Ancient Greek · ~20 min
Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-5
Not analysed yet
Μωϋσῆς μὲν ἀρχόμενος τῆς ἱστορίας καὶ τῆς συγγραφῆς τῆς ἐν τῇ Παλαιᾷ, περὶ τῶν αἰσθητῶν ἡμῖν διαλέγεται, καὶ ταῦτα ἀπαριθμεῖται διὰ πολλῶν· Ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα ἐπάγει ὅτι καὶ φῶς ἐγένετο, καὶ δεύτερος οὐρανὸς, καὶ ἀστέρων φύσις, καὶ παντοδαπὰ γένη ζώων, καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ καθ' ἕκαστον ἐπεξιόντες παρέλκωμεν. Ὁ δὲ εὐαγγελιστὴς οὗτος, ἅπαντα συντεμὼν, ἐν ῥήματι περιλαμβάνει ἐκεῖνά τε καὶ τὰ ἐκείνων ἀνώτερα· εἰκότως, ἅτε καὶ γνώριμα ὄντα τοῖς ἀκούουσι, καὶ ἐπὶ μείζονα ἐπειγόμενος ὑπόθεσιν, καὶ πᾶσαν τὴν πραγματείαν ἐνστησάμενος, οὐ περὶ τῶν ἔργων, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ καὶ πάντα παραγαγόντος εἰπεῖν. Διά τοι τοῦτο ἐκεῖνος μὲν, καίτοι γε τὸ ἔλαττον μέρος τῆς κτίσεως ἀπολαβὼν (οὐδὲν γὰρ ἡμῖν περὶ τῶν ἀοράτων διελέχθη δυνάμεων), τούτοις ἐνδιατρίβει· οὗτος δὲ, ἅτε πρὸς αὐτὸν σπεύδων τὸν Ποιητὴν ἀνελθεῖν, εἰκότως ἅπαντα παρατρέχει, καὶ ταῦτα καὶ τὰ ἐκείνῳ σεσιγημένα, ἑνὶ καὶ βραχεῖ λόγῳ περιλαβὼν, τῷ, Πάντα δι' αὐτοῦ ἐγένετο. Καὶ ἵνα μὴ νομίσῃς πάντα ἐκεῖνα λέγειν μόνον αὐτὸν τὰ καὶ Μωϋσεῖ εἰρημένα, ἐπάγει, ὅτι Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· τουτέστι, τῶν γενητῶν κἂν ὁρατόν τι ᾖ, κἂν νοητὸν, οὐδὲν χωρὶς τῆς τοῦ Υἱοῦ δυνάμεως εἰς τὸ εἶναι παρήχθη. Οὐ γὰρ δὴ τὴν τελείαν στιγμὴν τῷ, Οὐδὲ ἓν, ἐπιθήσομεν κατὰ τοὺς αἱρετικούς. Ἐκεῖνοι γὰρ βουλόμενοι τὸ Πνεῦμα κτιστὸν εἰπεῖν, φασίν· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Ἀλλ' οὕτως ἀπερινόητον γίνεται τὸ λεγόμενον. Πρῶτον μὲν γὰρ οὐδὲ καιρὸς ἦν ἐνταῦθα τοῦ Πνεύματος ἐπιμνησθῆναι· εἰ δὲ καὶ ἐβούλετο, τίνος ἕνεκεν οὕτως ἀσαφῶς αὐτὸ τέθεικε; πόθεν γὰρ δῆλον, ὅτι περὶ τοῦ Πνεύματος τοῦτο εἴρηται; Ἄλλως δὲ εὑρήσομεν κατὰ τὸν λόγον τοῦτον, οὐ τὸ Πνεῦμα, ἀλλ' αὐτὸν τὸν Υἱὸν δι' ἑαυτοῦ γινόμενον. Ἀλλὰ διανάστητε, ὥστε μὴ διαφυγεῖν ὑμᾶς τὸ λεγόμενον· καὶ φέρε κατὰ τὸν ἐκείνων τέως ἀναγνῶμεν τρόπον· οὕτω γὰρ ἡμῖν φανερώτερον τὸ ἄτοπον ἔσται· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Τὸ Πνεῦμά φασιν εἰρῆσθαι τὴν ζωήν. Ἀλλ' ἡ ζωὴ αὕτη καὶ φῶς εὑρίσκεται· ἐπάγει γὰρ, Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Οὐκοῦν κατ' αὐτοὺς τὸ φῶς τῶν ἀνθρώπων ἐνταῦθα τὸ Πνεῦμα λέγει. Τί οὖν; Ὅταν ἐπάγῃ καὶ λέγῃ, ὅτι Ἐγένετο ἄνθρωπος παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἀνάγκη περὶ τοῦ Πνεύματος αὐτοὺς λέγειν καὶ τοῦτο εἰρῆσθαι. Ὃν γὰρ ἄνω Λόγον εἶπε, τοῦτον προϊὼν καὶ Θεὸν, καὶ ζωὴν, καὶ φῶς ὀνομάζει. Ζωὴ γὰρ ἦν, φησὶν, ὁ Λόγος οὗτος, καὶ ἡ ζωὴ αὕτη φῶς ἦν. Εἰ τοίνυν ὁ Λόγος ἡ ζωὴ, ὁ δὲ Λόγος οὗτος καὶ ἡ ζωὴ σὰρξ ἐγένετο, ἡ ζωὴ ἐγένετο σὰρξ, τουτέστιν, ὁ Λόγος· καὶ αὐτῆς ἐθεασάμεθα τὴν δόξαν, ὡς Μονογενοῦς παρὰ Πατρός. Ἂν τοίνυν τὸ Πνεῦμα λέγωσιν ἐνταῦθα τὴν ζωὴν εἰρῆσθαι, ὅρα πόσα ἕψεται τὰ ἄτοπα. Ἔσται γὰρ αὐτὸ σαρκωθὲν, οὐχ ὁ Υἱός· ἔσται μονογενὴς Υἱὸς τὸ Πνεῦμα. Εἰ δὲ μὴ τοῦτο, εἰς ἕτερον πάλιν ἀτοπώτατον τοῦτο φεύγοντες ἐμπεσοῦνται οὕτως ἀναγινώσκοντες. Εἰ γὰρ δὴ ὁμολογήσαιεν, ὅτι περὶ τοῦ Υἱοῦ εἴρηται, καὶ μὴ στίξαιεν μηδὲ ἀναγνοῖεν ὥσπερ ἡμεῖς, αὐτὸν ἀφ' ἑαυτοῦ τὸν Υἱὸν γεγενῆσθαι ἐροῦσιν. Εἰ δὲ ἡ ζωὴ ὁ Λόγος, ὃ δὲ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν· αὐτὸς ἐν αὐτῷ καὶ δι' ἑαυτοῦ γέγονε κατὰ τὴν ἀνάγνωσιν ταύτην. Εἶτά τινα εἰπὼν ἐν τῷ μέσῳ ἐπήγαγε· Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Ἰδοὺ καὶ μονογενὴς Υἱὸς εὑρίσκεται κατὰ τὴν ἀνάγνωσιν τῶν ταῦτα λεγόντων τὸ Πνεῦμα τὸ ἅγιον. Περὶ γὰρ αὐτοῦ πᾶσα αὐτῷ αὕτη ἡ διήγησις εἴρηται. Ὁρᾶτε ὅταν ἐκκυλισθῇ ὁ λόγος τῆς ἀληθείας, ποῦ παρατρέπεται, καὶ πόσα τίκτει τὰ ἄτοπα; Τί οὖν; οὐκ ἔστι τὸ Πνεῦμα φῶς, φησί; Ἔστι μὲν φῶς· ἀλλ' ἐνταῦθα οὐ περὶ τούτου εἴρηται· ἐπεὶ καὶ ὁ Θεὸς λέγεται Πνεῦμα, τουτέστιν, ἀσώματος· ἀλλ' οὐ πάντως, εἴ που Πνεῦμα εἴρηται, ὁ Θεὸς δηλοῦται. Καὶ τί θαυμάζεις, εἰ περὶ τοῦ Πατρὸς τοῦτό φαμεν; Οὐδὲ γὰρ ἐπὶ τοῦ Παρακλήτου τοῦτο εἴποιμεν ἄν· ὅτι εἴ που Πνεῦμα, πάντως ὁ Παράκλητος δηλοῦται· καίτοι γε τοῦτο αὐτοῦ μάλιστα γνωριστικόν ἐστιν ὄνομα· ἀλλ' οὐ πάντως, εἴ που Πνεῦμα, ὁ Παράκλητος. Καὶ γὰρ καὶ ὁ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία λέγεται, ἀλλ' οὐ πάντως, εἴ που Θεοῦ δύναμις καὶ σοφία, ὁ Χριστός. Οὕτω δὴ καὶ ἐνταῦθα, εἰ καὶ φωτίζει τὸ Πνεῦμα, ὅμως νῦν οὐ περὶ αὐτοῦ φησιν ὁ εὐαγγελιστής. Ἀλλ' ὅταν αὐτοὺς τούτων ἀποκλείσωμεν τῶν ἀτόπων, οἱ δὲ πάλιν πανταχοῦ σπουδάζοντες κατὰ τῆς ἀληθείας ἑστάναι, λέγουσιν, ἔτι τῆς αὐτῆς ἀναγνώσεως ἐχόμενοι· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Τουτέστιν, ὃ γέγονε ζωὴ ἦν. Τί οὖν; Καὶ τὰ Σοδομηνῶν πάθη, καὶ ὁ κατακλυσμὸς καὶ ἡ γέεννα, καὶ μυρία ὅσα τοιαῦτα; Ἀλλὰ περὶ δημιουργίας ὁ λόγος ἡμῖν, φησί. Μάλιστα μὲν οὖν κἀκεῖνα δημιουργίας ἐστίν. Ἀλλ' ἵνα ἐκ περιουσίας τὸν λόγον αὐτῶν ἐλέγξωμεν, ἐρώμεθα αὐτούς· Τὸ ξύλον, εἰπέ μοι, ζωή; καὶ ὁ λίθος, ζωὴ, τὰ ἄψυχα ταῦτα καὶ ἀκίνητα; ἀλλ' ὁ ἄνθρωπος ὅλον ζωή; Καὶ τίς ἂν τοῦτο εἴποι; Οὐ γὰρ αὐτοζωὴ ὁ ἄνθρωπος, ἀλλὰ ζωῆς δεκτικός.