὶ δικαστηρίῳ παραστησόμεθα φοβερῷ. Δεῖ γὰρ ἡμᾶς παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, φησὶ Παῦλος, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Τοῦτο τοίνυν τὸ δικαστήριον ἐννοῶμεν ἀεὶ, καὶ οὕτω διὰ παντὸς τοῦ χρόνου δυνησόμεθα εἶναι ἐν ἀρετῇ. Ὥσπερ γὰρ ὁ τῆς ψυχῆς ἐκβαλὼν τὴν ἡμέραν ἐκείνην, καθάπερ ἵππος τὸν χαλινὸν ἀποῤῥήξας, εἰς κρημνοὺς φέρεται (Βεβηλοῦνται γὰρ, φησὶν, αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· διὸ καὶ τὴν αἰτίαν τιθεὶς, ἐπήγαγεν· Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ)· οὕτως ὁ διαπαντὸς τοῦτον ἔχων τὸν φόβον, σωφρόνως βαδιεῖται. Ἀναμιμνήσκου γὰρ, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμαρτήσεις. Ὁ γὰρ ἀφεὶς ἡμῖν τὰ ἁμαρτήματα νῦν, οὗτος καθεδεῖται δικάζων τότε· ὁ ἀποθανὼν δι' ἡμᾶς, οὗτος φανεῖται πάλιν κρίνων τὴν φύσιν ἅπασαν. Ἐκ δευτέρου γὰρ, φησὶ, χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. Διὸ καὶ ἐνταῦθα ἔλεγεν· Ὁ Πατήρ μου οὐ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Οὐκοῦν καὶ Πατέρα αὐτὸν προσεροῦμεν, φησίν; Ἄπαγε. Διὰ γὰρ τοῦτο εἶπε, Τὸν Υἱὸν, ἵνα μένοντα Υἱὸν τιμῶμεν ὡς τὸν Πατέρα. Ὁ δὲ Πατέρα αὐτὸν λέγων οὐκ ἔτι τὸν Υἱὸν ὡς Πατέρα ἐτίμησεν, ἀλλὰ τὸ πᾶν συνέχεεν. Ἐπεὶ τοίνυν εὐεργετούμενοι οἱ ἄνθρωποι, οὐχ οὕτω προσάγονται ὡς τιμωρούμενοι, διὰ τοῦτο οὕτως εἶπε φοβερῶς, ἵνα κἂν ὁ φόβος εἰς τιμὴν ἑαυτοῦ ἐπισπάσηται. Πᾶσαν δὲ ὅταν εἴπῃ, τοῦτο λέγει, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν κύριός ἐστι, καὶ ἑκάτερα ποιεῖν ὡς ἂν ἐθέλῃ. Τὸ δὲ, Ἔδωκεν, εἴρηται, ἵνα μὴ ἀγέννητον αὐτὸν ὑποπτεύσῃς, μηδὲ δύο Πατέρας εἶναι νομίσῃς. Πάντα γὰρ ὅσα ἐστὶν ὁ Πατὴρ, ταῦτά ἐστι καὶ ὁ Υἱὸς, γεννηθεὶς, καὶ μένων ἐν τῷ εἶναι Υἱός. Καὶ ἵνα μάθῃς ὅτι τὸ, Ἔδωκεν, ἴσον τῷ ἐγέννησεν, ἐστὶν, ἄκουσον ἐξ ἑτέρου τοῦτο αὐτὸ δηλούμενον. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, φησὶν, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τί οὖν; πρότερον αὐτὸν ἐγέννησε, καὶ τότε ἔδωκε τὴν ζωήν; Ὁ γὰρ διδοὺς, ὄντι τινὶ δίδωσιν. Οὐκοῦν ἦν τῆς ζωῆς χωρὶς γεννηθείς; Ἀλλὰ τοῦτο οὐδ' ἂν δαίμονες ὑποπτεύσαιεν· μετὰ γὰρ τῆς ἀσεβείας πολὺ καὶ τὸ ἀνόητον ἔχει. Ὥσπερ οὖν τὸ, Ἔδωκε ζωὴν, ἐγέννησεν αὐτὸν ζωήν ἐστιν· οὕτω καὶ τὸ Ἔδωκε κρίσιν, κριτὴν αὐτόν ἐστιν ἐγέννησεν. Ἵνα γὰρ μὴ, ἀκούων ὅτι αἴτιον ἔχει τὸν Πατέρα, παραλλαγὴν οὐσίας νομίσῃς καὶ τιμῆς ἐλάττωσιν, αὐτὸς ἔρχεταί σε κρίνων, τὴν ἰσότητα καὶ ἐντεῦθεν δεικνύς. Ὁ γὰρ ἔχων ἐξουσίαν κολάζειν καὶ τιμᾷν οὓς βούλεται, τὰ αὐτὰ δύναται τῷ Πατρί. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν, ἀλλ' ὕστερον γεννηθεὶς ἔλαβε τὴν τιμὴν, τί γέγονεν ὥστε αὐτὸν ὕστερον τιμηθῆναι; ἐκ ποίας ἐπὶ τοῦτο ἦλθε προκοπῆς ὥστε τὴν ἀξίαν ταύτην λαβεῖν καὶ χειροτονηθῆναι; Οὐκ αἰσχύνεσθε τὰ ἀνθρώπινα ταῦτα καὶ εὐτελῆ νοήματα τῇ ἀκηράτῳ φύσει καὶ οὐδὲν ἐπείσακτον ἐχούσῃ ἀναισχύντως οὕτως ἐπεισάγοντες; Τίνος οὖν ἕνεκεν οὕτω φθέγγεται, φησίν; Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ τοῖς ὑψηλοῖς προοδοποιῆσαι ῥήμασι. Διὰ τοῦτο ἀναμίγνυσι ταῦτα ἐκείνοις, κἀκεῖνα τούτοις. Καὶ ὅρα πῶς· καλὸν γὰρ ἐξ ἀρχῆς ταῦτα ἰδεῖν. Εἶπεν, Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· δεικνὺς ἐκ τούτου τὸ ἴσον καὶ τὸ ὁμότιμον· Καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι. Τί λοιπὸν ποιεῖ; Τῇ λέξει μὲν καθυφίησι, τὰ νοήματα δὲ τὰ αὐτὰ τίθησιν, οὕτω λέγων· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν. Εἶτα πάλιν ἐπὶ τὰ ὑψηλὰ ἀνάγει τὸν λόγον· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, λέγων. Εἶτα πάλιν ἐπὶ τὸ ταπεινότερον· Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸ ταπεινὸν ὁμοῦ καὶ ὑψηλόν· Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν ἔδωκε τῷ Υἱῷ. Εἶτα ἐπὶ τὸ ὑψηλότερον· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Εἶδες πῶς τὸν λόγον ποικίλλει, δι' ὑψηλῶν τε καὶ ταπεινῶν αὐτὸν ὑφαίνων ὀνομάτων τε καὶ ῥημάτων, ὥστε καὶ τοῖς τότε γενέσθαι εὐπαράδεκτον, καὶ τοὺς μετὰ ταῦτα μηδὲν βλαβῆναι, ἀπὸ τῶν ὑψηλῶν καὶ περὶ τῶν ἑτέρων τὴν προσήκουσαν λαβόντας ἔννοιαν; Εἰ γὰρ μὴ τοῦτό ἐστι, μηδὲ συγκαταβάσεως ἕνεκεν εἴρηται τὰ εἰρημένα, τίνος ἕνεκεν τὰ ὑψηλὰ προσέκειτο; Ὁ μὲν γὰρ ὀφείλων μεγάλα περὶ ἑαυτοῦ φθέγγεσθαι, ὅταν μικρόν τι εἴπῃ καὶ ταπεινὸν, πρόφασιν εὐπρόσωπον ἔχει, οἰκονομίας τινὸς ἕνεκεν τοῦτο ποιῶν· ὁ δὲ εὐτελῆ λέγειν ὀφείλων περὶ ἑαυτοῦ, ἂν μέγα τι εἴπῃ, τίνος ἕνεκεν τὰ ὑπερβαίνοντα αὐτοῦ τὴν φύσιν φθέγγεται; Τοῦτο γὰρ οὐκ ἔτι οἰκονομίας τινὸς, ἀλλ' ἐσχάτης ἀσεβείας ἐστίν.