Ancient Greek · ~19 min
Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ὑμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 3.1-52
Not analysed yet
Δεινὸν γὰρ ἡ φιλαργυρία, δεινόν· καὶ ὀφθαλμοὺς καὶ ὦτα πηροῖ, καὶ θηρίου χαλεπωτέρους ποιεῖ, οὐ συνειδὸς, οὐ φιλίαν, οὐ κοινωνίαν, οὐ τὴν τῆς οἰκείας ψυχῆς σωτηρίαν ἐννοῆσαι συγχωροῦσα, ἀλλὰ καθάπαξ πάντων ἀποστήσασα, δούλους αὐτῆς ποιεῖ τοὺς ἁλόντας, καθάπερ τις τυραννὶς χαλεπή. Καὶ τὸ δεινὸν τῆς οὕτω πικρᾶς δουλείας, ὅτι καὶ χάριν αὐτοῖς ἔχειν ἀναπείθει· καὶ ὅσῳπερ ἂν αὐτῇ μᾶλλον δουλεύσωσι, τοσούτῳ τὰ τῆς ἡδονῆς αὔξεται. Καὶ ταύτῃ μάλιστα ἀνίατον τὸ νόσημα γίνεται, ταύτῃ δυσάλωτον τὸ θηρίον. Τοῦτο τὸν Γιεζῆ λεπρὸν ἀντὶ μαθητοῦ καὶ προφήτου πεποίηκε· τοῦτο τοὺς περὶ Ἀνανίαν ἀπώλεσε· τοῦτο τὸν Ἰούδαν προδότην εἰργάσατο· τοῦτο τοὺς Ἰουδαίων ἄρχοντας διέφθειρε, λαμβάνοντας δῶρα καὶ κοινωνοὺς κλεπτῶν γενομένους. Τοῦτο μυρίους πολέμους εἰσήγαγεν· αἱμάτων μὲν τὰς ὁδοὺς, θρήνων δὲ καὶ οἰμωγῶν τὰς πόλεις πληρῶσαν. Τοῦτο καὶ δεῖπνα ἐποίησε γενέσθαι ἀκάθαρτα καὶ τραπέζας ἐναγεῖς, καὶ ἐδέσματα παρανομίας ἐνέπλησε. Διὰ τοῦτο αὐτὸ εἰδωλολατρείαν ἐκάλεσεν ὁ Παῦλος. Ἀλλ' οὐδὲ οὕτως ἐφόβησε. Διατί δὲ εἰδωλολατρείαν φησίν; Ἔχουσι πολλοὶ χρήματα, καὶ χρήσασθαι αὐτοῖς οὐ τολμῶσιν, ἀλλὰ ἀφιεροῦσιν, εἰς ἐγγόνους καὶ ἐξ ἐγγόνων παραπέμποντες ἀνέπαφα, καθάπερ τινῶν ἀναθημάτων οὐ τολμῶντες ἅψασθαι. Ἐὰν δέ ποτε καὶ ἀναγκασθῶσιν, ὥσπερ ἀθέμιτόν τι πράξαντες, οὕτω διάκεινται. Καὶ ἄλλως δὲ, ὥσπερ τὸ ξόανον περιέπει ὁ Ἕλλην· οὕτω σὺ τὸ χρυσίον θύραις πιστεύεις καὶ μοχλοῖς, ἀντὶ ναοῦ τὸ κιβώτιον κατασκευάζων καὶ ἐναποτιθέμενος σκεύεσιν ἀργυροῖς. Ἀλλ' οὐ προσκυνεῖς, καθάπερ ἐκεῖνος τὸ ξόανον; Ἀλλὰ πᾶσαν ἐπιδείκνυσαι περὶ αὐτὸ θεραπείαν. Πάλιν ἐκεῖνος ἡδέως ἂν τοὺς ὀφθαλμοὺς καὶ τὴν ψυχὴν πρόοιτο, ἢ τὸ ξόανον. Τοῦτο καὶ οἱ τὸ χρυσίον φιλοῦντες. Ἀλλ' οὐ προσκυνῶ τὸ χρυσίον, φησίν. Οὐδὲ ἐκεῖνος τὸ εἴδωλον, φησὶ, προσκυνεῖ, ἀλλὰ τὸν ἐνοικοῦντα δαίμονα. Οὕτω καὶ σὺ, κἂν μὴ τὸ χρυσίον προσκυνῇς, ἀλλὰ τὸν ἀπὸ τῆς ὄψεως τοῦ χρυσίου καὶ τῆς ἐπιθυμίας ἐπιπηδῶντά σου τῇ ψυχῇ δαίμονα. Δαίμονος γὰρ χαλεπώτερον τῆς φιλαργυρίας ἡ ἐπιθυμία, καὶ ταύτῃ πολλοὶ μᾶλλον πείθονται, ἢ ἕτεροι τοῖς εἰδώλοις. Ἐκεῖνοι μὲν γὰρ πολλὰ παρακούουσιν, ἐνταῦθα δὲ πάντα εἴκουσι, καὶ ὅπερ ἂν εἴπῃ ποιῆσαι, πείθονται. Τί λέγει; Πολέμιος ἔσο, φησὶν, ἐχθρὸς ἁπάντων· ἀγνόει τὴν φύσιν, καταφρόνει Θεοῦ, κατάθυσόν μοι σαυτόν· καὶ πάντα πείθονται. Καὶ τοῖς μὲν ξοάνοις βοῦς καὶ πρόβατα θύουσιν· ἡ δὲ φιλαργυρία λέγει· Θῦσόν μοι τὴν σαυτοῦ ψυχὴν, καὶ πείθει. Ὁρᾷς οἵους ἔχει βωμούς; οἷα δέχεται θύματα; Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν οἱ πλεονέκται· καὶ οὐδὲ οὕτω δεδοίκασι. Καίτοι γε πάντων ἡ ἐπιθυμία αὕτη ἀσθενεστέρα. Οὐ γὰρ ἔμφυτος, οὐδὲ φυσική· ἦ γὰρ ἂν παρὰ τὴν ἀρχὴν ἐνετέθη· νῦν δὲ χρυσίον οὐκ ἦν ἄνωθεν, οὐδὲ ἤρα τις χρυσίου. Ἀλλ' εἰ βούλεσθε, λέγω πόθεν εἰσῆλθε τὸ κακόν. Ἕκαστος τὸν πρὸ αὐτοῦ ζηλοῦντες ἐπέτεινον τὸ νόσημα, καὶ τὸν οὐ βουλόμενον ὁ προλαβὼν ἐρεθίζει. Ὅταν γὰρ ἴδωσιν οἰκίας λαμπρὰς, καὶ πλῆθος ἀγρῶν, καὶ ἀνδραπόδων ἀγέλας, καὶ ἀργυρᾶ σκεύη, καὶ πολὺν ἱματίων φορυτὸν, πάντα πράττουσιν, ὥστε ὑπερβαλέσθαι· ὥστε οἱ πρῶτοι τῶν δευτέρων αἴτιοι γίνονται, κἀκεῖνοι τῶν μετ' αὐτούς. Εἰ δὲ ἐβούλοντο σωφρονεῖν, οὐκ ἂν τοῖς ἄλλοις ἐγίνοντο διδάσκαλοι, μᾶλλον δὲ οὐδὲ τούτοις ἔστιν ἀπολογία. Εἰσὶ γὰρ καὶ ἕτεροι χρημάτων καταφρονοῦντες. Καὶ τίς, φησὶ, καταφρονεῖ; Τὸ γὰρ δεινὸν, ὅτι ὑπὸ πολλῆς κακίας εἰς ἀδύνατον δοκεῖ περιεστάναι, καὶ οὐδὲ πιστεύεταί τις κατορθῶν. Εἴπω τοίνυν πολλοὺς τοὺς ἐν ταῖς πόλεσι, καὶ τοὺς ἐν τοῖς ὄρεσι. Καὶ τί τὸ κέρδος; οὐδὲ γὰρ ἀπὸ τούτων ἔσεσθε βελτίους. Ἄλλως δὲ, οὐ περὶ τούτων ἡμῖν ὁ λόγος νῦν, ὥστε κενῶσαι τὰ ὄντα· ἐβουλόμην δέ· πλὴν ἀλλ' ἐπειδὴ μεῖζον ὑμῶν τὸ φορτίον, οὐκ ἀναγκάζω· ἀλλ' ὥστε μὴ τῶν ἀλλοτρίων ἐφίεσθαι παραινῶ, ὥστε ἐκ τῶν ὄντων μεταδιδόναι. Πολλοὺς δὲ τοιούτους εὑρήσομεν τοῖς οἰκείοις ἀρκουμένους, τῶν ἑαυτῶν ἐπιμελουμένους, καὶ ἀπὸ δικαίων ζῶντας πόνων. Διατί μὴ τούτους ζηλοῦμεν καὶ μιμούμεθα; Ἐννοήσωμεν τοὺς πρὸ ἡμῶν· οὐχὶ τὰ κτήματα αὐτῶν ἕστηκε, μόνον τὰ ὀνόματα αὐτῶν διασώζοντα; τοῦ δεῖνος τὸ βαλανεῖον, καὶ τοῦ δεῖνος τὸ προάστειον, καὶ τὸ κατάλυμα; οὐχὶ εὐθέως θεασάμενοι στένομεν, ἐννοοῦντες πόσον πόνον ὑπέμεινε, πόσας ἁρπαγὰς ἥρπασε, καὶ οὐδαμοῦ φαίνεται, ἀλλ' ἐντρυφῶσιν ἕτεροι τοῖς ἐκείνου, οὓς οὐδὲ προσεδόκησε, τάχα δὲ καὶ ἐχθροὶ, ἐκείνου τὴν ἐσχάτην διδόντος δίκην. Ταῦτα καὶ ἡμᾶς μένει. Πάντως γὰρ ἀποθανούμεθα, πάντως τὸ αὐτὸ τέλος ὑποστησόμεθα. Πόσην ὀργὴν, εἰπέ μοι, πόσην δαπάνην, πόσας ἀπεχθείας ὑπέστησαν. Καὶ τί τὸ κέρδος; Κόλασις ἀθάνατος, καὶ τὸ μηδεμιᾶς τυχεῖν παραμυθίας· καὶ τὸ μὴ ζῶντας μόνον, ἀλλὰ καὶ ἀπελθόντας κατηγορεῖσθαι παρὰ πάντων. Τί δέ; τῶν πολλῶν τὰς εἰκόνας ὅταν ἴδωμεν ἀνακειμένας ἐν ταῖς οἰκίαις, οὐχὶ μᾶλλον θρηνοῦμεν; Ἀληθῶς καλῶς εἶπεν ὁ Προφήτης· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν. Ταραχὴ γὰρ ὄντως ἡ περὶ τὰ τοιαῦτα σπουδή· ταραχὴ καὶ θόρυβος περιττός. Ἀλλ' οὐκ ἐν ταῖς μοναῖς ταῖς αἰωνίοις τοῦτό ἐστιν, οὐδὲ ἐν ταῖς σκηναῖς ἐκείναις. Ἐνταῦθα μὲν γὰρ ἕτερος ἐμόχθησε, καὶ ἕτερος ἀπολαύει· ἐκεῖ δὲ τῶν ἑαυτοῦ μόχθων ἕκαστος ἔσται κύριος, καὶ πολυπλασίονα λήψεται τὴν ἀμοιβήν. Πρὸς ἐκείνην τοίνυν ἐπειγώμεθα τὴν κτῆσιν· ἐκεῖ κατασκευάζωμεν ἑαυτοῖς οἰκίας, ἵνα ἀναπαυσώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.