Ancient Greek · ~19 min
Καὶ ἐξέβαλον αὐτὸν ἔξω· καὶ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν, εἶπεν αὐτῷ· «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· «Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;» καὶ τὰ λοιπά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-58
Not analysed yet
Οἱ διὰ τὴν ἀλήθειαν καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν πάσχοντές τι δεινὸν καὶ ὑβριζόμενοι, οὗτοι μάλιστά εἰσιν οἱ τιμώμενοι. Ὥσπερ γὰρ ὁ χρήματα ἀπολλὺς δι' αὐτὸν, οὗτος μάλιστά ἐστιν ὁ εὑρίσκων· καὶ ὁ τὴν ψυχὴν αὐτοῦ μισῶν, αὐτὸς μάλιστά ἐστιν ὁ φιλῶν· οὕτω καὶ ὁ ὑβριζόμενος, οὗτος μάλιστά ἐστιν ὁ τιμώμενος· ὅπερ καὶ ἐπὶ τοῦ τυφλοῦ γεγένηται. Ἐξέβαλον οὖν αὐτὸν ἐκ τοῦ ἱεροῦ οἱ Ἰουδαῖοι, καὶ εὗρεν αὐτὸν ὁ Δεσπότης τοῦ ἱεροῦ. Ἀπηλλάγη τοῦ συνεδρίου τοῦ λοιμικοῦ, καὶ περιέτυχε τῇ σωτηρίῳ πηγῇ· ἠτιμάσθη παρὰ τῶν τὸν Χριστὸν ἀτιμασάντων, καὶ ἐτιμήθη παρὰ τοῦ τῶν ἀγγέλων Δεσπότου. Τοιαῦτα τὰ τῆς ἀληθείας ἔπαθλα. Οὕτω καὶ ἡμεῖς, ἂν ἐνταῦθα ἀφῶμεν τὰ χρήματα, εὑρίσκομεν ἐκεῖ παῤῥησίαν· ἂν ἐνταῦθα δῶμεν τοῖς θλιβομένοις, ἀναπαυσόμεθα ἐν τοῖς οὐρανοῖς· ἂν ὑβρισθῶμεν διὰ τὸν Θεὸν, τιμώμεθα καὶ ἐνταῦθα, καὶ ἐκεῖ. Ὡς δὲ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ, εὗρεν αὐτὸν ὁ Ἰησοῦς. Δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι ἐπὶ τούτῳ ἦλθεν, ὥστε αὐτῷ συντυχεῖν. Καὶ ὅρα τίσιν αὐτὸν ἀμείβεται· τῷ κεφαλαίῳ τῶν ἀγαθῶν. Καὶ γὰρ ἑαυτὸν ἐγνώρισεν αὐτῷ πρότερον ἀγνοοῦντι, καὶ εἰς τὸν τῶν οἰκείων μαθητῶν ἐγκατέλεξε χορόν. Σὺ δὲ σκόπει, πῶς τὴν ἀκρίβειαν ὁ εὐαγγελιστὴς ἐξηγεῖται. Εἰπόντος γὰρ αὐτοῦ, Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; λέγει· Κύριε, καὶ τίς ἐστιν; Οὐδέπω γὰρ αὐτὸν ᾔδει, καίτοι τεθεραπευμένος. Τυφλὸς γὰρ ἦν, πρὶν ἢ πρὸς τὸν εὐεργέτην ἐλθεῖν, καὶ μετὰ τὴν ἴασιν ὑπὸ τῶν κυνῶν ἐκείνων περιείλκετο. Καθάπερ οὖν τις ἀγωνοθέτης, ἀθλητὴν πολλὰ καμόντα καὶ στεφανωθέντα δέχεται. Καὶ τί φησιν, Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Τί τοῦτο; Μετὰ τοσαύτην ἀντίῤῥησιν τὴν πρὸς τοὺς Ἰουδαίους, μετὰ τοσαῦτα ῥήματα, ἐρωτᾷ, Εἰ πιστεύεις; οὐκ ἀγνοῶν, ἀλλὰ βουλόμενος ἑαυτὸν γνωρίσαι, καὶ δεικνὺς, ὅτι πολλοῦ τιμᾶται τὴν αὐτοῦ πίστιν. Ὕβρισέ με δῆμος τοσοῦτος, φησὶν, ἀλλ' οὐδεὶς ἐμοὶ λόγος ἐκείνων· ἑνός μοι μέλει, τοῦ σὲ πιστεῦσαι. Κρεῖττον γὰρ εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παράνομοι. Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ὡς καὶ παρὼν, καὶ ἀποδεχόμενος τὰ εἰρημένα, οὕτως αὐτὸν ἐρωτᾷ· καὶ πρότερον αὐτὸν εἰς πόθον ἑαυτοῦ κατέστησεν. Οὐ γὰρ εἶπεν, Εὐθέως πίστευσον, ἀλλὰ κατ' ἐρώτησιν. Τί οὖν ἐκεῖνος; Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Ποθούσης καὶ σφόδρα ἐπιζητούσης ψυχῆς τὸ ῥήμα. Ὑπὲρ οὗ τοσαῦτα διελέχθη, τοῦτον ἀγνοεῖ, ἵνα μάθῃς αὐτοῦ τὸ φιλάληθες. Οὔπω γὰρ ἦν αὐτὸν ἑωρακώς. Λέγει αὐτῷ· Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστιν. Οὐκ εἶπεν, Ἐγώ εἰμι· ἀλλὰ μέσος ἔτι καὶ ὑπεσταλμένος· Καὶ ἑώρακας αὐτόν. Τοῦτο ἔτι ἄδηλον ἦν· διὸ τὸ σαφέστερον ἐπήγαγεν· Ὁ λαλῶν μετὰ σοῦ, ἐκεῖνός ἐστι. Λέγει· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ εὐθέως. Καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ τεθεραπευκώς σε, ὁ εἰπών σοι, Ὕπαγε, νίψαι εἰς τὸν Σιλωάμ· ἀλλὰ πάντα ἐκεῖνα σιγήσας, φησί· Πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Εἶτα τὴν πολλὴν διάθεσιν ἐμφαίνων προσεκύνησεν εὐθέως· ὅπερ ὀλίγοι τῶν τεθεραπευμένων ἐποίησαν, οἷον οἱ λεπροὶ, καὶ εἴ τις ἄλλος· διὰ τούτου ἐμφαίνων αὐτοῦ τὴν θείαν δύναμιν. Ἵνα γὰρ μή τις νομίσῃ ῥῆμα μόνον εἶναι τὸ λεχθὲν, καὶ τὸ ἔργον προσέθηκε. Προσκυνήσαντος δὲ αὐτοῦ, φησὶν ὁ Χριστός· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Τοῦτο καὶ Παῦλός φησι· Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως Ἰησοῦ· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Εἰπὼν δὲ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, κἀκεῖνον σφοδρότερον περὶ τὴν πίστιν εἰργάσατο, καὶ διανέστησε τοὺς ἀκολουθοῦντας αὐτῷ· καὶ γὰρ ἠκολούθουν αὐτῷ Φαρισαῖοι. Τὸ δὲ, Εἰς κρῖμα, εἰς μείζονα κόλασιν ἔλεγε· δεικνὺς ὅτι οἱ καταδικάσαντες αὐτὸν, αὐτοί εἰσιν οἱ καταδεδικασμένοι· οἱ καὶ ὡς ἁμαρτωλὸν κατακρίναντες, αὐτοί εἰσιν οἱ κατακεκριμένοι. Ἐνταῦθα δὲ δύο λέγει ἀναβλέψεις καὶ δύο τυφλότητας, τήν τε αἰσθητὴν, τήν τε νοητήν. Λέγουσιν αὐτῷ ἐκ τῶν ἀκολουθούντων αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; Ὥσπερ ἀλλαχοῦ ἔλεγον· Οὐδενὶ δεδουλεύκαμεν πώποτε· Ἐκ πορνείας οὐ γεγεννήμεθα· οὕτω καὶ νῦν πρὸς τὰ αἰσθητὰ κεχήνασι μόνον, καὶ ταύτην ἐπαισχύνονται τὴν πήρωσιν. Εἶτα δεικνὺς ὅτι βέλτιον τυφλοὺς αὐτοὺς εἶναι ἢ βλέποντας, φησίν· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν. Ἐπειδὴ αἰσχύνης τὸ πρᾶγμα ἐνόμιζον εἶναι, τὴν συμφορὰν, περιέτρεψεν αὐτὸ εἰς τὴν αὐτῶν κεφαλὴν, εἰπὼν, ὅτι Τοῦτο ἀνεκτοτέραν ὑμῖν ἔφερε τὴν κόλασιν, πανταχοῦ περικόπτων τὰ ἀνθρώπινα φρονήματα, καὶ εἰς ἔννοιαν ἄγων μεγάλην καὶ θαυμαστήν. Νῦν δὲ καὶ λέγετε, ὅτι Βλέπομεν. Ὥσπερ ἐκεῖ φησιν, Ὃν ὑμεῖς ἐλέγετε, ὅτι Θεὸς ὑμῶν ἦν, οὕτω δὴ καὶ ἐνταῦθα· Νῦν δὲ λέγετε ὅτι βλέπετε· οὐ γὰρ βλέπετε. Ἐνταῦθα ὅπερ ἐνόμιζον ἐγκώμιον εἶναι μέγα, τοῦτο δείκνυσιν αὐτοῖς κόλασιν φέρον. Καὶ ὑπὲρ τῆς προτέρας δὲ πηρώσεως παρεμυθήσατο τὸν ἐκ γενετῆς τυφλόν· εἶτα περὶ τῆς τυφλότητος αὐτῶν διαλέγεται. Ἵνα γὰρ μὴ λέγωσιν, Οὐ παρὰ τὴν ἡμετέραν πήρωσιν οὐ προσερχόμεθα, ἀλλ' ὡς πλάνον φεύγοντες ἀποστρεφόμεθα, ὑπὲρ τούτου πάντα ποιεῖται τὸν λόγον.