Ancient Greek · ~17 min
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 5.1-3
Not analysed yet
Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; Παράστηθι μαχομένοις ἐν ἀγορᾷ ἑτέροις. Ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δυνήσῃ ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι τῷ λογισμῷ· ἀλλ' ὅταν καθαρεύσῃς τοῦ πάθους, τότε ἐν ἄλλοις θεώρει τὰ σὰ, τῆς κρίσεώς σοι μὴ διεφθαρμένης. Θέα δέ μοι τοὺς περιῤῥέοντας ὄχλους, τοὺς θυμουμένους, καθάπερ μαινομένους εἰς τὸ μέσον ἀσχημονοῦντας. Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστῆται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καταγελάστως πηδῶσιν οἱ πόδες καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασι πρὸς ταῦτα πάντα ἀναισθητοῦντες, ἀλλ' οὐδὲ τῶν ἀγρίων ὄνων, λακτίζοντες, δάκνοντες. Ὄντως ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Εἶτα, μετὰ τὸν πολὺν γέλωτα τοῦτον, ἀναχωρήσαντες οἴκαδε, καὶ πρὸς ἑαυτοὺς ἐπανελθόντες, μείζονα ἔχουσι τὴν ὀδύνην καὶ πολὺ τὸ δέος, ἐννοοῦντες ἄρα τίνες οἱ παρόντες ἦσαν ἡνίκα ὠργίζοντο. Καθάπερ γὰρ οἱ παραπαίοντες τοὺς παρόντας ἀγνοοῦντες, ὅταν σωφρονήσωσι, τότε ταῦτα λογίζονται, Ἆρα μὴ φίλοι, ἆρα μὴ πολέμιοι καὶ ἐχθροὶ οἱ θεασάμενοι; καὶ γὰρ ὁμοίως ὑπὲρ ἀμφοτέρων δεδοίκασι· τῶν μὲν, ὡς καταγνωσομένων καὶ μείζονα ποιησόντων τὴν αἰσχύνην· τῶν δὲ, ὡς ἐφησθησομένων. Ἂν δὲ καὶ πληγὰς τείναντες τύχωσιν ἀλλήλοις, χαλεπώτερον τὸ δέος, οἷον μή τι τῶν χαλεπωτάτων συμβαίη περὶ τὸν παθόντα, ἢ πυρετὸς ἀκολουθήσας ἐπενέγκοι θάνατον, ἢ οἴδημα ἀναστὰν δυσίατον εἰς τὸν περὶ τῶν ἐσχάτων καταστήσῃ κίνδυνον. Καὶ, τί γάρ μοι μάχης ἔδει; τί δὲ ὕβρεων καὶ φιλονεικίας; ἀπόλοιτο τὰ καὶ τά. Καὶ πᾶσι καταρῶνται τοῖς πράγμασι λοιπὸν τοῖς ἐπικήροις τούτοις, καὶ παρασχοῦσιν αὐτοῖς τὴν ἀρχήν. Οἱ δὲ ἀλογώτεροι καὶ δαίμονας πονηροὺς καὶ ὥραν αἰτιῶνται κακὴν τῶν γεγενημένων. Ἀλλ' οὐκ ἔστιν ὥρας κακῆς· οὐδὲ γάρ ἐστιν ὥρα κακή ποτε· οὐδὲ δαίμονος ταῦτα πονηροῦ, ἀλλὰ τῆς πονηρίας τῶν ἑαλωκότων. Οὗτοι γὰρ καὶ τοὺς δαίμονας ἐπισπῶνται, καὶ πάντα ἑαυτοῖς ἐπάγουσι τὰ δεινά. Ἀλλ' οἰδαίνει, φησὶν, ἡ καρδία, καὶ ταῖς ὕβρεσι δάκνεται; Οἶδα κἀγώ· διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας τοῦ δεινοῦ τούτου θηρίου θαυμάζω. Ἂν γὰρ θέλωμεν, δυνατὸν διακρούσασθαι τὸ πάθος. Διατί γὰρ, ἀρχόντων ἡμᾶς ὑβριζόντων, τοῦτο μὴ πάσχομεν; ἆρ' οὐχ ὅτι φόβος ἀντίῤῥοπος ἕστηκε τοῦ πάθους, ἡμᾶς ἐκδειματῶν, καὶ οὐδὲ φῦναι τὴν ἀρχὴν συγχωρῶν; Διὰ τί δὲ καὶ οἱ οἰκέται παρ' ἡμῶν ὑβριζόμενοι μυρία, σιγῇ πάντα φέρουσιν; ἆρ' οὐχ ὅτι καὶ αὐτοὶ τὸν αὐτὸν αὐτοῖς ἐπικείμενον ἔχουσι δεσμόν; Σὺ δὲ μὴ μόνον ἐννοήσῃς τὸν παρὰ τοῦ Θεοῦ φόβον, ἀλλ' ὅτι σε καὶ αὐτὸς ὁ Θεὸς ὑβρίζει τότε, ὁ κελεύων σιγᾷν, καὶ πάντα οἴσεις πράως. Καὶ εἰπὲ πρὸς τὸν ἐπιόντα· Τί σοι πάθω; ἄλλος μου κατέχει καὶ τὴν δεξιὰν καὶ τὴν γλῶτταν· καὶ γενήσεται καὶ σοὶ κἀκείνῳ φιλοσοφίας ὑπόθεσις τὸ ῥῆμα. Νῦν δὲ ἀνθρώπων μὲν ἕνεκεν καὶ τὰ ἀφόρητα φέρομεν, καὶ πρὸς τοὺς ὑβρικότας λέγομεν πολλάκις· Ὁ δεῖνά με ὕβρισεν, οὐ σύ· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτην ἕξομεν τὴν εὐλάβειαν; Καὶ ποία ἡμῖν ἔσται συγγνώμη; Εἴπωμεν καὶ πρὸς τὴν ἡμετέραν ψυχήν· Ὁ Θεὸς ἡμᾶς ὑβρίζει νῦν, ὁ κατέχων ἡμῶν τὰς χεῖρας· μὴ σκιρτῶμεν, μηδὲ ἔστω ὁ Θεὸς ἀνθρώπων ἀτιμότερος ἡμῖν. Ἐφρίξατε πρὸς τὸ ῥῆμα; Ἀλλ' οὐχὶ πρὸς τὰ ῥήματα βούλομαι μόνον, ἀλλὰ καὶ πρὸς τὴν πρᾶξιν φρίττειν ὑμᾶς. Ἐκέλευσε γὰρ ὁ Θεὸς ῥαπιζομένους μὴ μόνον φέρειν, ἀλλὰ καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ χεῖρόν τι παθεῖν. Ἡμεῖς δὲ μετὰ τοσαύτης σφοδρότητος ἐναντιούμεθα, ὡς μὴ μόνον μὴ παρέχειν ἑαυτοὺς εἰς τὸ κακῶς παθεῖν, ἀλλὰ καὶ ἀμύνασθαι, πολλάκις δὲ καὶ ἄρχειν χειρῶν ἀδίκων, καὶ ἐλαττοῦσθαι νομίζειν, ἂν μὴ πράξωμεν τὰ αὐτά. Καὶ γὰρ τὸ δεινὸν τοῦτο ἐστιν, ὅτι καὶ νικᾷν οἰόμεθα, τὴν ἐσχάτην ἧτταν ἡττώμενοι καὶ κείμενοι κάτω, καὶ μυρίας δεχόμενοι πληγὰς παρὰ τοῦ διαβόλου, κρατεῖν αὐτοῦ νομίζομεν. Διὸ, παρακαλῶ, μάθωμεν τίς τῆς νίκης ταύτης ὁ τρόπος, καὶ τοῦτο μετίωμεν τοῦ τρόπου τὸ εἶδος. Τὸ γὰρ παθεῖν κακῶς, τοῦτό ἐστι τὸ στεφανοῦσθαι. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς ἀναῤῥηθῆναι παρὰ τοῦ Θεοῦ, μὴ τὸν τῶν ἔξωθεν ἀγώνων, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ νόμον φυλάττωμεν ἐν τοῖς παλαίσμασι τούτοις, καὶ τὸ πάντα φέρειν μετὰ μακροθυμίας. Οὕτω γὰρ καὶ τῶν παλαιόντων περιγινώμεθα, καὶ τῶν ἐνταῦθα, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.