Ancient Greek
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-4
Not analysed yet
Εἰπὲ γάρ μοι, Τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδᾷ τῆς τοῦ ἡλίου φύσεως, ἢ ἄλλοθέν ποθεν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ καὶ τὰς αἰσθήσεις πεπηρωμένον, ὅτι ἐξ αὐτῆς. Ἀλλ' ὅμως καὶ ἐξ αὐτοῦ ὂν τοῦ ἡλίου τὸ ἀπαύγασμα, οὐκ ἄν ποτε ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς φύσεως, ἐπειδὴ μηδὲ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ. Εἰ δὲ ἐπὶ τῶν σωμάτων τούτων τῶν ὁρατῶν καὶ αἰσθητῶν, καὶ ἐκ τινὸς ὂν, καὶ οὐχ ὕστερον ἐξ οὗ ἐστιν ἐφάνη τι ὂν, τί ἀπιστεῖς ἐπὶ τῆς ἀοράτου καὶ ἀῤῥήτου φύσεως; Τὸ αὐτὸ δὴ τοῦτό ἐστιν οὕτως, ὡς ἐκείνῃ τῇ οὐσίᾳ πρέπον ἦν. Διὰ γάρ τοι τοῦτο καὶ ὁ Παῦλος αὐτὸν οὕτως ἐκάλεσε, καὶ τὸ ἐξ αὐτοῦ καὶ τὸ συναΐδιον παριστῶν. Τί δέ; εἰπέ μοι, οὐχ οἱ αἰῶνες δι' αὐτοῦ γεγόνασιν ἅπαντες καὶ διάστημα ἅπαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ παραπαίοντα. Οὐκοῦν οὐδὲν μέσον Υἱοῦ καὶ Πατρός. Εἰ δὲ οὐδὲν, οὐχ ὕστερος, ἀλλὰ συναΐδιος. Τὸ γὰρ πρὸ, καὶ τὸ μετὰ, χρόνων εἰσὶν ἔννοιαι δηλωτικαί. Χωρὶς γὰρ αἰῶνος ἢ χρόνου οὐκ ἂν δυνηθείη τις ταῦτα νοῆσαι τὰ ῥήματα. Χρόνων δὲ καὶ αἰώνων ἀνώτερος ὁ Θεός. Εἰ δὲ ὅλως τοῦ Υἱοῦ φῂς ἀρχὴν κατειληφέναι. ὅρα μὴ καὶ τὸν Πατέρα ὑπὸ ἀρχὴν ἀναγκασθῇς ἀγαγεῖν κατὰ τοῦτον τὸν λόγον καὶ τὸν λογισμὸν, πρεσβυτέραν μὲν, ἀρχὴν δὲ ὅμως. Εἰπὲ γάρ μοι, οὐχ ὅρον τινὰ καὶ ἀρχὴν προστιθεὶς τῷ Υἱῷ, καὶ οὕτω προϊὼν ἀπ' αὐτῆς ἐπὶ τὸ ἄνω, τὸν Πατέρα προεῖναι λέγεις; Εὔδηλον ὅτι. Εἰπὲ οὖν μοι, πόσον ὁ Πατὴρ προϋπάρχει; Ἄν τε γὰρ ὀλίγον, ἄν τε πολὺ διάστημα εἴπῃς, ὑπὸ τὴν ἀρχὴν τὸν Πατέρα ἤγαγες. Μετρήσας γὰρ εὔδηλον ὅτι τὸ μέσον, οὕτως ὀλίγον ἐρεῖς ἢ πολύ· μετρῆσαι δὲ οὐκ ἂν γένοιτο, μὴ ἑκατέρωθεν οὔσης ἀρχῆς. Ὥστε καὶ τῷ Πατρὶ δέδωκας ἀρχὴν, τό γε εἰς σὲ ἧκον· καὶ οὐκ ἔσται λοιπὸν οὐδὲ ὁ Πατὴρ ἄναρχος καθ' ὑμᾶς. Ὁρᾷς ὅτι τὸ παρὰ τοῦ Σωτῆρος λεχθὲν ἀληθές ἐστι, καὶ πανταχοῦ τὴν δύναμιν ἐνδείκνυται τὴν αὐτοῦ τὸ ῥῆμα; Ποῖον δὴ τοῦτο; Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα. Καὶ οἶδα μὲν πολλοῖς ἀκατάληπτον ὂν τὸ λεχθέν· διὸ πολλαχοῦ καὶ τὰ ἀπὸ τῶν λογισμῶν ἀναβαλλόμεθα κινεῖν, ὅτι οὔτε παρακολουθεῖν αὐτοῖς ὁ λοιπὸς δύναιτ' ἂν δῆμος· οὔτε, εἰ παρακολουθήσειεν, ἔχει τι βέβαιον καὶ ἀσφαλές. Λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Ἡδέως δ' ἂν κἀκεῖνο ἐροίμην τοὺς ἀντιλέγοντας ἡμῖν, τί ποτέ ἐστι τὸ παρὰ τῷ προφήτῃ λεγόμενον, τὸ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔστιν; Εἰ γὰρ νεώτερος τοῦ Πατρὸς ὁ Υἱὸς, πῶς φησι, Μετ' ἐμὲ οὐκ ἔστιν; Ἆρα οὖν ἀναιρήσετε καὶ αὐτοῦ τοῦ Μονογενοῦς τὴν οὐσίαν; Ἀνάγκη γὰρ ἢ τοῦτο τολμᾷν, ἢ μίαν παραδέξασθαι τὴν θεότητα ἐν ἰδίᾳ ὑποστάσει Πατρὸς καὶ Υἱοῦ. Ποῦ δὲ ὅλως τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, ἀληθές; Εἰ γάρ ἐστιν αἰὼν αὐτοῦ πρεσβύτερος, πῶς ἂν τὸ πρὸ αὐτοῦ, δι' αὐτοῦ γεγενημένον εἴη; Ὁρᾶτε εἰς ὅσην τόλμαν αὐτοὺς ἅπαξ παρακινηθείσης τῆς ἀληθείας ὁ λόγος ἐξήγαγε; Διατί γὰρ οὐκ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, καθάπερ περὶ πάντων ὁ Παῦλος ἀποφαίνεται, λέγων οὕτως, Ὁ καλέσας τὰ μὴ ὄντα ὡς ὄντα, ἀλλ', Ἐν ἀρχῇ ἦν, φησί; τοῦτο γὰρ ἐναντίον ἐκείνῳ· καὶ μάλα εἰκότως. Θεὸς γὰρ οὔτε γίνεται, οὔτε ἔχει τι πρεσβύτερον· ἀλλὰ ταῦτα Ἑλλήνων ῥήματα. Εἰπὲ δή μοι κἀκεῖνο· τὸν κτίστην τῶν ἔργων οὐχὶ ἀσυγκρίτως ὑπερέχειν εἴποις ἄν; Ὅταν οὖν αὐτοῖς ὅμοιον ᾖ τὸ ἐξ οὐκ ὄντων, ποῦ ἡ ἀσύγκριτος ὑπεροχή; Τί δέ ἐστιν ὅλως τὸ, Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός; Εἰ γὰρ ὁ Υἱὸς μὴ εἴη τῆς αὐτῆς οὐσίας, ἕτερός ἐστι Θεός· καὶ εἰ μὴ συναΐδιος, ἔστι μετ' αὐτόν· καὶ εἰ μὴ ἐκ τῆς οὐσίας προῆλθεν, εὔδηλον ὅτι ἐγένετο. Εἰ δὲ λέγοιεν, πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων ταῦτα εἰρῆσθαι, πῶς οὐ συγχωροῦσι πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων λέγειν τὸν μόνον ἀληθινὸν Θεόν; Εἰ δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων εἴρηται τοῦτο, πῶς ἑρμηνεύσεις τὴν ῥῆσιν ἅπασαν; Μετ' ἐμὲ γὰρ, φησὶν, οὐκ ἔστιν ἄλλος Θεός. Οὐκ ἐκβάλλων τὸν Υἱὸν τοῦτό φησιν, ἀλλ' ὅτι Θεὸς εἰδωλικὸς μετ' ἐμὲ οὐκ ἔστιν· οὐχ ὅτι Υἱὸς οὐκ ἔστι. Ναὶ, φησί. Τί οὖν; καὶ τὸ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, οὕτως ἐκλήψῃ, ὅτι εἰδωλικὸς μὲν οὐκ ἐγένετο, ἐγένετο δ' οὖν ὅμως Υἱὸς ἔμπροσθεν αὐτοῦ; Καὶ ποῖος ἂν τοῦτο δαίμων εἴποι; Οὐδὲ γὰρ αὐτὸν οἶμαι τὸν διάβολον τοῦτο ἐρεῖν. Ἄλλως δὲ, εἰ οὐκ ἔστι συναΐδιος τῷ Πατρὶ, πῶς ἄπειρον αὐτοῦ τὴν ζωὴν ἐρεῖς; Εἰ γὰρ ἀρχὴν ἄνωθεν ἔχει, κἂν ἀτελεύτητος ᾖ, ἄπειρος ὅμως οὐκ ἔστι· τὸ γὰρ ἄπειρον ἑκατέρωθεν ἄπειρον εἶναι χρή. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, τό τε ἄναρχον καὶ ἀτελεύτητον δεικνὺς ταύτῃ. Ὥσπερ γὰρ τοῦτο οὐκ ἔχει πέρας, οὕτως οὐδὲ ἐκεῖνο· οὔτε γὰρ ἐνταῦθα τέλος, οὔτε ἐκεῖ ἀρχή.