Ancient Greek · ~19 min
Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι· καὶ ἦλθον, οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-65
Not analysed yet
Ὥσπερ ὁ πλοῦτος τοὺς οὐ προσέχοντας ἐκτραχηλίζειν εἴωθεν, οὕτω καὶ ἡ ἀρχή. Ἐκεῖνος μὲν γὰρ εἰς πλεονεξίαν, αὕτη δὲ εἰς ἀπόνοιαν ἄγει. Ὅρα γοῦν τὸ ἀρχόμενον πλῆθος τῶν Ἰουδαίων ὑγιαῖνον, τοὺς δὲ ἄρχοντας διεφθαρμένους. Ὅτι γὰρ οὗτοι αὐτῷ ἐπίστευον, λέγουσι μὲν συνεχῶς οἱ εὐαγγελισταὶ, ὅτι Πολλοὶ ἐκ τοῦ ὄχλου ἐπίστευσαν αὐτῷ. Ἐκ δὲ τῶν ἀρχόντων ἠπίστουν. Καὶ αὐτοὶ λέγουσιν, οὐχὶ ὁ ὄχλος, Μή τις τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν; Ἀλλὰ τί φησι; Τὸ πλῆθος, οἱ μὴ εἰδότες τὸν Θεὸν, ἐπικατάρατοί εἰσι. Τοὺς πιστεύοντας ἐπικαταράτους ἔλεγον, ἑαυτοὺς δὲ ἀναιροῦντας, συνετούς. Καὶ ἐνταῦθα δὲ τὸ θαῦμα θεασάμενοι, ἐπίστευον οἱ πολλοί· οἱ δὲ ἄρχοντες οὐκ ἠρκοῦντο μόνον τοῖς οἰκείοις κακοῖς, ἀλλὰ καὶ τὸν Λάζαρον ἀνελεῖν ἐπεχείρουν. Ἔστω, τὸν Χριστὸν, ὅτι τὸ σάββατον ἔλυεν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Πατρὶ, καὶ διὰ τοὺς Ῥωμαίους οὕς φατε· τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν, ἐπεχείρουν αὐτὸν ἀναιρεῖν; Μὴ ἆρα τὸ καλῶς παθεῖν, ἔγκλημα; Ὁρᾷς πῶς αὐτῶν φονικὴ ἡ προαίρεσις; Καίτοι πολλὰ σημεῖα εἰργάσατο· ἀλλ' οὐδὲν αὐτοὺς οὕτω ἐξεθηρίωσεν, οὐχ ὁ παραλελυμένος, οὐχ ὁ τυφλός. Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον νεκρὸν τετραήμερον ἰδεῖν περιπατοῦντα καὶ φθεγγόμενον. Καλά γε (οὐ γάρ;) τῆς ἑορτῆς τὰ κατορθώματα, φόνοις ἀναμιγνύναι τὴν πανήγυριν. Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν τὸ σάββατον, καὶ ταύτῃ ἀπάγειν τοὺς ὄχλους· ἐνταῦθα δὲ, ἐπειδὴ μηδὲν εἶχον μέμψασθαι, κατὰ τοῦ θεραπευομένου ποιοῦνται τὴν ἐπιχείρησιν. Ἐνταῦθα γὰρ οὐδ' ὅτι ἐναντιοῦται τῷ Πατρὶ εἶχον εἰπεῖν. Ἡ γὰρ εὐχὴ αὐτοὺς ἐπεστόμιζεν. Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον ὁρμῶσιν. Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον. Ἄλλως δὲ, ἐκεῖνος μὲν ἄσημος ἦν, καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ οὗτος δὲ ἐπίσημος· καὶ δῆλον ἐκ τοῦ πολλοὺς ἐλθεῖν εἰς παραμυθίαν τῶν ἀδελφῶν· καὶ πάντων ὁρώντων τὸ θαῦμα ἐγένετο, καὶ μετὰ πολλῆς τῆς παραδοξοποιίας. Διὰ τοῦτο, πάντες ἔτρεχον ὀψόμενοι. Τοῦτο οὖν αὐτοὺς ἔδακνε, τὸ τῆς ἑορτῆς ἑστώσης πάντας ἀφέντας ἐπὶ τὴν Βηθανίαν ἔρχεσθαι. Ἐπεχείρησαν οὖν αὐτὸν ἀνελεῖν, καὶ οὐδὲ ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. Καὶ διὰ τοῦτο ἀρχόμενος ὁ νόμος, ἀπὸ τούτου ἄρχεται· Οὐ φονεύσεις· καὶ ὁ προφήτης τοῦτο ἐγκαλεῖ· Αἱ χεῖρες αὐτῶν αἵματος πλήρεις. Πῶς οὖν παῤῥησίᾳ μὴ περιπατῶν ἐν τῇ Ἰουδαίᾳ, καὶ εἰς τὴν ἔρημον ἀναχωρῶν, πάλιν εἰσέρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν θυμὸν τῇ ἀναχωρήσει, πεπαυμένοις αὐτοῖς ἐφίσταται. Ἄλλως δὲ, τὸ πλῆθος τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Οὐδὲν γὰρ οὕτως ἐπεσπάσατο αὐτοὺς σημεῖον, ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια· καὶ, ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγένετο ἀρχὴ, τῆς δὲ τέλος. Τὸ μὲν γὰρ, Χαῖρε ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, προφητείαν πληροῦντος ἦν· τὸ δὲ [ἐπὶ] ὄνον καθίσαι, μέλλον πρᾶγμα προδιατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν. Πῶς δὲ οἱ ἄλλοι φασὶν, ὅτι μαθητὰς ἔπεμψε καὶ εἶπεν· Λύσατε τὴν ὄνον καὶ τὸν πῶλον· οὗτος δὲ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ' ὅτι ὀνάριον εὑρὼν ἐπεκάθισεν; Ὅτι ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὴν ὄνον ἀγόντων τῶν μαθητῶν, εὑρόντα αὐτὸν ἐπικαθίσαι. Τὰ δὲ βαΐα τῶν φοινίκων καὶ τῶν ἐλαιῶν ἔλαβον, καὶ τὰ ἱμάτια ὑπεστόρεσαν, δεικνύντες ὅτι λοιπὸν μείζονα ἢ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ, καὶ ἔλεγον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁρᾷς ὅτι τοῦτο μάλιστα αὐτοὺς ἀπέπνιγε, τὸ πεισθῆναι πάντας ὅτι οὐκ ἔστιν ἀντίθεος; Καὶ τοῦτο μάλιστα διῄρει τὸν δῆμον, τὸ λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς ἥκειν; Τί δέ ἐστι, Χαῖρε σφόδρα, θύγατερ Σιών; Ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ παρέδωκαν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὸ πλῆθος διέστρεφον, καὶ ὑπευθύνους ἐποίουν τοῖς πολεμίοις· Θάῤῥει, φησίν· οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾶος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τῆς ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενος εἰσῆλθεν, ἀλλ' ὄνον ἔχων μόνον. Τοῦτο δὲ οὐκ ᾔδεσαν, φησὶν, οἱ μα θηταὶ αὐτοῦ, ὅτι ἦν ἐπ' αὐτῷ γεγραμμένον. Ὁρᾷς ὅτι τὰ πλείονα ἠγνόουν, ἐπειδὴ αὐτὸς οὐκ ἀπεκάλυπτεν αὐτοῖς; Καὶ γὰρ ὅτε εἶπεν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, οὐδὲ τότε ᾔδεσαν οἱ μαθηταί. Καὶ ἄλλος δὲ εὐαγγελιστὴς λέγει, ὅτι ἦν κεκρυμμένος ὁ λόγος ἀπ' αὐτῶν, καὶ οὐκ ᾔδεσαν ὅτι δεῖ αὐτὸν ἀναστῆναι ἐκ τῶν νεκρῶν. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο. Διὸ καὶ ἄλλος λέγει εὐαγγελιστὴς, ὅτι καθ' ἕκαστον ἀκούοντες ἤλγουν, καὶ ἦσαν ἐν κατηφείᾳ· τοῦτο δὲ, ἐκ τοῦ μὴ εἰδέναι τὸν περὶ τῆς ἀναστάσεως λόγον. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο, ἅτε μεῖζον ἢ κατ' αὐτούς· τὸ μέντοι τῆς ὄνου διατί αὐτοῖς οὐκ ἀπεκαλύφθη; Ὅτι καὶ τοῦτο μέγα ἦν.