Ancient Greek · ~14 min
Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν αἰώνιον ἐν ἑαυτοῖς. Ὁ δὲ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν ἐν ἑαυτῷ.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 5.1-5
Not analysed yet
Ταῦτα οὖν ἀκούοντες, παιδευώμεθα νήφειν ἀεὶ καὶ ἐγρηγορέναι. Εἰ γὰρ ὁ εἰς τὸν ἅγιον ἐκεῖνον χορὸν τελῶν, ὁ τοσαύτης ἀπολελαυκὼς δωρεᾶς, ὁ σημεῖα πεποιηκώς (καὶ γὰρ καὶ αὐτὸς μετὰ τῶν ἄλλων ἦν τῶν πεμφθέντων νεκροὺς ἐγεῖραι καὶ λεπροὺς καθαρίσαι), ἐπειδὴ ἑάλω νοσήματι δεινῷ τῷ τῆς φιλαργυρίας κακῷ, καὶ τὸν Δεσπότην τὸν ἑαυτοῦ προὔδωκεν, οὐδὲν αὐτὸν ὠφέλησαν, οὔτε αἱ εὐεργεσίαι, οὐχ αἱ δωρεαὶ, οὐ τὸ μετ' αὐτοῦ εἶναι, οὐ θεραπεία, οὐ τὸ τοὺς πόδας νίψαι, οὐ τὸ τῆς τραπέζης κοινωνῆσαι, οὐ τὸ γλωσσόκομον κατέχειν, ἀλλὰ καὶ ἐφόδια αὐτῷ ταῦτα κολάσεως γέγονε· φοβηθῶμεν καὶ ἡμεῖς, μή ποτε τὸν Ἰούδαν μιμησώμεθα διὰ τῆς φιλαργυρίας. Οὐ προδίδως τὸν Χριστόν; Ἀλλ' ὅταν περιίδῃς πένητα λιμῷ τηκόμενον, ἢ ὑπὸ ψύχους διαφθειρόμενον, τὴν αὐτὴν καὶ αὐτὸς ἐφέλκῃ καταδίκην. Καὶ ὅταν ἀναξίως μετέχωμεν τῶν μυστηρίων, ὁμοίως ἀπολλύμεθα τοῖς χριστοκτόνοις. Ὅταν ἁρπάζωμεν, ὅταν ἄγχωμεν τοὺς καταδεεστέρους, μεγίστην ἐπισπασόμεθα τὴν τιμωρίαν· καὶ μάλα εἰκότως. Μέχρι γὰρ τίνος ὁ ἔρως ἡμᾶς οὕτω κατέχει τῶν παρόντων πραγμάτων τῶν περιττῶν καὶ ἀνονήτων; Ὁ γὰρ πλοῦτος ἐν τοῖς περιττοῖς, ἐν οἷς οὐδὲν ὄφελος γίνεται. Μέχρι τίνος προσηλώμεθα τοῖς ματαίοις; μέχρι τίνος οὐ διαποβλέπομεν ἐν τοῖς οὐρανοῖς, οὐ νήφομεν, οὐ λαμβάνομεν κόρον τῶν γηΐνων τούτων καὶ παραῤῥεόντων; οὐ παιδευόμεθα διὰ τῆς πείρας αὐτῶν τὴν εὐτέλειαν; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν πλουτήσαντας. Οὐχὶ ὄναρ πάντα ἐκεῖνα; οὐχὶ σκιὰ καὶ ἄνθος, οὐ ῥεῦμα παραῤῥέον; οὐχὶ διήγημα καὶ μῦθος; Ὁ δεῖνα πεπλούτηκε· καὶ ποῦ νῦν ὁ πλοῦτος; Ἀπώλετο καὶ διέφθαρται· ἀλλὰ τὰ δι' αὐτὸν ἁμαρτήματα διαμένει, καὶ ἡ διὰ τὰ ἁμαρτήματα κόλασις. Μᾶλλον δὲ, εἰ μὴ κόλασις ἦν, μηδὲ βασιλεία προὔκειτο, τὸ ὁμόφυλον καὶ τὸ ὁμογενὲς αἰδεσθῆναι ἐχρῆν, τὸ ὁμοιοπαθὲς δυσωπηθῆναι. Νῦν δὲ κύνας μὲν τρέφομεν· πολλοὶ δὲ καὶ ὀνάγρους καὶ ἄρκτους, καὶ διάφορα θηρία· ἄνθρωπον δὲ περιορῶμεν λιμῷ τηκόμενον, καὶ τιμιώτερον ἡμῖν τὸ ἀλλότριον τοῦ συγγενοῦς, καὶ ἀτιμότερον ἡμῖν τὸ οἰκεῖον τοῦ μὴ ὄντος οὐδὲ προσήκοντος. Ἀλλ' οἰκοδομεῖσθαι λαμπρὰς οἰκίας καὶ πολλοὺς ἔχειν οἰκέτας, καὶ εἰς χρυσοῦν ὄροφον κατακειμένους ὁρᾷν καλόν; Περιττὸν μὲν οὖν καὶ ἀνόνητον. Ἔστιν ἄλλα οἰκοδομήματα, λαμπρότερα πολλῷ καὶ σεμνότερα τούτων· ἐπὶ τοῖς τοιούτοις εὐφραίνειν τοὺς ὀφθαλμοὺς ἀναγκαῖον· ὁ γὰρ κωλύσων οὐδείς. Βούλει κάλλιστον ὄροφον ἰδεῖν; Ἑσπέρας καταλαβούσης, ἴδε κατηστερισμένον τὸν οὐρανόν. Ἀλλ' οὐκ ἔστιν ἔμος ὄροφος, φησί. Καὶ μὴν οὗτος μᾶλλον σὸς, ἢ ἐκεῖνος. Καὶ γὰρ διὰ σὲ γέγονε, καὶ κοινός σοι μετὰ τῶν ἀδελφῶν ἐστιν· οὗτος δὲ οὐ σὸς, ἀλλὰ τῶν μετὰ τὴν τελευτὴν κληρονομούντων. Καὶ ὁ μὲν τὰ μέγιστα ὠφελῆσαι δυνήσεται, διὰ τοῦ κάλλους πρὸς τὸν Δημιουργὸν παραπέμπων· οὗτος δὲ τὰ μέγιστά σε καταβλάψει, κατήγορός σου μέγιστος ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως γινόμενος, ὅταν αὐτὸς μὲν χρυσῷ περιβεβλημένος ᾖ, ὁ δὲ Χριστὸς μηδὲ ἀναγκαῖον ἔχων ἱμάτιον. Μὴ δὴ τοσαύτην ἄνοιαν ὑπομένωμεν· μηδὲ διώκωμεν τὰ φεύγοντα, καὶ φεύγωμεν τὰ μένοντα· μηδὲ προδῶμεν ἡμῶν τὴν σωτηρίαν, ἀλλ' ἀντεχώμεθα τῆς μελλούσης ἐλπίδος· οἱ μὲν γεγηρακότες, ἅτε εἰδότες φανερῶς, ὅτι ὀλίγος ἡμῖν ὑπολείπεται τῆς ζωῆς χρόνος· οἱ δὲ νέοι, ἅτε πεπεισμένοι σαφῶς, ὅτι οὐ πολὺ τὸ λειπόμενον. Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἡ ἡμέρα ἐκείνη ἔρχεται. Ταῦτ' οὖν εἰδότες, καὶ γυναῖκες ἄνδρας παρακαλῶμεν, καὶ ἄνδρες γυναῖκας νουθετῶμεν, καὶ νεωτέρους καὶ παρθένους διδάσκωμεν, καὶ πάντες ἀλλήλους παιδεύωμεν, τῶν μὲν παρόντων ὑπερορᾷν, τῶν δὲ μελλόντων ἐφίεσθαι, ἵνα καὶ τυχεῖν αὐτῶν δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.