Ancient Greek · ~20 min
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-4
Not analysed yet
Τοῖς ἄρτι τῶν παίδων εἰσαγομένοις πρὸς τὰ μαθήματα οὔτε πολλὰ ἐφεξῆς ἐπιτιθέασιν οἱ διδάσκαλοι τὰ φορτία, οὔτε εἰσάπαξ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ βραχέα, καὶ τὰ αὐτὰ πολλάκις ἐνηχοῦσιν αὐτοῖς, ὥστε αὐτῶν ῥᾳδίως ἐντεθῆναι τῇ διανοίᾳ τὰ λεγόμενα, ἀλλὰ μὴ ἐκ προοιμίων δυσχεράναντας αὐτοὺς πρὸς τὸ πλῆθος καὶ τὸ τῆς μνήμης δυσκάθεκτον, ὀκνηροτέρους γενέσθαι περὶ τὴν συλλογὴν τῶν δοθέντων, νάρκης τινὸς αὐτοῖς ἀπὸ τῆς δυσκολίας ἐγγινομένης. Τοῦτο δὴ καὶ αὐτὸς κατασκευάσαι βουλόμενος, καὶ τὸν πόνον ὑμῖν ποιῆσαι κοῦφον, κατὰ μικρὸν ἀπολαμβάνων τὰ ἐν τῇ θείᾳ ταύτῃ τραπέζῃ, εἰς τὰς ὑμετέρας οὕτως ἐνίημι ψυχάς. Διὸ καὶ τῶν αὐτῶν ἅψομαι πάλιν ῥημάτων, οὐχ ὥστε τὰ αὐτὰ πάλιν εἰπεῖν, ἀλλ' ὥστε τὰ λείποντα προσθεῖναι μόνον. Φέρε οὖν, τὸν λόγον ἐπὶ τὰ προοίμια πάλιν ἀγάγωμεν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Τίνος ἕνεκεν, τῶν ἄλλων ἁπάντων εὐαγγελιστῶν ἀπὸ τῆς οἰκονομίας ἀρξαμένων (καὶ γὰρ ὁ Ματθαῖός φησι, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ· καὶ ὁ Λουκᾶς τὰ κατὰ τὴν Μαρίαν ἡμῖν ἐν ἀρχῇ διηγεῖται· καὶ ὁ Μάρκος δὲ ὁμοίως τοῖς αὐτοῖς ἐνδιατρίβει λόγοις, τὴν κατὰ τὸν Βαπτιστὴν ἱστορίαν ἐντεῦθεν ὑφαίνων), ὁ Ἰωάννης τοῦτο μὲν ἐν βραχεῖ καὶ μετὰ ταῦτα ᾐνίξατο εἰπὼν, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο· τὰ δὲ ἄλλα πάντα παραδραμὼν, τὴν σύλληψιν, τὸν τόκον, τὴν ἀνατροφὴν, τὴν αὔξησιν, εὐθέως περὶ τῆς ἀϊδίου γεννήσεως ἡμῖν διηγεῖται; Τί ποτ' οὖν ἐστι τὸ αἴτιον τούτων, ἤδη πρὸς ὑμᾶς ἐρῶ. Τῶν λοιπῶν εὐαγγελιστῶν τὸ πλέον ἐν τοῖς κατὰ σάρκα διατριψάντων λόγοις, δέος ἦν τοῦ μή τινας διὰ τοῦτο χαμαιπετεῖς ὄντας τούτοις ἐναπομεῖναι μόνοις τοῖς δόγμασιν· ὃ καὶ Παῦλος ἔπαθεν ὁ Σαμοσατεύς. Ἐκ ταύτης τοίνυν ἀνάγων τῆς χαμαιζηλίας τοὺς μέλλοντας ἐμπεσεῖσθαι, καὶ εἰς τὸν οὐρανὸν ἀνέλκων, εἰκότως ἄνωθεν καὶ ἐκ τῆς ὑπάρξεως τῆς ἀϊδίου ποιεῖται τῆς διηγήσεως τὴν ἀρχήν. Τοῦ μὲν γὰρ Ματθαίου ἀπὸ Ἡρώδου τοῦ βασιλέως, τοῦ Λουκᾶ δὲ ἀπὸ Τιβερίου τοῦ Καίσαρος, τοῦ δὲ Μάρκου ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου πρὸς τὴν διήγησιν εἰσβαλόντων, πάντα ταῦτα ἀφεὶς οὗτος, ἀνωτέρω παντὸς ἄνεισι χρόνου τε καὶ αἰῶνος, ἐκεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν ἀκοντίζων πρὸς τὸ, Ἐν ἀρχῇ ἦν, καὶ οὐκ ἀφιεὶς στῆναί που, οὐδὲ ὅρον τιθεὶς, καθάπερ ἐκεῖνοι, τὸν Ἡρώδην καὶ τὸν Τιβέριον καὶ τὸν Ἰωάννην. Ὃ δὲ ἄξιον μετὰ τούτων θαυμάσαι, ἐκεῖνο μάλιστα εἰπεῖν ἔστιν, ὅτι οὔτε οὗτος πρὸς τὸν ὑψηλότερον ἑαυτὸν λόγον ἀφιεὶς τῆς οἰκονομίας ἠμέλησεν· οὔτε ἐκεῖνοι τὴν περὶ ταύτης ἐσπουδακότες διήγησιν, τὴν προαιώνιον ἐσίγησαν ὕπαρξιν· καὶ μάλα εἰκότως. Ἓν γὰρ ἦν τὸ Πνεῦμα τὸ κινοῦν τὰς ἁπάντων ψυχάς· διὸ καὶ πολλὴν περὶ τὴν ἀπαγγελίαν ἐπεδείξαντο τὴν ὁμόνοιαν. Σὺ δὲ, ἀγαπητὲ, Λόγον ἀκούσας, μηδέποτε ἀνάσχῃ τῶν λεγόντων ἔργον αὐτὸν εἶναι, ἀλλὰ μηδὲ τῶν ἁπλῶς λόγον αὐτὸν εἶναι νομιζόντων. Πολλοὶ μὲν γὰρ οἱ τοῦ Θεοῦ λόγοι, οὓς καὶ ἄγγελοι ποιοῦσιν, ἀλλ' οὐδεὶς ἐκείνων τῶν λόγων Θεὸς, ἀλλ' ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προστάγματα (οὕτω γὰρ ἔθος τῇ Γραφῇ καλεῖν τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὰ ἐπιτάγματα, καὶ τὰς προφητείας· διὸ καὶ ἐπάγει λέγων περὶ τῶν ἀγγέλων, Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ)· οὗτος δὲ ὁ Λόγος οὐσία τίς ἐστιν ἐνυπόστατος, ἐξ αὐτοῦ προελθοῦσα ἀπαθῶς τοῦ Πατρός. Τοῦτο γὰρ, ὡς ἔφθην εἰπὼν, διὰ τῆς τοῦ Λόγου προσηγορίας ἐδήλωσεν. Ὥσπερ οὖν τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, τὸ ἀΐδιον δηλοῖ· οὕτω τὸ, Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, τὸ συναΐδιον ἡμῖν ἐνέφηνεν. Ἵνα γὰρ μὴ, ἀκούσας ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἀΐδιον μὲν νομίσῃς, πρεσβυτέραν δὲ διαστήματί τινι τοῦ Πατρὸς τὴν ζωὴν ὑποπτεύσῃς καὶ αἰῶνι πλείονι, καὶ τῷ Μονογενεῖ δῷς ἀρχὴν, ἐπήγαγε τὸ, ὅτι Ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ἦν, οὕτως ἀΐδιος, ὡς αὐτὸς ὁ Πατήρ· οὐ γὰρ ἦν ἔρημος οὐδέποτε τοῦ Λόγου, ἀλλ' ἀεὶ Θεὸς πρὸς Θεὸν ἦν, ἐν ὑποστάσει μέντοι ἰδίᾳ. Πῶς οὖν, φησὶν, εἶπεν, ὅτι· Ἐν τῷ κόσμῳ ἦν, εἴ γε πρὸς τὸν Θεὸν ἦν; Ὅτι καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ ἐν τῷ κόσμῳ ἦν. Οὐδαμοῦ γὰρ περατοῦται, οὔτε ὁ Πατὴρ, οὔτε ὁ Υἱός. Εἰ γὰρ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· οὐδὲ τῆς οὐσίας εὔδηλον ὅτι ἀρχή τις χρονική. Ἤκουσας, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν; Τί νοεῖς ἀπὸ τῆς ἀρχῆς ταύτης; Εὔδηλον ὅτι τὸ πρὸ πάντων γενέσθαι αὐτὰ τῶν ὁρατῶν. Οὕτω καὶ περὶ τοῦ Μονογενοῦς ἀκούων, ὅτι Ἐν ἀρχῇ ἦν, πρὸ πάντων αὐτὸν νόει τῶν νοητῶν καὶ πρὸ τῶν αἰώνων. Εἰ δὲ λέγοι τις· Καὶ πῶς ἐστιν, Υἱὸν ὄντα μὴ νεώτερον εἶναι τοῦ Πατρός; τὸ γὰρ ἔκ τινος ὂν, ἀνάγκη πᾶσα ὕστερον εἶναι τοῦ ἐξ οὗ ἐστιν, ἐροῦμεν, ὅτι μάλιστα μὲν ταῦτα λογισμῶν ἀνθρωπίνων ἐστί· καὶ ὁ τοῦτο ζητῶν, καὶ ἕτερα τούτων ἀτοπώτερα ζητήσει· καὶ οὐδὲ τῇ ἀκοῇ τὰ τοιαῦτα παραδέχεσθαι ἔδει. Περὶ Θεοῦ γὰρ νῦν ἡμῖν ὁ λόγος ἐστὶν, οὐ περὶ τῆς τῶν ἀνθρώπων φύσεως, ὑποκειμένης τῇ τῶν λογισμῶν τούτων ἀκολουθίᾳ τε καὶ ἀνάγκῃ. Πλὴν ἀλλ' ὑπὲρ πληροφορίας τῶν ἀσθενεστέρων, καὶ πρὸς ταῦτα ἐροῦμεν.