Ancient Greek · ~14 min
Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ· «Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 5.1-4
Not analysed yet
Ἀλλ' οὐδενὶ τούτων προσέχουσιν οἱ τῆς ἑαυτῶν ἀμελοῦντες σωτηρίας· τοσοῦτον κακὸν τὸ προεδρίας ἐρᾷν. Τοῦτο τὰς αἱρέσεις ἔτεκε, τοῦτο τὴν τῶν Ἑλλήνων ἐβεβαίωσεν ἀσέβειαν. Ὁ μὲν γὰρ Θεὸς τὰ ἀόρατα αὐτοῦ ἠβούλετο διὰ τῆς κτίσεως τοῦ κόσμου νοηθῆναι τούτου· ἐκεῖνοι δὲ ταῦτα ἀφέντες, καὶ ἀπαξιώσαντες διὰ ταύτης ἐλθεῖν τῆς διδασκαλίας, ἑτέραν ἔτεμον ἑαυτοῖς ὁδόν· διὸ καὶ τῆς οὔσης ἐξέπεσον. Διὰ τοῦτο καὶ Ἰουδαῖοι οὐκ ἐπίστευσαν, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ Θεοῦ δόξαν οὐ ζητοῦντες. Ἀλλ' ἡμεῖς, ἀγαπητοὶ, τοῦτο φεύγωμεν τὸ νόσημα μεθ' ὑπερβολῆς καὶ σπουδῆς ἁπάσης. Κἂν γὰρ μυρία κατορθώματα ἔχωμεν, πάντα ἱκανὴ διαλῦσαι τῆς κενοδοξίας ἡ λύμη. Εἰ τοίνυν ἐπαίνων ἐρῶμεν, τοὺς παρὰ τῷ Θεῷ ζητῶμεν ἐπαίνους. Ὁ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων ἔπαινος, οἷος ἂν ᾖ, ὁμοῦ τε ἐφάνη καὶ ἀπώλετο· κἂν μὴ ἀπόληται, τὸ κέρδος οὐδὲν ἡμῖν ἤνεγκε, καὶ ἀπὸ κρίσεως δὲ γίνεται διεφθαρμένης πολλάκις. Τί γὰρ θαυμαστὸν ἡ παρὰ ἀνθρώπων ἔχει δόξα, ἧς καὶ ὀρχούμενοι ἀπολαύουσι νέοι, καὶ διεφθαρμέναι γυναῖκες, καὶ πλεονέκται καὶ ἅρπαγες; Ὁ δὲ παρὰ τοῦ Θεοῦ θαυμαζόμενος οὐ μετὰ τούτων, ἀλλὰ μετὰ τῶν ἁγίων ἐκείνων θαυμάζεται, τῶν προφητῶν λέγω, τῶν ἀποστόλων, τῶν ἀγγελικὸν ἐπιδειξαμένων βίον. Εἰ δὲ τὸ περιάγειν ὄχλους, καὶ τὸ ἀποβλέπεσθαι ποθοῦμεν, ἐξετάσωμεν αὐτὸ καθ' ἑαυτὸ, καὶ οὐδενὸς ἄξιον εὑρήσομεν ὄν. Ὅλως δὲ, εἰ καὶ ὄχλων ἐρᾷς, ἐφέλκου τὸν δῆμον τῶν ἀγγέλων, καὶ γίνου φοβερὸς δαίμοσι, καὶ τῶν ἀνθρωπίνων οὐδένα ποιήσῃ λόγον· ἀλλὰ πάντα οὕτω καταπατήσεις τὰ λαμπρὰ, ὡς βόρβορον καὶ πηλόν· καὶ ὄψει τότε σαφῶς, ὅτι οὐδὲν οὕτω παρασκευάζει ψυχὴν ἀσχημονεῖν, ὡς τὸ δόξης ἐρᾷν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ταύτης ἐρῶντα μὴ ζῆσαι βίον ἐσταυρωμένον· ὥσπερ οὖν οὐκ ἔστι πατήσαντα ταύτην, μὴ τὰ πλείονα τῶν παθῶν καταπατῆσαι. Ὁ γὰρ ταύτης περιγενόμενος, καὶ φθόνου καὶ φιλοχρηματίας, καὶ πάντων περιέσται τῶν χαλεπῶν νοσημάτων. Καὶ πῶς αὐτῆς περιεσόμεθα, φησίν; Ἂν πρὸς τὴν ἄλλην ἴδωμεν δόξαν τὴν ἐκ τῶν οὐρανῶν, ἧς ἐκβάλλειν ἡμᾶς αὕτη βιάζεται. Ἐκείνη γὰρ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ μεθ' ἡμῶν πρὸς τὴν μέλλουσαν συναποδημεῖ ζωὴν, καὶ πάσης ἡμᾶς ἐλευθεροῖ δουλείας σαρκικῆς, ᾗ μετὰ πολλῆς ἀθλιότητος δουλεύομεν νῦν, ὅλους ἑαυτοὺς τῇ γῇ καὶ τοῖς ταύτης ἐκδόντες πράγμασι. Κἂν εἰς ἀγορὰν ἐμβάλῃς, κἂν εἰς οἰκίαν εἰσέλθῃς, κἂν εἰς τὰς ὁδοὺς, κἂν εἰς τοὺς σταθμοὺς, κἂν εἰς τὰ καταγώγια, κἂν εἰς τὰ πανδοχεῖα, κἂν εἰς πλοῖον, κἂν εἰς νῆσον, κἂν εἰς τὰ βασίλεια, κἂν εἰς τὰ δικαστήρια, κἂν εἰς βουλευτήρια, πανταχοῦ τῶν παρόντων καὶ τῶν βιωτικῶν πραγμάτων ὄψει τὴν φροντίδα, καὶ ἕκαστον ὑπὲρ τούτων κοπτόμενον, τούς τε ἀπόντας τούς τε ἐπιόντας, τοὺς ἀποδημοῦντας τούς τε μένοντας, τοὺς πλέοντας, τοὺς γεωργοῦντας, τοὺς ἐν τοῖς ἀγροῖς, τοὺς ἐν ταῖς πόλεσι, πάντας ἁπλῶς. Τίς οὖν ἡμῖν ἐλπὶς σωτηρίας ἔσται, ὅταν τὴν γῆν οἰκοῦντες τοῦ Θεοῦ, μὴ τὰ τοῦ Θεοῦ φρονῶμεν, ἀλλὰ κελευσθέντες εἶναι ξένοι τῶν ἐνταῦθα, ξένοι τῶν οὐρανῶν ὦμεν, καὶ τῶν ἐνταῦθα πολῖται; Τί ταύτης τῆς ἀναισθησίας χεῖρον γένοιτ' ἂν, ὅταν καθ' ἑκάστην ἡμέραν τὰ τῆς κρίσεως, τὰ τῆς βασιλείας ἀκούοντες, τοὺς ἐπὶ τοῦ Νῶε μιμώμεθα καὶ τοὺς ἐν Σοδόμοις, τῇ πείρᾳ τῶν πραγμάτων μένοντες πάντα μαθεῖν; Καίτοι γε διὰ τοῦτο πάντα ἐκεῖνα γέγραπται, ἵνα εἴ τις τοῖς μέλλουσιν ἀπιστεῖ, ἀπὸ τῶν ἤδη γεγενημένων σαφῆ λάβῃ καὶ περὶ τῶν μελλόντων τὴν ἀπόδειξιν. Ταῦτα οὖν ἐννοοῦντες, καὶ τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, μικρὸν γοῦν ἀναπνεύσωμεν τῆς χαλεπῆς ταύτης δουλείας, καί τινα καὶ τῆς ψυχῆς ποιησώμεθα λόγον, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.