Ancient Greek · ~18 min
Καὶ ἐξέβαλον αὐτὸν ἔξω· καὶ ἤκουσεν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν, εἶπεν αὐτῷ· «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;» Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· «Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;» καὶ τὰ λοιπά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-57
Not analysed yet
Οὐχ ἁπλῶς δὲ ὁ εὐαγγελιστὴς ἐμνημόνευσεν, ὅτι ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπαν· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; ἀλλ' ἵνα σε ἀναμνήσῃ, ὅτι οὗτοι ἐκεῖνοι ἦσαν οἱ πρότερον ἀποστάντες, εἶτα λιθάσαντες. Ἦσαν γάρ τινες ἐπιπολαίως ἀκολουθοῦντες, καὶ ῥᾳδίως εἰς τοὐναντίον μεταβαλλόμενοι. Πόθεν οὖν κατασκευάζει, ὅτι οὐκ ἔστι πλάνος, ἀλλὰ ποιμήν; Θεὶς τὰ γνωρίσματα ἑκατέρου, καὶ τοῦ ποιμένος, καὶ τοῦ πλάνου καὶ λυμεῶνος, καὶ ἀπ' αὐτῶν παρέχων αὐτοῖς ἐξετάζειν τὴν τῶν πραγμάτων ἀλήθειαν. Καὶ πρότερον τίς ὁ πλάνος καὶ ὁ κλέπτης δείκνυσιν, ἀπὸ Γραφῶν αὐτὸν οὕτω καλῶν καὶ λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής. Ὅρα τὰ δείγματα τοῦ λῃστοῦ· πρῶτον, ὅτι οὐ παῤῥησίᾳ εἰσέρχεται· δεύτερον, ὅτι οὐ κατὰ τὰς Γραφάς· τοῦτο γάρ ἐστι τὸ, Μὴ διὰ τῆς θύρας. Ἐνταῦθα δὲ καὶ τοὺς πρὸ αὐτοῦ αἰνίττεται, καὶ τοὺς μετ' αὐτὸν ἐσομένους· τόν τε Ἀντίχριστον καὶ τοὺς ψευδοχρίστους· τόν τε Ἰούδαν καὶ Θευδᾶν, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι γεγόνασιν. Εἰκότως δὲ θύραν τὰς Γραφὰς ἐκάλεσεν. Αὗται γὰρ ἡμᾶς προσάγουσι τῷ Θεῷ, καὶ τὴν θεογνωσίαν ἀνοίγουσιν· αὗται πρόβατα ποιοῦσιν, αὗται φυλάττουσι, καὶ τοὺς λύκους οὐκ ἀφιᾶσιν ἐπεισελθεῖν. Καθάπερ γάρ τις θύρα ἀσφαλὴς, οὕτως ἀποκλείει τοῖς αἱρετικοῖς τὴν εἴσοδον, ἐν ἀσφαλείᾳ καθιστῶσα ἡμᾶς περὶ ὧν ἂν βουλώμεθα πάντων, καὶ οὐκ ἐῶσα πλανᾶσθαι. Κἂν μὴ παραλύσωμεν αὐτὴν, οὐκ ἐσόμεθα εὐχείρωτοι τοῖς ἐχθροῖς. Διὰ ταύτης καὶ τοὺς ποιμένας καὶ τοὺς οὐ ποιμένας εἰσόμεθα ἅπαντας. Τί δέ ἐστιν, Εἰς τὴν αὐλήν; Πρὸς τὰ πρόβατα καὶ τὴν ἐκείνων πρόνοιαν. Ὁ γὰρ μὴ ταῖς Γραφαῖς χρώμενος, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν· τουτέστιν, ἑτέραν ἑαυτῷ καὶ μὴ νενομισμένην τέμνων ὁδόν· οὗτος κλέπτης ἐστίν. Ὁρᾷς κἀντεῦθεν τῷ Πατρὶ συμφωνοῦντα, τῷ τὰς Γραφὰς εἰς μέσον προφέρειν; Διὰ τοῦτο καὶ τοῖς Ἰουδαίοις ἔλεγεν, Ἐρευνᾶτε τὰς Γραφάς· καὶ Μωϋσέα παρήγαγεν εἰς μέσον, καὶ μάρτυρα αὐτὸν ἐκάλει, καὶ τοὺς προφήτας πάντας. Πάντες γὰρ, φησὶν, οἱ ἀκούσαντες τῶν προφητῶν, ἥξουσι πρός με· καὶ, Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Ἐνταῦθα δὲ τὸ αὐτὸ μεταφορικῶς ἔθηκεν. Εἰπὼν δὲ, Ἀναβαίνων ἀλλαχόθεν, καὶ τοὺς γραμματέας ᾐνίξατο, ὅτι ἐδίδασκον ἐντάλματα, διδασκαλίας ἀνθρώπων, καὶ τὸν νόμον παρέβαινον, ὅπερ οὖν καὶ αὐτὸς ὀνειδίζων ἔλεγεν· Οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Καὶ καλῶς εἶπεν, Ἀναβαίνων, οὐκ, Εἰσιὼν, ὅπερ ἐστὶ κλέπτου θριγκὸν ὑπερπηδῆσαι βουλομένου, καὶ ἐπικινδύνως πάντα πράττοντος. Εἶδες πῶς ὑπέγραψε τὸν λῃστήν; Σκόπει καὶ τοῦ ποιμένος τὸ γνώρισμα. Τί οὖν τοῦτό ἐστιν; Ὁ εἰσερχόμενος διὰ τῆς θύρας, οὗτός ἐστιν ὁ ποιμὴν τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ' ὄνομα, καὶ ὅταν ἐξαγάγῃ αὐτὰ, πορεύεται ἔμπροσθεν αὐτῶν. Ἔθηκε καὶ τοῦ ποιμένος καὶ τοῦ λυμεῶνος τὰ δείγματα. Ἴδωμεν πάλιν πῶς αὐτοῖς ἐφήρμοσε τὰ ἑξῆς· Τούτῳ, φησὶν, ὁ θυρωρὸς ἀνοίγει. Ἐπέμεινε τῇ μεταφορᾷ, ὥστε ἐμφαντικώτερον ποιῆσαι τὸν λόγον. Εἰ δὲ καὶ κατὰ λέξιν ἐθέλοις τὴν παραβολὴν ἐξετάζειν, οὐδὲν κωλύει θυρωρὸν ἐνταῦθα νοεῖν τὸν Μωϋσέα. Ἐκεῖνος γὰρ ὁ τὰ λόγια τοῦ Θεοῦ ἐμπιστευθείς· οὗ Καὶ τὴν φωνὴν αὐτοῦ ἀκούει τὰ πρόβατα, καὶ τὰ ἴδια καλεῖ κατ' ὄνομα. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγον αὐτὸν ἀπατεῶνα εἶναι, καὶ τοῦτο ἐκ τῆς ἀπιστίας τῆς ἑαυτῶν ἐβεβαίουν λέγοντες· Τίς τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; δείκνυσιν, ὅτι οὐκ αὐτὸν ἐκ τῆς ἐκείνων ἀπιστίας λυμεῶνα καὶ πλάνον δεῖ καλεῖν· ἀλλ' αὐτοὺς ἐκ τοῦ μὴ προσέχειν αὐτῷ, καὶ τῆς τῶν προβάτων ἀκολούθως ἐκβληθῆναι τάξεως. Εἰ γὰρ ποιμένος ἐστὶ τὸ διὰ τῆς νενομισμένης εἰσιέναι θύρας, αὐτὸς δὲ εἰσῆλθε διὰ ταύτης· οἱ μὲν ἀκολουθήσαντες ἅπαντες δύναιντ' ἂν εἶναι πρόβατα· οἱ δὲ ἀποῤῥαγέντες οὐ τὸν ποιμένα διέβαλον, ἀλλὰ τῆς τῶν προβάτων συγγενείας ἐξέβαλον ἑαυτούς. Εἰ δὲ λέγει προϊὼν τὴν θύραν ἑαυτὸν εἶναι, πάλιν οὐ χρὴ θορυβεῖσθαι. Καὶ γὰρ καὶ ποιμένα ἑαυτὸν λέγει, καὶ πρόβατον, καὶ διαφόρως τὰς οἰκονομίας κηρύττει τὰς ἑαυτοῦ. Ὅταν γὰρ προσάγῃ ἡμᾶς τῷ Πατρὶ, θύραν ἑαυτὸν καλεῖ· ὅταν δὲ ἐπιμελῆται, ποιμένα. Ἵνα γὰρ μὴ τοῦτο ἔργον εἶναι νομίσῃς αὐτοῦ μόνον τὸ προσαγαγεῖν, λέγει καὶ ποιμένα ἑαυτόν. Καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ καλεῖ τὰ ἴδια πρόβατα, καὶ ἐξάγει αὐτὰ, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν πορεύεται. Καὶ μὴν τοὐναντίον οἱ ποιμένες ποιοῦσιν, ὄπισθεν αὐτῶν ἀκολουθοῦντες. Ἀλλ' αὐτὸς, δεικνὺς ὅτι ἅπαντας ὁδηγήσει πρὸς τὴν ἀλήθειαν, ἀπεναντίας ἐκείνοις ποιεῖ· ὥσπερ οὖν καὶ ὅτε τὰ πρόβατα ἔπεμπε, [οὐκ ἔξω τῶν λύκων, ἀλλ' ἐν μέσῳ τῶν λύκων ἔπεμπε.] Πολὺ γὰρ παραδοξοτέρα αὕτη ἡ ποιμαντικὴ τῆς παρ' ἡμῖν.