Ancient Greek · ~16 min
Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-47
Not analysed yet
Οὐδὲν φθόνου χεῖρον καὶ βασκανίας· οὕτως ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος τὸν ἄνθρωπον τιμώμενον, οὐκ ἐνεγκὼν τὴν εὐημερίαν, πάντα ἔπραττεν ὥστε αὐτὸν ἀνελεῖν. Καὶ πανταχοῦ τῆς ῥίζης ταύτης τοῦτον ἴδοι τις ἂν τὸν καρπὸν γινόμενον. Οὕτω καὶ Ἄβελ ἐσφάγη, οὕτω καὶ ὁ Δαυῒδ ἔμελλεν, οὕτω καὶ ἄλλοι πολλοὶ τῶν δικαίων· ἐντεῦθεν καὶ Ἰουδαῖοι χριστοκτόνοι γεγόνασι. Καὶ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγε· Μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ εἶχεν ἐξουσίαν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Τί λέγεις, ὦ μακάριε Ἰωάννη; Οὐκ εἶχεν ἐξουσίαν ὁ δυνηθεὶς πάντα ὅσα ἠθέλησεν; ὁ εἰπὼν, Τίνα ζητεῖτε, καὶ ῥίψας αὐτοὺς εἰς τὰ ὀπίσω; ὁ παρὼν καὶ μὴ ὁρώμενος, οὗτος οὐκ εἶχεν ἐξουσίαν; Πῶς δὲ καὶ ὕστερον εἰς μέσον αὐτῶν παρελθὼν, ἐν μέσῳ τῷ ἱερῷ, ἐν μέσῃ τῇ ἑορτῇ, συνόδου οὔσης, καὶ τῶν φονώντων παρόντων, διελέγετο ταῦτα, ἃ μᾶλλον αὐτοὺς παρώξυνε; Τοῦτο γοῦν καὶ ἐθαύμαζον λέγοντες, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; Καὶ ἴδε παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. Τίνα δή ἐστι ταῦτα τὰ αἰνίγματα; Ἄπαγε· οὐχ ἵνα αἰνίγματα λέγειν νομισθῇ, οὕτως εἶπεν, ἀλλ' ἵνα δηλώσῃ ὅτι καὶ τὰ τῆς θεότητος ἐπεδείκνυτο, καὶ τὰ τῆς ἀνθρωπότητος. Ὅταν μὲν γὰρ λέγῃ, ὅτι Ἐξουσίαν οὐκ εἶχεν, ὡς περὶ ἀνθρώπου διαλέγεται, πολλὰ καὶ ἀνθρωπίνως ποιοῦντος· ὅταν δὲ λέγῃ, ὅτι ἐν μέσοις αὐτοῖς εἰστήκει, καὶ οὐ κατεῖχον αὐτὸν, τῆς θεότητος τὴν δύναμιν ἐνδείκνυται δηλονότι. Καὶ γὰρ ἔφευγεν ὡς ἄνθρωπος, καὶ ἐφαίνετο ὡς Θεός· ἀμφότερα ἀληθεύων. Τό τε γὰρ ἐν μέσοις ὄντα τοῖς ἐπιβουλεύουσι μὴ κατέχεσθαι, τὸ ἀκαταγώνιστον αὐτοῦ καὶ ἄμαχον ἐδήλου· τό τε ὑποστέλλεσθαι, τὴν οἰκονομίαν ἐβεβαίου καὶ ἐπιστοῦτο, ἵνα μήτε Παῦλος ὁ Σαμοσατεὺς ἔχῃ τι λέγειν, μήτε Μαρκίων, καὶ οἱ τὰ ἐκείνων νοσοῦντες. Διὰ τούτου τοίνυν πάντων ἐμφράττει τὰ στόματα. Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία. Τὸ, Μετὰ ταῦτα, οὐδὲν ἄλλο δηλοῖ, ἢ ὅτι πολὺν μεταξὺ χρόνον ἐπιτεμὼν ὑπερεπήδησε. Καὶ τοῦτο δῆλον ἐκεῖθεν· ὅτε γὰρ εἰς τὸ ὄρος ἐκάθητο, φησὶν, ἦν ἡ ἑορτὴ τοῦ Πάσχα· ἐνταῦθα δὲ τῆς Σκηνοπηγίας μέμνηται, καὶ ἐν τοῖς πέντε μησὶν οὐδὲν ἕτερον ἡμῖν διηγήσατο, οὔτε ἐδίδαξεν ἡμᾶς ἄλλο τι, ἢ τὸ κατὰ τοὺς ἄρτους σημεῖον, καὶ τὴν πρὸς τοὺς φαγόντας γενομένην δημηγορίαν· καίτοι αὐτὸς οὐ διελίμπανε σημεῖα ποιῶν καὶ διαλεγόμενος, οὐκ ἐν ἡμέρᾳ, οὐκ ἐν ἑσπέρᾳ, πολλάκις δὲ καὶ νυκτός. Τοῖς γοῦν μαθηταῖς οὕτως ἐπέστη, ὡς πάντες φασὶν οἱ εὐαγγελισταί. Τί δή ποτε οὖν παρέλιπον ἐκεῖνο; Ὅτι οὐκ ἐνῆν ἅπαντα καταλέγειν. Ἄλλως δὲ, καὶ ταῦτα λέγειν ἐσπουδάκασιν, ὑπὲρ ὧν ἢ μέμψις ἢ ἀντιλογία τις παρὰ τῶν Ἰουδαίων ἔμελλε παρακολουθεῖν. Ἐκείνοις μὲν γὰρ πολλὰ ὅμοια ἦν. Καὶ γὰρ ὅτι νοσοῦντας ἐθεράπευσε, καὶ νεκροὺς ἤγειρε, καὶ ὅτι ἐθαυμάσθη, πολλάκις ἀνέγραψαν· ἔνθα δὲ ξένον ἔχουσι λέγειν τι, ἢ μέμψιν τινὰ δοκοῦσαν κατ' αὐτοῦ φύεσθαι διηγεῖσθαι, ταῦτα τιθέασιν· οἷον δὴ καὶ τὸ νῦν ἐστιν, ὅτι οἱ ἀδελφοὶ αὐτοῦ ἠπίστουν αὐτῷ· καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἔχει διαβολὴν τὸ πρᾶγμα. Καὶ ἄξιον θαυμάσαι τὸ φιλάληθες αὐτῶν ἦθος, πῶς οὐκ αἰσχύνονται λέγοντες ταῦτα, ἃ δοκεῖ τῷ διδασκάλῳ φέρειν αἰσχύνην, ἀλλὰ καὶ ταῦτα μάλιστα τῶν ἄλλων ἐσπουδάκασιν ἀπαγγέλλειν. Καὶ νῦν γοῦν πολλὰ παραδραμὼν καὶ σημεῖα καὶ θαύματα καὶ δημηγορίας, ἐπὶ τοῦτο εὐθέως ἐπεπήδησεν. Εἶπον γὰρ, φησὶ, πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς. Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. Φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Καὶ ποία, φησὶν, ἀπιστία ἐνταῦθα; Παρακαλοῦσι γὰρ αὐτὸν θαυματουργῆσαι. Πολλὴ σφόδρα. Ἀπιστίας γὰρ καὶ τὰ ῥήματα καὶ ἡ θρασύτης, καὶ ἡ ἄκαιρος παῤῥησία. ᾬοντο γὰρ ἀπὸ τῆς συγγενείας ἐξεῖναι αὐτοῖς μετὰ παῤῥησίας διαλέγεσθαι. Καὶ δοκεῖ μὲν ἡ ἀξίωσις δῆθεν φίλων εἶναι· πολλῆς δὲ πικρίας ἦν τὰ λεγόμενα· ἐνταῦθα γὰρ αὐτῷ καὶ δειλίαν καὶ φιλοδοξίαν ὀνειδίζουσι. Τὸ μὲν οὖν εἰπεῖν, Οὐδείς τι ἐν κρυπτῷ ποιεῖ, δειλίαν ἐγκαλούντων ἐστὶν, ἅμα καὶ ὑποπτευόντων τὰ γινόμενα ὑπ' αὐτοῦ· τὸ δὲ ἐπαγαγεῖν, ὅτι Ζητεῖ ἐν παῤῥησίᾳ εἶναι, φιλοδοξίας.